# Liber Suntipae 31

Syntipas, Liber Suntipae, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/31
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/syntipas/text/31
CTS URN: urn:cts:greekLit:tlg3118.tlg001:31

Ἀπὸ τούτων γοῦν, ὦ βασιλεῦ, τῶν ἐξηγηθέν- των τῷ κράτει σου παρὰ τῆς ἐμῆς οὐθενότητος καὶ εὐτελείας γνῶθι ἀκριβῷς ὡς ἀτελείωτός ἐστιν ἡ τῶν γυναικῶν πονηρία, καὶ μὴ οὕτως ἀπλῶς καὶ ἀνεξε- τάστως ὑπακούσῃς πρὸς τὸν τοῦ υἱοῦ σου φόνον διὰ μόνην ἄκαιρον καὶ μανιώδη γυναικὸς κατηγορίαν. εἰ γὰρ τὸν σὸν παῖδα φονεύσεις, τίς ἄρα ἐστὶν ὁ τῆς σῆς βασιλείας διάδοχος καὶ κληρονόμος τοῦ γέ- νους σου καὶ τῆς ἀρχῆς; μὴ ἡ κακοσύμβουλος γυνὴ τὴν σὴν ἀρχὴν καὶ βασιλείαν διαδέξεται; καὶ τίς ἐστιν ὁ θαρρήσας ἐπὶ τὸ σὸν κράτος ὥστε δουλεῦ- σαί σοι; καὶ εἰ οὐ φθάσει ἀμοιβὰς παρὰ σοῦ λαβεῖν ἕνεκα ὧν σοι δεδούλευκε, παρὰ τίνος ἔξει τὰς ἀμοι- βάς, τοῦ υἱοῦ σου ἀδίκως παρὰ σοῦ φονευθέντος; ὅπερ καὶ εἰς ὅλην τὴν οἰκουμένην ὄνειδος ἔσται σοι αἰώνιον.“

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
