# Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 44

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/44

Τούτοις τοῖς λόγοις τοῦ παιδὸς ὁ βασιλεὺς πολλὰ τὴν καρδίαν εὐφρανθείς, εὐχαριστηρίους λόγους ἀνέπεμπε τῷ θεῷ καὶ τὴν τοῦ παιδὸς σύνεσιν καὶ φιλοσοφίαν δοξάζων καὶ ἐπαινῶν ὑπῆρχε τὰ μέγιστα καὶ τῷ φιλοσόφῳ καὶ διδασκάλῳ μεγάλως εὐχαρι- στῶν ἦν. μετὰ δὲ ταῦτα πάντα κελεύει τὴν πονηρὰν ἐκείνην παραστῆναι γυναῖκα, ἥτις τὸν υἱὸν αὐτοῦ, τοιοῦτον ὄντα, ἐτεχνεύετο φονευθῆναι. ἧς καὶ πα- ραστάσης, ὁ βασιλεὺς λέγει αὐτῇ· „φανέρωσόν μοι, ὦ γύναι, καὶ μηδὲν διὰ φόβον ὑποκρύψῃς, διὰ ποίαν αἰτίαν τὸν υἱόν μου ἐσπούδαζες φονευθῆναι καὶ τίς ἦν ἡ ἀφορμὴ τῆς τοιαύτης σου κατασκευῆς καὶ μανίας;“ ἣ δὲ ἀποκριθεῖσα ἔφη „γινώσκεις, ὦ κράτιστε βασιλεῦ, ὡς οὐδέν ἐστί (τινι) τῶν ἐν κόσμῳ βιούντων ἀγαπητικώτερον ὡς ἡ ζωή [τοῦ ἀνθρώπου]. κἂν γάρ τίς ἐστι πένης ἐπὶ χρόνοις πολλοῖς, ἢ δι᾿ ἀνάγκην τινὰ ἔχασε τὰ πράγματα αὐτοῦ, ἢ καὶ ἀδί- κως ἀναγκάζεται παρά τινος, ἀλλʼ ὅμως τῆς ἰδίας ζωῆς φροντίζει. καὶ ἐγὼ λοιπὸν τὸν παῖδά σου διὰ τοῦτο ἔλαβον αὐτὴ κατὰ μόνας μετʼ ἐμοῦ, διὰ τὴν τοῦ κράτους σου θεραπείαν, ὅπως κατὰ μόνας δυ- νηθῶ ἐγνωρίσαι διὰ ποίαν αἰτίαν οὐ λαλεῖ. καὶ μετὰ ἐρωτήσεων καὶ κολακειῶν ἤμην συντυγχάνουσα αὐτῷ καὶ λόγους πραεῖς τούτῳ προέτεινα καὶ ἠγαπημέ- νους. ἐμαλάκισα δὲ τὸ στερρὸν αὐτοῦ τῆς σιωπῆς μετὰ τοιούτων λόγων, ἕως οὗ οἰκονόμησα αὐτὸν ἀποκριθῆναί μοι κἂν ἕνα λόγον. καὶ ἀπεκρίθη εἰπών μοι· „νῦν οὐκ ἀποκρίνομαι, ἕως οὗ ἀπὸ τῆς σήμε- „ρον ἑπτὰ ἡμέραι παρέλθωσι, καὶ ὕστερον ὡς ἔνι „δίκαιον ἀπολογήσομαι.“ ἐγὼ τοίνυν, τῷ λόγῳ τούτῳ διαταραχθεῖσα καὶ περίφοβος λίαν ὅτι μάλι- στα γενομένη, ὅτι εἰ ὁ παῖς λαλήσει, ἀπαγγελεῖ σου τῷ κράτει ὅσα ὑπὸ σατανικῆς ἐνεργείας παρακινη- θεῖσα κατεῖπον καὶ παρεκίνησα τοῦτον, καὶ πανούρ- γως ἐπὶ τοῦ κράτους σου κατηγόρησα. καὶ τὸ σφάλμα μου γινώσκω καὶ φανερῶς τὸ πταῖσμά μου καθομο- λογῶ καὶ εἰς οὐδένα λόγον ἀρνούμαι τοῦτο. λοιπόν, ὦ μέγιστε βασιλεῦ, ὅ σοι φαίνεται ποίησον εἰς ἐμέ, ὡς ἂν ὁρίσῃ τὸ εὔσπλαγχνον καὶ θεοπρόβλητον κράτος σου.“ ἐπὶ τούτοις ὁ βασιλεὺς ἀναβλέψας καὶ ἰδὼν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ χιλιάρχοις, εἶπεν αὐτοῖς· „τίνα βουλὴν δίδετε ὑμεῖς ἐμοὶ περὶ τῆς γυναικὸς ταύτης, ὅπερ ἐποίησε πονηρὸν ἔργον, καὶ ποίαν τιμωρίαν ἐστὶν ἄξιον αὐτῇ διδόναι;“ εἷς δέ τις τῶν μεγιστάνων λέγει αὐτῷ· δίκαιόν ἐστιν, ὦ βασιλεῦ, χεῖρας καὶ πόδας τῆς γυναικὸς ἀποτμηθῆ- ναι.“ ἕτερος δὲ ἀπεκρίνατο· „οὐχ οὕτως ἔχει τὸ δί- καιον, ἀλλὰ ζώσης αὐτῆς ἐξορυχθῆναι τὴν καρδίαν.“ ἄλλος δὲ τῶν μεγιστάνων ἔφη· „τὴν γλῶτταν αὐτῆς ἐκκοπῆναι πρέπον ἐστί.“ καὶ ἡ γυνὴ τῶν τοιούτων ἀκούσασα ἀποφάσεων καὶ οἵας τιμωρίας ἀξίαν ἀπο- φαίνονται ταύτην, τοιοῦτόν τινα μῦθον πρὸς ἐκεί- νους ἀπεφθέγξατο·

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
