# Homiliae 2

Synesius, Homiliae, Homily 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/homiliae/2

ΟΜΙΛΙΑ Βʹ Νὺξ ἱερά, φῶς ἐνεγκοῦσα τοῖς καθηραμένοις ὅσον οὐδ' εἰς ἡμέραν ἔλαμψεν ἥλιος· οὐδὲ γὰρ οὐδ' ὅσιον ἐξετασθῆναι τῷ δημιουργῷ κἂν τὸ κάλλιστον ἐπὶ γῆς· ἀλλ' οὐδὲ δημιούργημα ἐκεῖνο τὸ φῶς, ὃ φωτίζει ψυχάς, καὶ τὸν αἰσθητὸν ἐφώτισεν ἥλιον ὁμολογίᾳ τῆς παρούσης μακαριότητος. ἂν οὕτω διαμείνητε, εὐζηλωτότερον ὑμῖν τὴν παροῦσαν ἐπὶ τοῦ παρόντος, κἂν μὴ διὰ βίου, τηρήσετε. νῦν μὲν ἕκαστος ὑμῶν ἄγγελος ἐν τῇ πόλει περινοστεῖ· νῦν ἡγεῖσθε περὶ ὑμῶν εἶναι τὸ λεγόμενον, ἐπὶ γῆς ὄντες καὶ ἐν οὐρανῷ τὸ πολίτευμα ἔχοντες. φοβήθητε τῆς ἀξίας ἀποπεσεῖν· δυσέκνιπτον τὸ μετὰ κάθαρσιν μόλυσμα. . . . . . . . . . . . . . . . . . . . . Ἐβουλεύσαντό τι Λεοντοπολῖται τῆς ἑαυτῶν φύσεως ἡμερώτερον· ἀλλήλων ἀφέμενοι, τοὺς γείτονας παρανόμων ἐγράψαντο, ἐπεὶ μέχρι χθὲς καὶ πρώην ἀδελφοί τε ἐπ' ἀδελφοῖς, καὶ παῖς ἐπὶ πατρί, καὶ πατὴρ ἐπὶ τῷ γένει παρεκάλει τὸν δήμιον. τάχα δὲ οὐδὲ τὸ νῦν ἐγχειρούμενον καταλυόντων ἐστὶ τὴν ἀλληλοφονίαν τὴν πάτριον, ἀλλ' ἰδίᾳ μὲν ἕκαστος ἐπὶ τὸν ἑταῖρον φέρεται, κοινῇ δὲ ἡ πόλις ἐπὶ τοὺς οὐκ εὐτυχῶς ἀστυγείτονας. οὐ γὰρ ἀνεκτὸν αὐτοῖς, εἰ μὴ καὶ δημοσίᾳ τὸ σχῆμα τῆς πόλεως κατηγορικὸν εἴη καὶ συκοφάντου χώραν ὑπεισελεύσεται· ἀλλ' ἡμῖν γε εἰς τὸ μηδὲν ἀδικεῖν αὐτὰ τὰ κατηγορημένα σαφεῖς ἀποδείξεις παρέχεται, εὐτυχηκόσιν ἀκοὴν δικαστοῦ. γεωργεῖν δὲ ἡμεῖς, οὐκ ἀγορεύειν δίκας ἐμάθομεν. τί ποτ' οὖν ἀποδεδειγμένων αὐτοῖς πάλαι καὶ πρόπαλαι τῶν προσηκόντων μερῶν ὑπερβαίνειν ἀξιοῦσι, καὶ ἐφ' ἡμᾶς ἔρχονται τοὺς ὑπὲρ αὐτοὺς καιομένους, διψηροτέροις τε οὖσι καὶ ἠδικημένοις παρὰ τῆς θέσεως ἀπεμπολῶσιν ἀεὶ τὸ περιγινόμενον; ἐπειδὴ τῆτες οὐ περιγέγονεν ἀργύριον, αὐτὸ ἀξιοῦσι γενέσθαι τὰς ἡμετέρας συμφοράς. εἰς τοῦτο τείνουσιν αἱ πρώην γραφαί, καὶ σκοπὸς αὐτοῖς τῶν ψηφισμάτων οὐχ ἕτερος. ὁμολογοῦσι δὲ δή τι καὶ δεύτερον, ὃ παρὰ πρώτων ἡμῶν καὶ μόνων ἄξιον εἰρῆσθαι, παραστατικὸν ὂν τῆς ἀδικωτάτης αὐτῶν ἐγχειρήσεως. πόρρωθεν γὰρ αὐτοὶ κρηπῖδα τῇ συκοφαντίᾳ καταβαλλόμενοι ὑπὲρ ἀδείας τοῦ τοῖς μὴ προσήκουσιν ὕδασι χρήσασθαι, τῷ σεμνῷ τούτῳ δικαστηρίω πρόσοδον ἐποιήσαντο.

---

Synesius Phil., Homiliae. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2006.tlg008.local001/.
