# Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 12

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/12

Τούτων πάλιν τῶν λόγων τῆς μαινάδος ἀκούσας ὁ βασιλεὺς κελεύει πάλιν τὸν υἱὸν σφαγῆναι. κατʼ αὐτὴν οὖν τὴν ἡμέραν καὶ ὁ τρίτος σύμβουλος τῷ βασιλεῖ παραστάς, προσεκύνησε κατὰ τὸ ἔθος, αἰ- τῶν τοῦτον τῷ παραδείγματι προσέχειν καὶ ἀκούειν προσηνῶς. ὅτε καί φησιν· ,,ὦ βασιλεῦ, ζῆθι εἰς τὸν αἰῶνα. ἕν σε αἰτῶ, προσέχειν τοῖς ἐμοῖς λόγοις καὶ τούτων μὴ καταφρονεῖν ὡς ἐλαχίστων· οὕτω γὰρ ἐμάθομεν πολλάκις παρʼ ἀνθρώποις γίνεσθαι· οἱ γὰρ ἄνθρωποι, ὅπερ οὐδαμινὸν τυγχάνει, πολλάκις ἐπὶ μέγα αἴρουσι καὶ ὑψοῦσι καὶ ὡς ἐξαίσιον δια- τρανοῦσιν. ἄκουσον οὖν διηγήσεως συμμαρτυρούσης τῷ λόγῳ μου.

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
