# Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 47

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/47

Εἶτά φησιν ὁ βασιλεύς τῷ φιλοσόφῳ Συντίπᾳ· „φανέρωσόν μοι, ὦ φιλόσοφε, καὶ ἀληθῶς ἀπόδειξον πόθεν ἡ τοσαύτη γνῶσις καὶ φιλοσοφία προσεγένετο τῷ υἱῷ μου ; μὴ ἐξ αὐτῆς τῆς γεννήσεως φυσικὴν ἔλαβε τὴν λογιότητα; ἢ μᾶλλον διὰ τῆς σῆς ἐπιμε- λείας σεσόφισται;· ἀποκριθεὶς δὲ ὁ Συντίπας λέγει τῷ βασιλεῖ· „ἡ τοῦ υἱοῦ σου, δέσποτα, σύνεσις ἅμα καὶ γνῶσις ἐκ θεοῦ ἐν πρώτοις κεχάρισται· ἀλλὰ καὶ αὐτὴ ἡ τύχη τῆς γεννήσεως αὐτοῦ τὸ τῆς γνώ- σεως προτέρημα ἔχει· ἐπειδὴ καὶ ἡ ἐμὴ ἐπιμέλεια καὶ σπουδὴ ἐσμίχθη τούτοις τοῖς δύο, καὶ διὰ τοῦτο ἔλαβεν ὁ υἱός σου τὸ ὑπερβάλλειν πάντας ἐν γνώσει. πλὴν περὶ τούτου καί τινός μου διηγήσεως ἄκουσον.“ ὁ βασιλεύς ἔφη· εἰπὲ ὃ βούλει, Συντίπα, τῇ ἀλη- θείᾳ φιλοσοφώτατε· δὲ τοιαύτης πρὸς αὐτὸν ἐξ- ηγήσεως ἀπήρξατο·

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
