# Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 22

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/22

Τούτων ἀκούσας ὁ Κῦρος διεκώλυσε τὸν τοῦ παιδὸς φόνον. ἡ δὲ τοῦ βασιλέως ἐκείνη παλλακὴ ταῦτα μαθοῦσα, πάλιν εἰσέρχεται πρὸς αὐτὸν κατὰ τὴν πέμπτην ἡμέραν καὶ μετὰ δακρύων πολλῶν αὐτῷ ἔλεγεν ὅτι „θαρρῶ, ὦ βασιλεῦ, ὡς τοιαύτην μοι δί- κην κατὰ τῶνδέ σου τῶν φιλοσόφων καὶ τάχα συμ- βούλων [ὡς] ὁ θεὸς ποιήσει, ὥσπερ κατά τινος λέοντος καὶ πίθηκος πεποιηκέναι λέγεται.“ καὶ ὁ βασιλεύς· „`καὶ πῶς ἐγένετο κατʼ ἐκεῖνα τὰ ζῶα;“ ἣ δὲ ἀπεκρίνατο·

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
