# Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 19

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/19

Τούτων ὁ Κῦρος παρὰ τῆς γυναικὸς ἀκούσας καὶ φοβηθεὶς μή πως ἑαυτὴν τῷ βλαβερῷ ἐκείνῳ κτείνῃ φαρμάκῳ, καὶ αὐτὸς αἰτία φανήσεται τοῦ θανάτου αὐτῆς, κελεύει πάλιν τὸν υἱὸν ἀναιρεθῆ- ναι. Τότε ὁ πέμπτος σύμβουλος καὶ φιλόσοφος κατὰ τὴν πέμπτην ἡμέραν εἴσεισι πρὸς τὸν βασιλέα, καὶ συνήθως αὐτὸν προσκυνήσας, φησί· „ζώοις εἰς τὸν αἰῶνα, βασιλεῦ. ἀκριβῶς γινώσκω σε, βασιλεῦ, ὡς ἄκρος τῇ γνώσει καὶ τῇ σοφίᾳ καὶ τῇ παιδεύσει γε- γένησαι· ἵνα τί τοίνυν ὁ οὕτω συνέσεως ἔχων ἀσυλ- λόγιστον ἀποφαίνῃ τὴν καταδίκην, εἰ μὴ πρότερον συζητεῖς καὶ ἐρευνᾷς τὴν ἀλήθειαν; ὅθεν καὶ ἄκου- σόν μου τῆς διηγήσεως.

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
