# Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 27.1

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/27.1

Ἀνήρ τις δαιμόνιον εἶχε, μαντευόμενος καὶ λέγων ὅσα ἐρωτοῦσαν αὐτὸν οἱ ἄνθρωποι· ὅστις δαίμων ἐκαλεῖτο πνεῦμα πύθωνος· τάχα δὲ λέγων οὗτος ὁ ἄνθρωπος ἐκ τοῦ δαίμονος συνῆγε κέρδη πολλά. οὐ μόνον δὲ προέλεγεν, ἀλλʼ ὑπὸ τῆς μαν- τείας καὶ ἰατρικὴν ἐγνώριζε. λοιπὸν εἴ τις ἄνθρω- πος ἠρώτα αὐτὸν περὶ ἀφανῶν πραγμάτων, τὰς ἀπολογίας ἑτοίμως ἀπέδιδεν. οὗτος οὖν ὁ ἀνὴρ ἀπὸ τῆς τοιαύτης μεταχειρίσεως ἐπεσώρευε χρὴματα πολλά. μιᾷ γοῦν τῶν ἡμερῶν τὸ κατοικοῦν ἐν τῷ ἀνθρώπῳ πνεῦμα εἶπεν ὡς ,ἐγὼ ἀπὸ τοῦ νῦν ἀπέρχομαι ἀπὸ „σοῦ, καὶ πλέον οὐκ ἔχεις με. πλὴν πρὸ τοῦ ἐξελ- „θεῖν με ἀπὸ σοῦ, λόγους τρεῖς παραγγέλλω σοι· καὶ „οἷον ἂν (διὰ) τῶν τριῶν λόγων ζητήσῃς παρὰ θεοῦ, „εὐθὺς δοθήσεται.“ ταῦτα εἰπών ὁ δαίμων τῷ ἀν- δρὶ ἐφανέρωσε καὶ τούς τρεῖς λόγους. εἶτα μακρὰν διέβη τοῦ ἀνδρός. καὶ ὁ ἄνθρωπος, τοῦ μαντικοῦ δαίμονος ἀπʼ αὐτοῦ ἐξελθόντος, μετὰ λύπης ἦλθεν καὶ εἰς τὴν οἰκίαν αὐτοῦ εἰσέδυ. ἰδοῦσα δὲ αὐτὸν ἡ γυνή, ,τί οὕτως· ἔφησε „σκυθρωπὸς καὶ ὠχρο- „τατος γέγονας;“ καὶ ὁ ἀνὴρ ἀπεκρίνατο· „ὦ γύ- „ναι, τὸ τοῦ πύθωνος ἐκεῖνο πνεῦμα, διʼ οὐ ἐμαν- „τευόμην καὶ τὰς ἰατρείας ἐποίουν, ἐξῆλθεν ἀπʼ ἐμοῦ τελείως· καὶ διὰ τοῦτο πῶς δύναμαι ζῆν; „παῥ ἐκείνου γὰρ τούς λόγους ἐδιδασκόμην καὶ „προέλεγον καὶ εἶχον τὰ κέρδη· ἡ δὲ γυνὴ τῶν λόγων ἀκούσασα, κἀκείνη ἐλυπήθη. ὁρῶν δὲ αὐτὴν ὁ ἀνὴρ πικρῶς κλαίουσαν, ἐπεχείρει παραμυθεῖσθαι αὐτὴν καὶ λέγει πρὸς αὐτήν· „μὴ λυποῦ, ὦ γύναι· „τὸ γὰρ πνεῦμα ἐκεῖνο τρεῖς λόγους με παρήγγειλεν, „ὥστε διʼ ἐκείνων τῶν τριῶν λόγων ὅπερ ἂν ἀπὸ „τοῦ θεοῦ ζητήσω, ἔξω ἀπὸ τοῦ θεοῦ. καὶ ἐφανέ- ρωσέ μοι ὅτι ἄμα τοῦ ζητῆσαι ἐμὲ γενήσεται.