# Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 42.1

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/42.1

Ἄκουσον δέ, ὦ θειότατε βασιλεῦ, καὶ τῆς περὶ τοῦ γηραιοῦ ἀνδρὸς διηγήσεως. ἄνθρωπός τις ἦν, ὃς εἶχε συνήθειαν πραγματεύεσθαι ξύλα μυριστικά· ὃς καὶ ἤκουσε παρὰ ἀνθρώπων ὅτι τὰ μυριστικὰ ξύλα εἰς τόδε τὸ κάστρον ἀκριβῶς εὑρίσκονται. καὶ εὐθύς ὁ ἔμπορος ἅπερ εἶχεν ἀρωματικὰ ξύλα ἀγο- ρασμένα λαβών, ἀπῆλθεν εἰς τὴν πόλιν ἐκείνην. ὡς δὲ ἐπεσώθη ἐκεῖ, κατεσκήνωσεν ἔξω τῆς πόλεως ἐκείνης, ἵνα μάθῃ πῶς ἡ τιμὴ τῶν ξύλων ἐκείνων ἐν τῇ πόλει ἐστι. διὰ μέσου δὲ τῆς ἡμέρας ἐκείνης ἰδοῦσα αὐτὸν μία δούλη τινὸς τῶν ἀρχόντων τῶν ἐγχωρίων ἠρώτησεν αὐτόν· ,,σὺ τίς εἶ; καὶ τί τὰ „ἐπιφερόμενα πράγματα;“ ὃ δὲ ἔφη· ,ἔμπορός εἰμι, „καὶ ταῦτα τὰ ξύλα μυριστικά.“ ἡ δὲ δούλη ἐκείνη τῷ ἰδίῳ δεσπότῃ ὅσα λελάληκεν αὐτῇ ὁ ἔμπορος ἐφανέρωσεν. ὁ δὲ κύριος τῆς δούλης πολύξευρος ὢν εὐθέως συνῆξεν ὅσα ἀρωματικὰ εἶχε ξύλα καὶ εἰς τὸ πῦρ ἔβαλε· καὶ ἀνάψαντος τοῦ πυρός, πολλὴ εὐθὺς ἐξῆλθεν εὐωδία ἐκεῖθεν. ἐκεῖ γοῦν πλησίον ὁ ἔμπο- ρος ὑπάρχων καὶ τῆς ὀσμῆς ἐκείνης πλησθείς, εἶπε τοῖς ἐκεῖ οὖσιν ἀνθρώποις· ,,πολλῆς εὐωδίας ξύλων „μυριστικῶν ἐμπίπλαμαι καί, παρακαλῶ, θεάσασθε „μήπως τις εἰς τὰ ἐμὰ ξύλα πυρκαϊὰν ἀνῆψε καὶ „καίονται τὰ ἡμέτερα.“ οἳ δὲ πρὸς αὐτὸν εἶπον „οὐδαμῶς ἐν τῷ σῷ φόρτῳ ἀνῆψέ τις πυρκαϊὰν ἢ „σπινθῆρα.“ καὶ πρωΐας γενομένης, εἰσῆλθεν εἰς τὴν πόλιν ἐκείνην ὁ ἔμπορος, καὶ συναντᾷ αὐτῷ ὁ τῆς δούλης ἐκείνης δεσπότης καὶ ἐρωτᾷ αὐτόν· „τί ἄρα εἰσὶ τὰ ἐν τῷ φόρτῳ φερόμενα;“ ὁ δὲ ἔμπο- ρος ἔφη· ,,ἀρωματικὰ ξύλα ἔφερον.