# Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 26.1

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/26.1

Τούτων πάλιν τῶν λόγων ἀκηκοὼς ὁ Κῦρος προσέταξε μὴ φονευθῆναι τὸν υἱὸν αὐτοῦ. κατʼ αὐτὴν δὲ τὴν ἕκτην ἡμέραν σφόδρα καὶ μεγάλως ἡ γυνή, ὡς πολὺ κακὸν παθοῦσα, λελύπηται ἐπὶ τῷ τοῦ βασιλέως προστάγματι καὶ καθʼ ἑαυτὴν ἔλεγεν ὡς ,, εἰ μὴ τὴν σήμερον ὁ τοῦ βασιλέως υἱὸς φονευθῇ, τῇ αὕριον πάντως τῷ αὐτοῦ πατρὶ λαλήσει, καὶ εὐθὺς διὰ τῆς πρὸς τὸν πατέρα αὐτοῦ συντυχίας τὰ τῆς ἐμῆς κατασκευῆς πονηρὰ ἔργα φανερωθήσονται, καὶ τῷ θανάτῳ παραδοθήσομαι. πρέπει λοιπὸν ἐμαυ- τὴν αὐτοχείρως φονεῦσαι· οὐδʼ ὅλως γάρ τι ἄλλο τολμήσω εἰπεῖν τῷ βασιλεῖ·“ ταῦτα ἐν ἑαυτῇ ἡ πο- νηρὰ γυνὴ βουλευσαμένη καὶ τῷ φόβῳ δεινῶς ταρατ- τομένη, πρῶτα μὲν συνέλεξε πάντα τὰ πράγματα αὐτῆς καὶ τοῖς συγγενέσι καὶ γείτοσι διεμοίρασεν· εἶτα παρακαλεῖ αὐτοῦς συνάξαι ξύλα ξηρὰ καὶ φρύ- γανα. οἱ δέ γε συγγενεῖς καὶ γείτονες διὰ συντό- μων ἐσώρευσαν τὴν ὕλην καὶ μεγάλην ἀνῆψαν πυρ- καϊάν. ταύτης δὲ καιομένης, ὥρμησεν ἡ γυνὴ ἑαυ- τὴν ἐμβαλεῖν τῇ καμίνῳ, ὅτι ὑπώπτευε τῇ ἐπαύριον ὃ μέλλει πείσεσθαι. καὶ ἐπειδήπερ ἡ ἑβδόμη ἦλθεν ἡμέρα, ἐν ἡ ὁ παῖς λαλῆσαι τῷ βασιλεῖ ἔμελλε, διὰ τοῦτο ἡ γυνὴ ἠγωνίζετο καὶ πολλαῖς μερίμναις τὴν καρδίαν ἐβάλλετο· ἐγίνωσκε γὰρ ἀκριβῶς ἡ παμπό- νηρος ὅτι ὁπότε ὁ παῖς λαλήσει τῷ πατρί, οὐ μόνον ἐντροπὴν λάβῃ, ἀλλὰ καὶ θανάτῳ κακῷ παραδοθή- σεται διὰ τούς λόγους οὓς εἶπε πρὸς τὸν παῖδα αἰσχύνης γέμοντας καὶ ἐπιβουλῆς. τοῦ γοῦν τοιού- του παραδόξου τῆς γυναικὸς [κακοῦ] βουλεύματος εἰς πολλὰ μέρη τοῦ κάστρου λεγομένου καὶ ὑπὸ πολλῶν ἀνθρώπων βοωμένου, φθάνει ποτὲ καὶ εἰς τὰς τοῦ βασιλέως ἀκοάς· καὶ συντόμως διαμηνύσας τὴν γυναῖκα, φησὶ πρὸς αὐτήν· „διὰ ποίαν ἀφορ- μήν, ὦ γύναι, παραδίδεις σεαυτὴν τῷ πυρί;“ ἣ δὲ εἶπεν ὅτι ,,οὐκ ἤκουσάς μου, μὴ ἐκδικήσας με ἀπὸ τοῦ παιδός σου, καὶ οὐκ ἐφόνευσας αὐτὸν ὡς ἔπρεπε.