“ τού- τοις τοῖς λόγοις ἡ γυνὴ καλοκαρδίσασα, „ὦ ἄνερ, ἀρκετά σοι“ ἔφη ,τὰ τρία λόγια εἰς τὸ ἔμπροσθεν.“ ὁ δὲ ἀνὴρ πάλιν λέγει· „τί οὖν συμβουλεύεις μοι αἰτήσασθαι ἐκ θεοῦ;“ ἡ δὲ γυνὴ πονηροτάτη ὑπ- άρχουσα καὶ πρὸς ἀπρεπεῖς ὀρέξεις καὶ παραλό- γους δεδουλωμένη καὶ τὴν συνουσίαν ἀγαπῶσα, φησίν· „οἶδα, ὦ ἄνερ, ὡς καὶ σύ τοῦτο γνωρίζεις· „οὐδὲν ἄλλο ἀγαπητικώτερον εἰς τούς ἀνθρώπους „ἐστὶν ἢ μόνον τὸ κοιμᾶσθαι ἄνδρα μετὰ γυναικός· „ζήτησαον οὖν τὸν θεὸν πολλούς ὄρχεις γενέσθαι ἐν „τῷ σώματί σου.“ ὁ δὲ ἄφρων ἐκεῖνος ἀνὴρ τὴν τοιαύτην ἄμα δέησιν ἐποιεῖτο, καὶ ἅμα τῇ εὐχῇ αὐ- τοῦ ὅλον τὸ σῶμα γέγονε μεστὸν καὶ νεφρῶν καὶ ὄρχεων· ἅπερ ἰδών ὁ ἄθλιος ἑαυτὸν ἐβδελύττετο, καὶ τὴν γυναῖκα ἰσχυρῶς τύπτει καὶ καθυβρίζει. καὶ τοσοῦτον ἠγριώθη κατʼ ἐκείνης, ὡς βουληθῆναι καὶ αὐτὴν ἀποκτεῖναι, λέγων πρὸς αὐτήν· „αὕτη σου „ἐστὶν ἡ καλὴ συμβουλή, ὦ κατάρατον γύναιον, ἡ „φέρουσα ἡμῖν κέρδος; οὐκ ἐνετράπης αὐτὴν τὴν „πονηρὰν βουλὴν καὶ αἰσχύνης γέμουσαν βουλεύ- σασθαί με;“ ἢ δὲ πρὸς αὐτὸν ἀντέφησε· „τί „τοσοῦτον ὀργίζεσαι, ἄνθρωπε; μηδὲν ταραχθῇς ἢ λυπηθῇς περὶ τούτου· ἕτεροι γὰρ δύο λόγοι ἀπέ- „μεινάν σοι. καὶ παρακάλεσον τὸν θεὸν διὰ τοῦ „ἑνὸς ῥήματος τούς ἰθυφάλλους τούςδε ἀπὸ σοῦ „διαβῆναι.“ καὶ ἄμα, τῇ συζύγῳ πεισθείς, αἰτεῖται παρὰ θεοῦ καὶ ἠλευθερώθη τῶν ὄρχεων· ἔχασε δὲ μετὰ τούτων καὶ ἅσπερ εἶχεν ἀπὸ γενέσεως. εὐθὺς οὖν ὁ ἀνὴρ πάλιν ἀπὸ τῆς λύπης ἐπὶ πλέον κατὰ τῆς γυναικὸς ἀγριοῦται καὶ δοκιμὴν ποιεῖται τοῦ θανατῶσαι αὐτήν. ἣ δέ φησι· „διὰ τί ὁρμᾷς θανα- „τῶσαί με; μηδὲν γὰρ ἐπὶ τῷ γενομένῳ νῦν λυποῦ· „εἷςὶς γὰρ ἔτι λόγος σοι ἀπέμεινε. καὶ ζήτησον τὸν „θεὸν τούς ἀπὸ γεννήσεώς σου ὄρχεις ἀπολαβεῖν.“ ὃ δὲ τοῦτο ζητήσας μόλις ἔτυχε τοῦ ζητήματος.

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