“ ὁ δὲ ἐγχώ- ριος πρὸς τὸν ἔμπορον εἶπε· „τίς σε, ὦ ἄνθρωπε, ,,κατηνάγκασε τὰ τοιαῦτα ξύλα πρὸς ταύτην τὴν ,,πόλιν κομίσαι, παραιτησάμενος ἄλλα εἴδη ἀφʼ ὧν ἔμελλες κερδανοι; γίνωσκε γὰρ ὅτι ταῦτα τὰ ξύλα ἐνθάδε χρείαν οὐκ ἔχουσιν· οἱ γὰρ κατοικοῦντες „ἄνθρωποι ὧδε ὡς καύσιμα ἔχουσι καὶ τούτοις χρῶν- „ται εἰς κλίβανον καὶ φοῦρνον.“ καὶ ὁ ἔμπορος· „καὶ πῶς ἔστι τοῦτο, ὅτι ἐγὼ ἤκουσα ὅτι πλέον ἡ „πόλις αὕτη χρῄζει τῶν τοιούτων ξύλων ἢ ἄλλαι ,,πόλεις;“ ὅτε καὶ πρὸς τὸν ἔμπορον ἀπεκρίνατο· „οἱ ταῦτα εἰπόντες σε, μεγάλως σε ἠπάτησαν.“ τού- τοις τοῖς λόγοις ὁ ἔμπορος τὴν καρδίαν πληγείς, ἔμεινε λυπούμενος. ὁ δὲ ἀνὴρ ἐκεῖνος ἰδών τὸν ἔμ- πορον σφόδρα λελυπημένον, λέγει πρὸς αὐτόν· ,,βλέ- „πω σε, φίλε, σφόδρα γεγονότα περίλυπον, καὶ ,,ἐλεῶ σε πολλὰ διὰ τὴν λύπην σου ταύτην. διὰ „τοῦτο τοίνυν, ἂν χρῄζῃς, ἐλθὲ καὶ πώλησόν με „τὴν πραγματείαν σου ὅλην, καὶ εἴ τι θέλεις, δώσω „σοι εἰς πινάκιν γεμάτον.“ ὁ δὲ ἔμπορος ἀνελογί- ζετο καθʼ ἑαυτὸν λέγων· ,,στοχάζομαι ὅτι κάλλιόν „ἐστι τοῦ δοῦναι τὴν πραγματείαν μου ὅλην τῷ ἀν- „δρὶ τούτῳ ἢ ἀπομεῖναι τὰ πράγματα ἀπούλητα· „καὶ ὅσα βούλεται δοῦναί μοι λήψομαι· τοῦτο γὰρ „κρεῖττόν ἐστιν ἢ ἀπομεῖναι τὰ πράγματα ἀπώλητα.“ καὶ τοῦτο ἐν τῷ νοῒ βουλευσάμενος, ἐπώλησε τὴν πραγματείαν πᾶσαν αὐτοῦ ὁ ἔμπορος πρὸς τὸν ἐγ- χώριον, συμβιβασθεὶς λαβεῖν, εἴ τι ἄρα καὶ ζητήσει, ἕνα πίνακα γεμισμένον. λαβὼν οὗν ὁ ἀγοράσας τὴν πραγματείαν τοῦ ἐμπόρου ἤγαγεν εἰς τὴν οἰκίαν αὐτοῦ, μηδενὸς τὸ καθʼ ὅλου γινώσκοντος περὶ τού- του. ὁ μὲν οὖν ἔμπορος ἐκεῖνος περιπατῶν ἐν τῇ πόλει, εἰσῆλθεν εἰς οἰκίαν γραΐδος τινὸς μετὰ τῶν συντρόφων αὐτοῦ τοῦ κατακλιθῆναι ἐκεῖ, καὶ ἐπη- ρώτα τὴν γραῦν ὁ ἔμπορος λέγων· ,,πῶς ἄρα, ὦ γύναι, τὰ ἀρωματικὰ ξύλα ὧδε πωλῶνται;“ ἣ δὲ ἔφη· „ἰσόσταθμα τῷ χρυσῷ ταῦτα πωλῶνται. πλὴν „λέγω σοι, ἔμπορε, πρόσεχε καλῶς ἀπὸ τῶν πολιτῶν „τῆςδε τῆς πόλεως· πανοῦργοι γὰρ καὶ δόλιοι εἰσιν „ἅπαντες καὶ ποικίλοι ταῖς πράξεσι, καὶ οὐκ ἔστι „δυνατὸν τὸν ἐνταῦθα ἐλθόντα ξένον μὴ παρὰ τού- „των φθοράν, εἰ δυναόν, (καὶ) τῆς ἑαυτοῦ ζωῆς ὑπο- „μεῖναι.