# Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 33.1

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/33.1

Εἶτα τῆς ὀγδόης ἐπιστάσης ἡμέρας λύεται μὲν τοῦ τῆς σιωπῆς δεσμοῦ ἡ τοῦ παιδὸς γλῶσσα. καὶ ἀρξάμενος λαλεῖν, λέγει πρός τινα γυναῖκα ἱσταμέ- νην ἔμπροσθεν αὐτοῦ· ,,συντόμως ἀπελθοῦσα, ὧ „γύναι, κάλεσόν μοι τὸν πρῶτον τοῦ πατρός μου „σύμβουλον καὶ φιλόσοφον.“ δὲ πρὸς τὸν φιλό- σοφον [ἄνδρα] τῶν ἄλλων διαφορώτατον ἀπελθοῦσα, λέγει τῷ ἀνδρὶ ὡς ,,ὁ τοῦ βασιλέως υἱὸς μηνύει σε „πρὸς αὐτὸν παραγενέσθαι.“ ὁ δὲ φιλόσοφος δρο- μαίως πρὸς αὐτὸν παραγίνεται καὶ τοῦτον ἀσμένως ἐναγκαλισάμενος ἠσπάσατο. καὶ ὁ παῖς ἄμα τῷ φι- λοσόφῳ ἐφανέρωσε τὴν αἰτίαν, διʼ ἢν τὰς ἑπτὰ ἡμέρας ἦν σιωπῶν, ἀλλὰ καὶ ὅσα ἡ παλλακὴ τοῦ βασιλέως εἶπε πρὸς αὐτόν, καὶ προσέθηκε λέγων καὶ τοῦτο ὅτι ,μεγάλας καὶ πολλὰς (ἔχω) χάριτας τῷ θεῷ καὶ ὑμῖν, ὅτι με ἀδίκου θανάτου τὸν ἀναίτιον ἐλυτρώσασθε καὶ τῶν κατασκευῶν τῆς μιαρὰς γυ- ναικός, ἃς ἐποιεῖτο πρὸς τὸν πατέρα μου, ἐξηρπά- σατε. ἀλλὰ νῦν, φίλων πιστῶν ἀληθέστατε, πορεύ- θητι πρὸς τὸν πατέρα μου τὸν βασιλέα, καὶ ὅσα σοι εἶπον φανέρωσον πρὸ τοῦ τὸ μιαρὸν γύναιον εἰσελ- θεῖν καὶ τὰς ἀκοὰς τούτου διαφθεῖραι.“ καὶ ὁ φι- λόσοφος „γίνωσκε, ὦ δέσποτα καὶ νεανία, ὡς καὶ ὁ σὸς διδάσκαλος εὐθύς (μετὰ) τὸ ἀκοῦσαί σε φθέγ- ξασθαι, πρὸς τὸν βασιλέα πορεύσεται.“ ἅμα τοίνυν τῷ λόγῳ μετὰ σπουδῆς ὁ φιλόσοφος ἧκε πρὸς βασι- λέα καὶ συνήθως προσκυνήσας, „ζῆθι, βασιλεῦ,“' ἔφη, „εἰς τὸν αἰῶνα μετὰ τοῦ διαδόχου σου. χαρὰς ,,ἥκω εὐαγγέλια κομίζων σοι σήμερον· ὁ γὰρ υἱός „σου, τῶν (τῆς) σιωπῆς δεσμῶν λυθείς, ἄρτι ὡς „ἀηδών λαλεῖν ἤρξατο κἀμὲ πρὸς τὸ σὸν κράτος διέ- „πεμψε ταῦτα διασαφῆσαι. ὁ δὲ βασιλεύς τούτων ἀκούσας τῶν λόγων, χαρᾶς ἀπείρου πλησθεὶς καὶ ὥσπερ ἄλλος ἐξ ἄλλου ὑφ᾿ ἡδονῆς γενόμενος, πρῶτα μὲν δώροις ἐδεξιώσατο τὸν φιλόσοφον, εἶτα καὶ δο- ρυφόρους στείλας μετεκαλεῖτο τὸν παῖδα. ὁ δὲ παῖς παραγενόμενος τῷ πατρὶ προσεκύνησεν. ὁ δὲ βασι- λεύς καὶ πατὴρ τοῦ θρόνου ἀναστὰς ὑπὸ περιχαρίας, τῷ υἱῷ χαριέντως προσυπήντησε καὶ τοῦτον ἀγκαλι- σάμενος ποθεινότατα ἠσπάζετο. ὁ δὲ παῖς ἀνοίξας τὸ στόμα χαίρειν τῷ πατρί τε καὶ βασιλεῖ προσεφθέγ- ξατο. ὁ δὲ πατὴρ τῆς χειρὸς κρατήσας, συνεδριάζειν αὐτῷ ἐπὶ τῆς βασιλικῆς καθέδρας ἐκέλευσεν. εἶτά φησι πρὸς τὸν φίλτατον υἱόν· „τίς ἐτύγχανεν, ὦ παιδίον ἐρασμιώτατον, ἡ αἰτία τῆς τοσαύτης σοῦ σιω- πῆς καὶ ἀφωνίας ἐπὶ ταῖς παρελθούσαις ἑπτὰ ἡμέ- ραις: καὶ διὰ τί οὐδʼ ὅλως ἐν αὐταῖς μοι λελάληκας, ὡς καὶ ἐμὲ ὑπο τῶν τῆς γυναικὸς ῥημάτων διὰ τὴν σιωπὴν ὑπαχθῆναί σε ἀνελεῖν· ὅ δὲ νέος τῷ βα- σιλεῖ καὶ πατρὶ ἀπεκρίνατο· ,,ὁ θεός, ὦ βασιλεῦ, ὅστις ἐστὶ βοηθὸς ἀεὶ τῷ ἀνθρωπίνῳ γένει, οὗτός με τῆς ἀδίκου σφαγῆς διεφύλαξεν. ὅτι δὲ οὐκ ἐφθεγ- γόμην τῷ κράτει σου ἐπὶ ταῖς ῥηθείσαις ἡμέραις, γίνωσκε, δέσποτα, ὡς ὑπὸ τοῦ διδασκάλου μου Συν- τίπα παρηγγελμένος ἤμην τοῦ μηδʼ ὅλως ἐντὸς ἑπτὰ ἡμερῶν λόγον λαλῆσαί τινα. ὅτι δὲ καὶ ἡ γυνὴ αὕτη πρὸς τὴν σφαγήν μου τὸ κράτος σου παρεκίνει, γνω- ρίζω σοι, βασιλεῦ, καὶ περὶ τούτου ὡς ὅταν ὁ και- ρὸς τοῦ μαθήματός μου ἐπλήρωσε καὶ ὁ διδάσκαλος ἔπεμψέ με πρὸς σὲ καὶ ἐλθὼν οὐκ ἐλάλουν σοι. παρέδωκάς με δὲ αὐτῇ· ἢ καὶ ἀπήγαγέ με εἰς τὴν οἰκίαν αὐτῆς καὶ ἀρξαμένη λαλεῖν με, ἐφάνη ἀκό- λαστος καὶ πόρνη, πρὸς συνουσίαν καὶ μῖξιν ἑαυ- τῆς παρακινοῦσα· προῃρεῖτο γὰρ συγγενέσθαι με αὐτῇ· ἐγώ γοῦν τὸ ἀναιδὲς ἰδὼν τῆς γυναικὸς καὶ τὸ ἄπρεπον τοῦ λόγου ἀκούσας, καὶ κατʼ αὐτῆς με- γάλως θυμωθείς, ἐπελαθόμην καὶ τῆς τοῦ διδασκά- λου μου παραγγελίας διὰ τὴν ἄτακτον ὀρμὴν αὐτῆς, καὶ λύσας τὴν σιωπὴν εἶπον πρὸς αὐτὴν ἡμέρως καὶ προσηνῶς ὅτι ,οὐκ ἀπολογήσομαι ὅσα μοι λέγεις, ὦ γύναι, πρὸς σέ, ἕως οὐ ἑπτὰ ἡμέραι παρέλθωσιν „ἀπὸ τῆς σήμερον, καὶ τῶν ἡμερῶν παρελθουσῶν „ἀπολογήσομαί σοι τότε καθὼς πρέπει σοι περὶ ὧν „ἐλάλησας πρὸς ἐμέ.