# Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 13

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/13

,,Δύο χωρία ὑπῆρχον περιφανῆ, ἅτινα διὰ μό- νου μελισσείου κηρίου ὑπ’ ἀλλήλων διώλοντο· τοῦ δὲ βασιλέως ,,πῶς καὶ τίνι“ φήσαντος „τρόπῳ;“ ὁ φιλόσοφος πρὸς αὐτόν· „ἦν τις ἀνὴρ κυνηγός, καὶ ἐγένετο αὐτὸν μελίσσειον ἐφευρεῖν μετὰ κοφίνου. ὅπερ λαβών ὁ ἀνὴρ ἔφερε τοῦ πωλῆσαι αὐτό. ἔτυχε δὲ ἕνα τῶν αὐτοῦ κυνηγετικῶν κυνῶν συμπορεύ- εσθαι αὐτῷ. μετὰ δὲ τὸ διακομισθῆναι παρὰ τοῦ κυνηγοῦ τὸ μελίσσειον ἐκεῖνο βαράδιον, ἐνέτυχέν τινι τῶν ἐν τοῖς τροφίμοις κατὰ τὴν ἀγορὰν συνή- θειαν ἐχόντων καθῆσθαι· καὶ ἐθὼν οὗτος ὀρεκτικὸς ἐγένετο τοῦ ἀγοράσαι τὸ μελίσσειον σὺν κηρίῳ, καὶ ἐντὸς τοῦ μέλιτος τὴν χεῖρα βαλών ἕνεκα θεωρίας καὶ γεύσεως, τὶ ἐκπεσὸν ἐκ τῆς χειρὸς τοῦ κατέχον- τος, εὐθὺς μέλισσά τις ἐλθοῦσα καὶ τοῦ μελισσείου σταλάγματος ἐπικαθίσασα ἤσθιεν. ἦν δέ τις γυνὴ ἐκ τοῦ (αὐτοῦ ) ἐκείνου χωρίου, οὗ ὁ ἀγοράζων τότε κἀκεῖνος ἐτύγχανεν, ἐν τῇ ἀγορᾶ· ἥτις κρλῶς θεα- σαμένη ἔδραμεν ἐπʼ αὐτὸ καὶ ἔλεγεν ἐγνωκέναι τὸ μέλι καὶ τὸ βαράδιον (ὡς) ἐκ τοῦ χωρίου αὐτῶν ἐστι. καὶ δραμὼν ὁ κυνηγὸς ἐκεῖνος βίᾳ κατέσχε βουλο- μένην ἁρπάσαι τὸ μέλι. καὶ πολλῆς φιλονεικίας γε- νομένης, ὁ κυνηγετικὸς ἐκεῖνος κύων, ἰδών τὴν τοῦ κυρίου αὐτοῦ μάχην, πρός τε τὴν γυναῖκα καὶ τὸν 10 ἀγοραστὴν ἢρξατο ὑλακτεῖν. ὅθεν ὁ κυνηγὸς σπα- σάμενος καὶ τὴν μάχαιραν, ἐβούλετο τὸν ἀγοραστὴν ἀνελεῖν ὡς ἐκ τοῦ χωρίου αὐτῶν λέγοντα κλέψαι αὐτό. καὶ γέγονε μεταξὺ τῶν δύο τούτων μάχη με- γίστη, τοῦ μὲν λέγοντος κεκλοφέναι, τοῦ δὲ εὑρεῖν. [ἦσαν γὰρ καὶ οἱ δύο κάτοικοι τῶν δύο χωρίων ἐκείνων τῶν περιφανῶν.] καὶ μεγάλως ἑκάτεροι παρακινηθέντες, θυμοῦ ἐπλήσθησαν, ὡς ἐκ τούτου καὶ τοὺς ὁμοχώρους παρακινηθῆναι, ὅτι ὁ μὲν θη- ρευτὴς ἐκ τοῦ ἑνὸς ὑπῆρχε χωρίου, ὁ δὲ ἀγοράζων τὸ μέλι ἐκ τοῦ ἑτέρου. ἐπαναστάντες δὲ ἀλλήλοις, μαχαίρας ἔργον ἐγένοντο. θέασαι γοῦν, ὦ βασιλεῦ, ἐκ ποταπῆς ἀφορμῆς ἡλίκα δεινὰ ἐτελέσθησαν. καὶ νῦν ἐπάκουσόν μου, παρακαλῶ, καὶ μὴ ἀπὸ ψιλῆς καὶ ἀπατηλῆς συσκευῆς τὸν σὸν υἱὸν καὶ διάδοχον ἀνεξετάστως ἀποκτεῖναι θελήσῃς· ἀλλʼ ἐπίσχες ἕως οὗ τὸ ἀληθὲς περὶ αὐτοῦ σοι βεβαιωθείη. ὅμως καὶ ἄλλην διήγησιν ἀκουτισθεῖσάν μοι παρατίθημι.

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