“ ταῦτα εἰπούσης τῆς γραΐδος ἐκείνης, ἐξῆλθε τῆς οἰκίας αὐτῆς ὁ ἔμπορος θεάσασθαι τὰ ἐν τῇ πόλει, καὶ ὁρᾷ τρεῖς ἄνδρας ὁμοῦ ἐπὶ τὸ ἔργον καθεζομένους καὶ ἱστάμενος συχνῶς ἐνατενίζων ἔβλεπε τούτους. ἐκεῖνοι δὲ πάλιν ἑωρακότες τὸν ἔμπορον, εἶς ἀπὸ τούτων τῶν τριῶν λέγει πρὸς αὐ- τόν· „ἐλθέ, ὦ πάτερ, καὶ διαλεχθῶμεν ἐγώ καὶ σύ „πρὸς ἀλλήλους· καὶ ὅστις ἀφʼ ἡμῶν νικήσει ἐπὶ τῇ „τῶν λόγων στροφῇ καὶ πιθανότητι, ἐπιταξάτω τῷ „νενικημένῳ ποιῆσαι ὅ τι καὶ βούλεται ὁ νενικηκώς.“ ὁ δὲ ἔμπορος ἀπεριέργῳ τῇ γνώμῃ καὶ ἁπλοϊκῇ τῇ ψυχῇ· „ναί,“ φησί, ,,στέργω, καὶ γενέσθω ὡς ἐκέ- „λευσας.“ εἶτα ἐκάθισαν πρὸς ἀλλήλους διαλεγόμε- νοι. καὶ νενίκηκε τὸν ἔμπορον ὁ μῖμος ἐκεῖνος καὶ πανοῦργος ἀνὴρ καί φησι πρὸς αὐτόν· „ἰδού, ὡς „ὁρᾷς, ἐνίκησά σε τοῖς λόγοις μου, καὶ κατὰ τὴν „συμφωνίαν ἡμῶν ἐπιτρέπω σε πιεῖν πάντα τὰ τῆς „θαλάττης ὕδατα.“ ἐπὶ τούτοις οὖν ὁ ἔμπορος ἐν ἀπορίᾳ γέγονε, μὴ δυνάμενός τινα μηχανὴν εὑρη- κέναι εὐλογοφανῆ καὶ προβαλέσθαι τῷ μίμῳ εἰς ἀν- τίθεσιν, καὶ τοὺς αὐτοῦ βρόχους διαφυγεῖν. ἦν δὲ ὁ ἔμπορος τὴν ὅρασιν γλαυκόφθαλμος, ἔτυχε δὲ εἶναι καὶ τὸν ἕνα ἀπὸ τῶν τριῶν μίμων ἐκείνων μονόφθαλ- μον, γλαυκὸν δὲ τὸν ἕνα αὐτοῦ κεκτημένον ὀφθαλ- μόν. κἀκεῖνος δὲ ἀναστὰς ἐπελάβετο ἰσχυρῶς τοῦ ἐμπόρου λέγων· ,,σὺ τὸν ἕνα μου ἔκλεψας ὀφθαλμόν· „διὸ ἀπέλθωμεν πρὸς τὸν κριτὴν τῆς πόλεως, ὅπως „αὐτὸς ὁρίσῃ καὶ ἀποδώσῃς μοι τὸν ὀφθαλμὸν ὃν „ἔκλεψας.