Ancient Greek · ~14 min
Paragraph 1
Syntipas, Narrationes de Syntipa 1.1
Not analysed yet
. . . λέγει οὖν πρὸς τὴν ὁμόζυγον· τί ἐστι τοῦτο ὅπερ νῦν τεθέαμαι; οὐ διεστειλάμην σοι μηδʼ ὅλως τού- τοις ἡμῶν προσψαύειν τοῖς σιτίοις; “ἡ δʼ ὁμόζυγος καὶ οὐχ ἡψάμην αὐτῶν· “ἀπεκρίνατο. ἣ δὲ οὐδαμῶς ταύτῃ πεπίστευκεν, ἀλλὰ μᾶλλον κατʼ αὐτῆς ἀγριά- νασα, πλήττει θρασέως αὐτὴν καὶ τῆς ζωῆς ἀπορ- ρήγνυσι, καὶ μονωτάτη καταλιμπάνεται. ἐπιστάντος δὲ τοῦ χειμῶνος καὶ πολλῶν ὑετῶν τε καὶ νιφετῶν καταφερομένων, καὶ αὖθις ὁ σῖτος ἐκεῖνος τῇ τοῦ ἀέ- ρος ὑγρότητι νοτισθεὶς ὅλην ἐκείνην ὡς τὸ πρότερον τὴν θυρίδα πεπλήρωκεν. ὅπερ θεασαμένη ἡ περι- στερὰ τὴν αἰτίαν τῆς τε ἐλλείψεως καὶ τῆς ὡς πρῴην ὕστερον ἀναπληρώσεως καθʼ ἑαυτὴν ἐπέγνω. καὶ τὸ ἀπʼ ἐκείνου πικρῶς ἐπὶ τῇ ἀπωλείᾳ τῆς ὁμοζύγου μετεμέλετο, οὐδὲν δὲ τῆς μεταμελείας ἀπώνατο. οὕ- τως οὖν ἐπίσταμαι, ὦ βασιλεῦ, ὡς εἴπερ καὶ σύ τὸν υἱόν σου διαχειρίσῃ ἐκ ψιλῆς διαβολῆς τοῦ καταρά- του τοῦδε γυναίου, καὶ ταῦτά τι τοιοῦτο μὴ εἰδὼς ἐκείνου, καὶ τῷ σῷ κράτει ὡσαύτως συμβήσεται ὡς τῇ εἰρημένῃ περιστερᾷ, καὶ τοῖς κέντροις τῆς μετα- μελείας χαλεπῶς ἔσῃ νυττόμενος, ἀλλʼ οὐδέν σοι ὄφελος ἔσται. καὶ ἄλλης δέ μου διηγήσεως ἄκουσον, βασιλεῦ, περὶ τῶν γυναικείων σοι δηλούσης πα- νουργιῶν. Ἀνήρ τις ἦν γεωργικὴν μετιὼν ἐπιστήμην. οὗτος οὖν ἐν μιᾷ ἐξέρχεται εἰς τὸν ἀγρὸν αὐτοῦ τοῦ κατασπεῖραι αὐτόν. περὶ δέ γε τὴν ὥραν τοῦ ἀρί- στου ἡ τοῦ γεωργοῦ σύζυγος ὄψα ἡτοίμασεν ὄρνιθός τε καὶ μελιπήκτου ἐδέσματος. ἃ δὴ σπυρίδι ἐνθεῖσα πρὸς τὸν ἄνδρα ἐκόμιζε. συνέβη δὲ πορευομένην αὐ- τὴν διά τινος καταλύματος διελθεῖν. ἐλθοῦσαν δὲ ὁδοστάται ποθέν τινες ἐξορμήσαντες κατέσχον αὐτὴν καὶ ἐν ἐκείνῳ εἰσαγαγόντες τῷ καταλύματι βιαίως αὐτῇ συνεγένοντο, καὶ ἃ διεκόμιζεν ὄψα κατήδοντα ἀφελόμενοι. μικρὸν δέ τι τοῦ μελιπήκτου ἐδέσματος ὕστερον καταλιπόντες, καὶ εἰς