# Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 36

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/36

Ἄνθρωπός τις τράπεζαν πολυτελῆ οἰκονομήσας, πολλούς διὰ φιλίαν φαγεῖν προκαλέσατο. εἶτα τῶν κεκλημένων καθεσθέντων καὶ ἐσθιόντων, ᾠκονόμη- σεν αὐτοῖς πιεῖν γάλα. καὶ πέψωας (τὴν δούλην) εἰς τὸν φόρον τοῦ ἀγοράσαι γάλα τοῖς κεκλημένοις, ἀνέμενεν αὐτήν. αὕτη δὲ ἀγοράσασα τὸ γάλα καὶ ἐπιθήσασα τὸ γάλα] ἐπὶ τὴν ἑαυτῆς κεφαλήν, ὡς ἔθος τισὶ γυναιξὶ ποιεῖν, εἰς τὴν οἰκίαν τοῦ δεσπό- του αὐτῆς ἐπανήρχετο. ταύτης δὲ ἐρχομένης, ἄνω- θεν λοῦπος καταβὰς ὄφιν τινὰ ἥρπασε κρατῶν αὐ- τὸν ἐν τοῖς αὐτοῦ ὄνυξι. πετόμενος δὲ ἴσα κατέπτη τοῦ τζουκαλίου· καὶ ὁ ὄφις σφιγγόμενος σφόδρα ὑπὸ τῶν ὀνύχων τοῦ λούπου, ὑπὸ τῆς ἀνάγκης ἐξήμεσε τὸ φάρμακον· κἀκεῖνο χυθὲν κατέβη ἴσα εἰς τὸ στόμα τοῦ τζουκαλίου. καὶ οὕτω γενομένου, οὐδʼ ὅλως ἐνόησε τοῦτο ἡ δούλη, φέρουσα ἐπὶ κεφαλῆς τὸ τζουκάλιον. εἰσελθοῦσα δὲ εἰς τὸν οἶκον καὶ τὸ γάλα κομίσασα τοῖς ἐσθίουσιν, ἅπαντες ἔπιον ἐξ αὐτοῦ καὶ εὐθέως ἀπέθανον. εἴπατε οὖν μοι, φι- λόσοφοι, τίς τούτου τοῦ θανάτου γέγονεν αἴτιος.“

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