“ ἤκουσεν ἡ γραῦς ἡ ὑποδεξαμένη τὸν ἔμπορον, ὅτι πρὸς τὸν τῆς χώρας ἄρχοντα ἔσυρεν ὁ μῖμος τὸν ἔμπορον. καὶ συναντήσασα τούτοις, εἶπε πρὸς τὸν μῖμον ἡ γραῦς· „ἄφες, ἀξιῶ, σήμερον ἐγ- „γυητικῶς τὸν ἔμπορον, καὶ ἐγὼ αὐτὸν αὔριον πρωΐ, „ἐὰν ζητήσῃς, παραστήσω σοι.“ ὁ δὲ μῖμος ὑπα- κούσας τῇ αἰτήσει, κατέλιπε τὸν ἔμπορον. κἀκείνη μετʼ αὐτοῦ πρὸς τὸν ἴδιον οἶκον ἦλθε καὶ λέγει πρὸς αὐτόν· „ἐγὼ πάντως πρότερον παρήγγειλά σοι προσ- „έχειν ἀπὸ τῶν ἀνθρώπων τῆς πόλεως, ὅτι ἐπὶ πᾶσι „τοῖς ξένοις κακοὶ λίαν φαίνονται καὶ ἄγαν πονηροί, „καὶ μηδαμῶς φανερῶς ἐξέλθῃς ποτέ· σὺ δὲ ἐπεὶ „οὐκ ἤκουσάς μου τῆς συμβουλῆς, εὗρες καὶ τῆς „παρακοῆς τὰς ἀντιμισθίας. καὶ νῦν ἄκουσόν μου „ἀρτίως περὶ ὧν συμβουλεῦσαί σοι θέλω, ἐπεὶ τὰ ,,πρῶτα ἐσφάλης. γνωρίζω γάρ σοι ὡς οἱ τοιοῦτοι „μῖμοι ἔχουσί τινα καθηγητὴν καὶ διδάσκαλον, ὅστις „τῇ πονηρίᾳ τῶν ἄλλων πάντων ὑπερέχει καὶ νικᾷ „ἅπαντας. πρὸς αὐτὸν γοῦν ὡς διδάσκαλον πάντες „οἱ μῖμοι καθʼ ἑκάστην ἑσπέραν πορεύονται, καὶ „ἀπαγγέλλουσιν ἅπερ ἕκαστος διʼ ὅλης τῆς ἡμέρας „εἶπε καὶ ἔπραξε. νῦν οὖν ἐάσας πάντα, ἐπάκουσόν „μου τῆς ὠφελίμου ταύτης συμβουλῆς· ἐγερθεὶς „ἄλλαξόν σου τὸ σχῆμα, καὶ τὸν ἑαυτόν σου ποίη- „σον ὡς ἕνα τῶν μίμων, φορέσας καὶ ἱμάτια ὅμοια· „εἶτα κρυφίως ἀπελθών, συίξον σαυτὸν τῇ ἐκείνων „συντροφίᾳ· πλὴν πρόσεχε ἵνα μὴ γνωσθῆς ὑπ᾿ αὐ- „τῶν. συμπορεύθητι γοῦν πρὸς τὸν διδάσκαλον „αὐτῶν καὶ στῆθι ἐκεῖ πλησίον που, ὡς εἷς τῶν τυ- „χόντων καὶ κοινῶν τῆς πόλεως, καὶ ἄκουσον ὅσα „ἀπαγγελοῦσιν αὐτῷ οἱ μετὰ σοῦ ὁμιλήσαντες καὶ „ὅσα ἐκεῖνος πάλιν αὐτοῖς ἀποκριθήσεται, καὶ πᾶν ,,ὅ τι αὐτοῖς παρὰ τοῦ διδασκάλου λαληθήσεται ἐν „τῇ διανοίᾳ σου σημείωσον, ἵνα ἔχῃς ὅσα ἐκεῖνος „ἀποκριθῇ πρὸς αὐτούς εἰς ἀντίθεσιν τῶν ἐχθρῶν „τῶν πολεμούντων σε, καὶ μετὰ δυνάμεως πολλῆς „νικήσῃς τὴν πονηρίαν αὐτῶν· καὶ δὴ ἀπὸ τούτου „τοῦ τρόπου μέγα σοι προσγενήσεται κέρδος.