“ καὶ ὁ βασιλεύς τοῖς λόγοις ὑπαχθείς, ὅρκους στε- ρεούς αὐτῇ δέδωκεν, ὅτι χωρίς τινος ἀμφιβολίας τὸν υἱὸν φονεύσει. ἡ δὲ μιαρὰ παλλακὴ καὶ πόρνη ἀπο- δεξαμένη τὸν λόγον, ἐκράτησεν ἑαυτὴν τοῦ τοιούτου ἐγχειρήματος τοῦ πυρός]. καὶ ὁ βασιλεύς αὐτίκα, δέδωκε τὴν ἀπόφασιν μετʼ ὀργῆς φονευθῆναι ἀν- υπερθέτως τὸν υἱὸν αὐτοῦ. τῆς οὖν ἀναισχύντου καὶ ἀπανθρώπου καὶ ὠμοτάτης καὶ θηριώδους ἀπο- φάσεως ἐξελθούσης, ὁ τοῦ βασιλέως ἕβδομος καὶ φιλοσοφώτατος σύμβουλος ἀκούσας καὶ οἱ λοιποὶ [ἕτεροι] ἓξ σφόδρα ἠγανάκτησαν ἀνιαθέντες ἐπὶ τῷ τοῦ βασιλέως υἱῷ, ὁρῶντες ἀναίτιον [καὶ] ὡς κακοῦρ- γον κινδυνεύοντα. καὶ ὁμοῦ ἐφίστανται τῷ τοῦ βασιλέως σπεκουλάτωρι ἤδη τὴν σπάθην πρὸς τὴν σφαγὴν τοῦ παιδὸς ἑτοίμην φέροντι, παρακαλοῦντες ὀλίγον ἀκαρτερῆσαι τὸν τοῦ παιδὸς φόνον, ἕως ἄν ὁ τῶν συμβούλων καὶ φιλοσόφων ἕβδομος πρὸς τὸν βασιλέα εἰσέλθῃ καὶ ἐξέλθῃ. οὐ μόνον δὲ τὸν σπε- κουλάτωρα παρεκάλουν, ἀλλὰ καὶ δῶρα δεδώκασιν· ὅστις καὶ τοὺς τοιούτους ἐντραπεὶς ἄνδρας, ἤκουσε τὴν αὐτῶν παράκλησιν καὶ ἀνέμεινεν. ὁ δὲ τῶν συμβούλων καὶ φιλοσόφων ἕβδομος πρὸς τὸν βασι- λέα ἐλθών καὶ κατὰ τὸ ἔθος προσκυνήσας, „ζῆθι“ ἔφη „ὡ βασιλεῦ, εἰς τὸν αἰῶνα.“ καί φησι· „γι- νώσκειν σου τὸ κράτος παρακαλῶ, ὅτι ἐξαίσιον πρᾶγμα καὶ ἔξω φύσεως καὶ ἀδικώτατον δοκιμάζεις ποιῆσαι, ὅτι σου τὸν υἱὸν μαχαίρας ἔργον γενέσθαι προσέταξας διὰ μικρὰν γυναικὸς ὑπόσχεσιν καὶ ὅρ- κον οὕτως ἀνεξετάστως κρατηθεὶς καὶ ἀκούσας τῶν λόγων αὐτῆς, καὶ ταῦτα μὴ γινώσκοντός σου κἂν ἀληθῆ κἂν ψευδῆ τὰ λεγόμενα κατʼ αὐτοῦ. ἤκουσα δὲ καὶ τοῦτο, ὡς διὰ πολλῶν εὐχῶν καὶ νηστειῶν ἔτι γε μὴν καὶ ἐλεημοσυνῶν ἀπὸ θεοῦ ἡ τούτου μή- τηρ τὸν παῖδα ἐξαιτήσατο· ὃν γοῦν ὁ θεὸς διπλῶς σοι δέδωκε, κατὰ τὴν φύσιν καὶ τὰς τῆς δεσποίνης ἱκεσίας, διὰ ῥῆμα γυναικὸς ἀνεξέταστον θανάτῳ αὐτὸν παραδίδως; ἀλλʼ ὅμως νῦν ἱκετεύω ἀκοῦσαί μου τῶν ῥημάτων τουτωνί·

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