μόρφωσιν ἐλέφαντος τουτὶ τὸ καταλειφθὲν ἐπισκευάσαντες, τῇ σπυρίδι ἐναπέθεντο, μηδέν τι περὶ τοῦδε εἰδυίας τῆς γυναι- κός, καὶ τὴν σπυρίδα κατεκάλυψαν. ἡ δὲ γυνὴ ταύ- την ἀνελομένη κεκαλυμμένην οὖσαν ὡς πρότερον καὶ ἀγνοοῦσα ὡς τὰ ἐν αὐτῇ παῤ ἐκείνων ὄψα ἐβρώθη, τὴν σπυρίδα πρὸ τῶν τοῦ ἀνδρὸς αὐτῆς ἀποθεῖσα ὀμμάτων διέστη βραχύ. ὁ δʼ ἀνὴρ αὐτῆς ἐκκαλύπτει καὶ ὁρᾷ μηδὲν ἕτερον ἔχουσαν τὴν σπυρίδα ἢ μόνον τὸ μελίπηκτον ἔδεσμα, τὸ τὴν μορφὴν ἔχον τοῦ ἐλέ- φαντος. ὅπερ ἰδών, „τί τοῦτο, γύναι; “πρὸς τὴν σύζυγον ἔφησεν. ἣ δὲ τὰς ὄψεις τῷ ὁρωμένῳ ἐπιβα λοῦσα, εὐθὺς τὸ αὐτῇ συμβεβηκὸς δρᾶμα κρύπτειν ἐκμηχανᾶται. καί φησι πρὸς τὸν ἄνδρα· „ταύτῃ τῇ νυκτί, καθευδούσης μου, ὄναρ ἐφάνη μοι ξένον. ἔδοξα γὰρ ἐλέφαντι ἐποχεῖσθαι καθʼ ὕπνους, καὶ τούτου ὀλισθήσασάν με τοῖς ποσὶν αὐτοῦ συμπατη- θῆναι. ἔξυπνος δὲ γενομένη πολλῷ συνειχόμην φόβῳ, καὶ αὐτίκα πρὸς τὸν ὀνειροκρίτην ἔσπευσα πορευ- θῆναι σὺν τάχει, καὶ τὰ ὁραθέντα διηγησάμην· καὶ ὃς τὸν ὄνειρον διαλύσας ἐνετείλατό μοι οὕτως εἰπών· ‘(ὡς) ἐλέφαντος μορφήν σε χρή, ὦ γύναι, ἐκ μελιπήκτου κατασκευάσαι ἐδέσματος καὶ τῷ ἀνδρί σου εἰς βρῶσιν ἀποκομίσαι, ὡς ἂν ὁ ὄνειρος οὗτος ἀκινδύνως σοι διαλυθείη.’ καὶ νῦν κατὰ ταύτας τὰς ὑποθήκας ὡς ὁρᾷς σοι πεποίηκα μὲν ἐγώ, σὺ δὲ λοιπόν, ὦ ἄνερ, προθυμότατα φάγε, ὡς ἂν μηδείς μοι προσγένοιτο κίνδυνος. “καὶ ὃς τὸ μελίπηκτον εὐθὺς ἐδηδόκει. ἡ δὲ γυνὴ τοιούτως πρὸς αὐτὸν προφασισαμένη ἐξ ἀνυπόπτου, τὸν τοῦ συνεύνου κένδυνον ὑπεξέφυγεν ἑαυτὴν περιποιησαμένη τὰ μά- λιστα. ὁ γὰρ ἀνὴρ αὐτῆς πᾶσιν οἷς αὐτῷ περὶ τού- του λελάληκεν ἀναμφιλέκτως πεπίστευκε. τοίνυν, ὦ βασιλεῦ, καὶ αὐτὸς ἐπίγνωθι τὸ ποικίλον τῶν γυναι- κείων μηχανημάτων· καὶ ὅτιπερ ἄν καὶ βουληθεῖεν, εὐ- φυῶς (εἰς) τὸ πονηρεύεσθαι καὶ συσκευάζειν ἔχουσι. “Τούτων δʼ ὀ Κῦρος καὶ πάλιν ἀκηκοὼς τῶν ῥημά- των, μὴ ἀποκτανθῆναι τὸν υἱὸν ἐγκελεύει.