“ ὁ δὲ ἔμπορος ἐποίησεν ὡς παρὰ τῆς γραὸς ἐδιδάχθηκεν. ὅθεν καὶ μετήλλαξε το ἑαυτου σχῆμα καὶ ἀπελθὼν ἔστη ἔγγιστα τοῦ γηραιοῦ ἐκείνου. καὶ πρῶτα μὲν ἑωράκει ἐλθόντα πρὸς αὐτὸν ἐκεῖνον τὸν ἀγοράσαντα τὰ ξύλα τῶν ἀρωμάτων, ὅστις ἀπήγγειλε τῷ καθη- γητῇ λέγων· ,,ἐγὼ συνήντησά τινι ἐμπόρῳ, ξύλα „πωλοῦντι τῶν ἀρωμάτων, καὶ τὸν φόρτον αὐτοῦ „ἅπόντα ἠγόρασα, συμφωνήσας δοῦναι αὐτῷ διὰ „τὴν τιμὴν τῶν ξύλων πίνακα γεμάτον ἐκ τῶν εἰ- „δῶν τῶν παρʼ ἡμῖν, ὧν ἂν ἐπιζητήσῃ.“ ὁ δὲ διδά; σκαλος ἠρώτησε· „τίνα γέ εἰσι τὰ παρὰ σοῦ συμ- „φωνηθέντα; ἆρά γε χρυσὸς ἢ ἄργυρος;“ ὁ δὲ μῖμος „οὐχί,“ φησί ,κύριέ μου, ἀλλὰ εἴδη ἀνώνυμα, „ἅπερ ἐκεῖνος ἐθελήσει ζητῆσαι, πίνακα πεπληρω- „μένον.“ ἔφη πρὸς αὐτὸν ὁ διδάσκαλος· „μεγάλως „ἔσφαλες τὸν ἑαυτόν σου· ἔστω γὰρ τυχόν· ἐὰν δόξῃ „τῷ ἐμπόρῳ ζητῆσαι ἀπὸ σοῦ ψύλλας ὅσας ἂν ὁ πί- „ναξ χωρῇ, εἶτα τὸ μὲν ἥμισυ πλῆθος τῶν ψύλλων „ἔστω θῆλυ, τὸ δὲ ἕτερον ἥμισυ ἄρσεν, καὶ μὴ μό- „νον ξανθοὺς εἶναι τούς ψύλλους καὶ ὑπομαύρους, „ἀλλὰ καὶ γλαυκοειδεῖς, ἆρα δύνασαι τοιαύτην δό- ,,σιν δοῦναι αὐτῷ ; πῶς γενήσεταί σοι ἐλευθερωθῆ- „ναι τῆς ὀχλήσεως αὐτοῦ ;“ καὶ ὁ μῖμος· „οὐ το- „σοῦτον, ὦ κύριέ μου, ὁ ἔμπορος σεσόφισται οὐδὲ „τοιαῦτα πονηρεύεσθαι ὁ αὐτοῦ νοῦς ἱκανός ἐστιν· „ἀλλʼ ὡς ὑπολαμβάνω, χρυσὸν ἢ ἄργυρον ὁ τοιοῦ- „τος ζητήσει παρʼ ἐμοῦ, καὶ οὐκ ἄλλο (τι).“ προσελ- θὼν οὖν καὶ ὁ ἐν τῇ διαλέξει νενικηκώς μῖμος τὸν ἔμπορον, ἀπήγγειλε τῷ καθηγητῇ ὡς „ἐγώ τῷ ἐμ- „πόρῳ τούτῳ συναγωνισάμενος εἰς πόλεμον λόγων, „ὅτι οἷος τὸν ἕτερον νικήσει, (ἐπιταξάτω τῷ νενικη- „μένῳ ὅτι ἂν βούληται, καὶ τοῦτον δεῖ) ἐκπληρώ- „νειν ἅπαντα τὰ ἐπιταχθέντα παρὰ τοῦ νενικηκότος „αὐτῷ· λοιπὸν ἐγώ νικήσας ἐν πάσῃ τῇ διαλέξει, „εὐθὺς ἐπέτρεψα αὐτῷ ἐκπιεῖν τὰ τῆς θαλάττης „ὕδατα.