“ ταῦτα οὖν, ὦ βασιλεῦ, τῇ γυναικὶ ἀπεκρίθηκα, μηδὲν ἕτερον πρὸς αὐτὴν εἰ- πὼν ἢ λαλήσας· ἀλλʼ οὐδὲ ἄλλῳ τινὶ λελάληκα ἕως τῆς παρούσης ἡμέρας. διότι γοῦν ἔγωγε οὐκ ἐποίησα ἅπερ ἡ γυνὴ ἠγάπα, ἐκείνη φοβηθεῖσα καὶ ὑπολα- βοῦσα ὅτι δι᾿ ἅ μοι εἶπεν, ἐὰν ἄρξωμαι λαλεῖν, κιν- δυνεῦσαι μέλλει, ἠγωνίζετο ἐντὸς τῶν ἑπτὰ ἡμερῶν ἀπολέσαι με, καὶ τὸ σὸν κράτος πρὸς τὴν σφαγήν μου ἡ κακὴ καὶ δολία γυνὴ παρεκίνει. αὕτη ἡ αἰτία τῆς σιωπῆς, δέσποτα, ἣν ἐδήλωσα τῇ σκηπτουχίᾳ σου. τὸ λοιπόν, ὦ βασιλεῦ, εἰ θέλει τὸ κράτος σου, ὁρισάτω ἐλθεῖν ἀρκετὸν ὄχλον καὶ λαὸν καὶ πάντας τοὺς φιλοσόφους, ὅπως ἀκουόντων αὐτῶν ἐγὼ φα- νερώσω ἐπὶ τοῦ βασιλικοῦ βήματος ὅσα διδασκαλι κῶς ὁ φιλόσοφος Συντίπας ἐδίδαξέ με.“ τούτων τῶν ἐκ τοῦ υἱοῦ λόγων ἀκούσας ὁ βασιλεὺς ἐπὶ πολὺ ἔχαιρε καὶ ἠγαλλιᾶτο. καὶ προστάττει πάντας τοὺς φιλοσόφους καὶ ἁπλῶς τοὺς λόγου μετέχοντας καὶ τοὺς αὐτοῦ μεγιστάνους καὶ ἄρχοντας παραγε- νέσθαι. καὶ δὴ πάντων συνελθόντων καθὼς ὁ βα- σιλεὺς διωρίσατο, ἦλθε καὶ ὁ τοῦ παιδὸς διδάσκαλος καὶ μέχρις ἐδάφους προσκυνήσας, ἐκάθισεν. ὅτε καὶ ὁ βασιλεὺς ἔφη αὐτῷ· ,,ποῦ ἤσουν μέχρι τοῦ νῦν, ὦ σοφώτατε Συντίπα; ὅτι καὶ διὰ τὸ σὲ μὴ φαίνε- σθαι παρὰ μικρὸν ἀπέκτεινον ἂν τὸν υἱόν μου.“ ὁ δὲ Συντίπας τῷ βασιλεῖ ἀπεκρίνατο· „ἐγώ, βασι- λεῦ, τῷ υἱῷ σου παρήγγειλα ἐν ἡμέραις ἑπτὰ σιω- πᾶν, διότι τὰ τῆς αὐτοῦ τύχης διʼ ἀστρολογικῆς ἐρευνήσας μεθόδου, ἐγνώρισα εὑ ρὼν ὡς εἰ ἐντὸς ἑπτὰ ἡμερῶν λαλήσει, θανάτῳ ὐποβληθείη. διὰ τοῦτο κἀγὼ μακρὰν ἀπὸ τῆς βασιλείας σου ἐκρύβην, ἕως οὗ παρέλθῃ ἡ διωρία αὕτη. ὅθεν καὶ καλῶς πε- ποίηκε μηδʼ ὅλως λαλήσας σοι ἐν αὐταῖς ταῖς ἡμέ- ραις.“ ὁ δὲ βασιλεύς ἔφη χάρις μεγίστη λοιπὸν τῷ θεῷ, ὅτι μου τὸν υἱὸν ἐκ τῆς ἀδίκου σφαγῆς διεφύλαξεν· εἰ γὰρ ὁ υἱός μου ἐφονεύετο παρʼ ἐμοῦ, ἐκινδύνευεν ἐξαλειφθῆναι ἐκ γῆς τὸ ἐμὸν ὄνομα.“ ταῦτα εἰπών ὁ βασιλεύς προσκαλεῖται τούς φιλοσό- φους αὐτοῦ καὶ πλησιέστερον αὐτοῦ μετὰ τοῦ Συν- τίπα παραστησάμενος, τοῦ παιδὸς ἐκ δεξιῶν συγ- καθέδρου ὑπάρχοντος, ἠρώτα τούς φιλοσόφους λέ- γων· „εἴπατέ μοι νῦν, ὦ ἄνδρες· ἐὰν τὸν υἱὸν μου ἐφόνευον ἐντὸς τῶν ἑπτὰ ἡμερῶν, τίνι τὸ αἴτιον τοῦ φόνου ἐπεγέγραπτο, ἐμοί, τῷ θἱῷ μου, ἢ τῇ γυ- ναικί;“

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