“ ὅτε καὶ ὁ καθηγητὴς πρὸς ἐκεῖνον ἀπεκρί νατο· ,,οὐδὲ σὺ καλῶς ἐποίησας· ἔστω γὰρ ἴσως „ἐκεῖνον εἰπεῖν πρὸς σέ· ἀπελθών πρότερον κράτη- „σον τοὺς ἐν τῇ θαλάσσῃ ῥέοντας ποταμούς καὶ τὰς „πηγάς, εἶτα ἐγὼ τὰ τῆς θαλάττης ἐκροφήσω ὕδατα, „ἅπερ καὶ μόνα ὑπεσχέθην σοι πεπωκέναι. εἰ οὖν „ταῦτα ὁ ἔμπορος ἀντιλέξει σοι, δύναμις ἔστι σοι „τοῦ εὐκόλως ἐμποδίσαι τούς ἐν τῇ θαλάσσῃ εἰσ- „ρέοντας ποταμούς καὶ πηγάς;“ ὁ δὲ μῖμος ἔφη· „γίνωσκε, κύριέ μου, ὡς οὐκ ἔστι δυνατὴ ἡ τοῦ ἐμ- „πύρου φρόνησις τὴν τοιαύτην ἀπολογίαν δοῦναι.“ εἶτα προσελθὼν καὶ ὁ μονόφθαλμος μῖμός φησι τῷ καθηγητῇ· „σήμερον, κύριέ μου, ἑώρακα ἐν τῇ ἀγορᾷ ,,ἄνδρα τινὰ ἔμπορον ξένον γλαυκοειδεῖς ἔχοντα „ὀφθαλμούς, καὶ τοῦτον ἐκράτησα ἰσχυρῶς λέγων· „σύ τε κἀγὼ γλαυκοὶ ὑπάρχομεν, καὶ σύ μου τὸν ,,ἕνα ἔκλεψας ὀφθαλμόν· λοιπὸν οὖν οὐδαμῶς ἀφήσω „σε, εἰ μὴ τὸν ἔνα σου ἐκβάλω ὀφθαλμὸν ἢ σὺ τὸν „ἐμὸν ὀφθαλμὸν ἰατρεύσῃς, κἂν πάντα σου τὸν „πλοῦτον ἐξοδιάσῃς.“ τότε εἶπεν αὐτῷ ὁ καθηγητής· „οὐδέ σύ τι κατώρθωσας· ἐὰν γὰρ φανῇ τῷ ἐμπόρῳ „εἰπεῖν σοι ὅτι ,,τοῦτο πρῶτον σημεῖόν ἐστι τῆς „προτάσεώς σου, ἵνα καὶ τὸν ὀφθαλμὸν ὃν ἔχεις ἐκ- „βάλῃς κἀγὼ τὸν ἕνα μου ὀφθαλμόν, καὶ ἐν ζυγίῳ „σταθμίσωμεν, καὶ οὕτως ἡ ἀλήθεια εὑρεθήσεται· „εἰ μὲν (οὖν) ἴσος εὑρεθῇ ὁ ἐμὸς ὀφθαλμὸς τῷ σῷ, „ἔχε αὐτόν, εἰ δὲ κατά τι ἄνισος, ἢ βαρύτερος ἢ „ἐλαφρότερος, τότε ὡς ψευδῆ μου κατηγορήσας καὶ „τὸν ἐμὸν ὀφθαλμὸν ἐκβαλὼν εὐθύνας καὶ τιμωρίας „καὶ ζημίαν (μεγίστην) ὀφλήσεις.“ τί ποιήσεις τότε, ,,ἐὰν οὕτως ὁ ἔμπορος ἀπολογηθήσεται; καὶ τὸ δὴ „χεῖρον, ὅτι εἰ τοῦτο ἐπὶ σοὶ γένηται, σὺ μὲν τε- „λείως ἔσῃ τυφλὸς καὶ πάντη ἀόμματος, ἐκεῖνος δὲ „τὸν ἕνα ὀφθαλμὸν ἔχων, πάλιν τὸ φῶς βλέπων „ἔσται.“ πρὸς ταῦτα ὁ μονόφθαλμος μῖμος ἀπε- „κρίθη τῷ καθηγητῇ· „ἀλλʼ οὐκ ἐπὶ τοσοῦτόν ἐστιν ,,ὁ ἔμπορος πονηρός, ὥστε τοιαῦτα λόγια ἀντιπαρα- ,,θεῖναι.“ ταῦτα οὕτω παρὰ τοῦ καθηγητοῦ καὶ τῶν μίμων λαληθέντων, ὁ ἔμπορος ἠκροᾶτο παρʼ ὅλην τὴν νύκτα, φυλάττων αὐτὰ ἐν τῇ καρδίᾳ αὐτοῦ. πρωίας δὲ γενομένης παραγίνεται ὁ ἔμπορος πρὸς τὸν ἀγοράσαντα τὰ ξύλα τῶν ἀρωμάτων καί φησι πρὸς αὐτόν· ἀπόδος μοι, φίλε, εἴ τι συνεβιβάσθη- „μεν περὶ τοῦ φόρτου, οὗ σε ἐπώλησα.“ ὁ δὲ μῖμος ἔφη· „ζήτησον, εἴ τι βούλει, κἀγώ ἑτοίμως ἀποδώσω ,,σοι.“ ὁ δὲ ἔμπορος ἀποκριθεὶς λέγει· „θέλω ἵνα „μοι δώσῃς ἐν τῷδε τῷ πίνακι ψύλλας ὅσας χωρεῖ, „ἀπʼ αὐτῶν δὲ τῶν ψύλλων τὸ ἥμισυ ἄρσεν, τὸ δὲ „λοιπὸν ἥμισυ θῆλυ, καὶ μὴ μόνον καὶ ὑπομαύρους „εἶναι τὰς ψύλλας, ἀλλὰ καὶ γλαυκοειδεῖς.“ οὕτως εἰπών ὁ ἔμπορος τῷ μίμῳ ἰσχυρῶς ὑπῆρχεν ἀναγ- κάζων αὐτὸν καὶ βιαζόμενος κατὰ πολύ, ἕως οὗ ὁ μῖμος ἔδωκε τῷ ἐμπόρῳ πλείονα τιμὴν τῆς δικαίας τιμῆς τῶν ἀρωματικῶν ξύλων· καὶ τότε μόλις ἀφῆκεν αὐτὸν τῆς ὀχλήσεως. εὑρὼν δὲ καὶ τοὺς ἄλλους δύο μίμους, τῷ τὸν ὀφθαλμὸν αὐτοῦ ζητοῦντι καὶ τῷ τὴν θάλασσαν ἐκπιεῖν ἐπιτρέψαντι αὐτῷ, ἔπνιγε γοῦν αὐτούς ἀναγκάζων ποιῆσαι ὅσα κρυφίως τοῦ διδασκάλου αὐτῶν λέγοντος αὐτοῖς (ἠκηκόει), καὶ τοσοῦτον αὐτοὺς ἔσυρε βιαίως, ἕως οὗ ἔλαβεν ἀπὸ τούτων ὡς νικήσας ὅσα ἠθέλησεν ὁ ἔμπορος· καὶ τότε ἀφῆκεν αὐτούς. Καὶ νῦν, ὦ δέσποτα βασιλεῦ, ἐξ ὧν σοι διηγησάμην γίνωσκε ὡς ἐκεῖνοι οἱ δύο παῖδες, ὁ τριετής, φημί, καὶ ὁ πενταετής, περὶ ὧν πρῴην εἶπον τῷ κράτει σου, καὶ οὗτος ὁ γηραιὸς καθηγητὴς πολλῇ τῇ γνώσει καὶ τῇ συνέσει κεκό- σμηντο. καὶ ἐμέ, ὡς νομίζω, κατʼ ἐκείνους ὁ ἐμὸς διδάσκαλος ἀπετέλεσεν.“

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
