# Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 5.1

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/5.1

Ὑπῆρχον οὖν τότε τῷ βασιλεῖ σύμβουλοι φιλό- σοφοι ἑπτά, οὓς καὶ συνήθειαν εἶχεν ἐπὶ πᾶσι τοῖς ὑπ᾿ αὐτοῦ γινομένοις συμβούλους καὶ συμπράκτο- ρας ἔχειν. τοιγαροῦν καὶ οὗτοι ἀκούσαντες τὴν ἐξε- νεχθεῖσαν ἀπόφασιν βασιλικὴν κατὰ τοῦ υἱοῦ αὐ- τοῦ χωρὶς τῆς αὐτῶν συμβουλῆς, συνελογίσαντο καθʼ ἑαυτούς, καταλαβόντες ὡς τὸ πολὺ τῆς ὀργῆς καὶ ὑπερβάλλον τῆς πράξεως ἡττηθεὶς ὁ βασιλεύς, τὴν τῆς γυναικὸς κατηγορίαν πιστεύσας εἶναι ἀληθῆ, τὸν υἱὸν ἀνεξετάστως ἀποθανεῖν ἐκέλευσε· διὸ οὐ δεῖ γε ἡμᾶς σιωπῆσαι τὸ τοιοῦτον δρᾶμα οὐδὲ τὸν βασιλέα ἐᾶσαι σφάξαι τὸν υἱὸν αὐτοῦ ἀνεξετάστως καὶ ἁπλῶς. διὰ τοῦτο (γὰρ), ἐὰν μὴ σπουδάσωμεν ἐμποδίσαι αὐτόν, ὕστερον μεταμεληθεὶς ἡμᾶς αἰτιά- σεται, καὶ εἰκότως, καὶ ὡς ἐχθροὺς ἀποστραφήσε- ται, ὅτι οὐκ ἐκωλύσαμεν αὐτὸν ἀπὸ τοῦ τοιούτου φόνου. ἄγε δή τινα πρᾶξιν ἁρμόζουσαν πρὸς τὸν βασιλέα ἐπινοήσωμεν, ἵνα τὸν υἱὸν αὐτοῦ τῆς τοῦ ἀδίκου θανάτου καταδίκης ἐλευθερώσωμεν.“ εἶτα ἐβουλεύσαντο εἷς ἕκαστος αὐτῶν ἐφʼ ἑκάστης ἡμέ- ρας μέχρι καὶ τῶν ἑπτὰ περὶ τοῦ υἱοῦ προσομιλεῖν τῷ βασιλεῖ. καὶ δῆτα εἷς τῶν ἑπτά, ὁ καὶ πρῶτος τῶν ἄλλων, φησίν· „ἐγὼ σήμερον τῷ βασιλεῖ παρα- στάς, τοῦ θανάτου ἐλευθερώσω τὸν υἱὸν αὐτοῦ.“ εὐθὺς οὖν ὁ ἀνὴρ ἀπέρχεται πρὸς τὸν βασιλέα καὶ μέχρις ἐδάφους προσκυνήσας εἶπεν· „ὦ βασιλεῦ, οὐ δίκαιόν ἐστι τοὺς βασιλέας πρὸ ἐξετάσεως τῆς ἀλη- θείας ποιεῖν τι.“ ἤρξατο δὲ καὶ τοιοῦτόν τι διήγημα πρὸς τὸν βασιλέα λέγων· „ἦν τις βασιλεύς, ὃς ἐπὶ τοσοῦτον ἠγάπα τὰς γυναῖκας, ὡς οὐδεὶς ἕτερος τῶν πάντων ἀνθρώπων· δαιμονιώδης γὰρ ἦν εἰς αὐτάς, ὥστε μὴ νομίζειν ἄλλο τι τῶν ἐν κόσμῳ ἠγα- πημενώτερον ἢ γλυκύτερον. οὗτος τοίνυν ὁ βασι- λεὺς ἔτυχε μιᾷ τῶν ἡμερῶν παρακύψαι ἐκ τῶν τοῦ παλατίου καγκέλλων, ἀφʼ ὧν ὁρᾷ γυναῖκα μίαν σφόδρα ὡραίαν καὶ περικαλλῆ· καὶ ταύτης ἥλω τῷ κάλλει, καὶ πολὺς ἔρως κατεδαπάνα καὶ ἔθλιβε τὴν καρδίαν αὐτοῦ. ὅθεν καὶ τὴν ἐπιθυμίαν αὐτοῦ ἐκ- πληρῶσαι βουλόμενος, τὸν αὐτῆς ἄνδρα καλέσας ἐπί τινα βασιλικὴν ὑπηρεσίαν ἐκπέμπει. αὐτὸς δὲ νυκτὸς πρὸς τὴν γυναῖκα παραγενόμενος, πρὸς συνουσίαν ταύτην ἠρέθιζεν. ἡ δὲ γυνὴ φρονήσεως καὶ νοῦ ὀξυτάτου πλήρης τυγχάνουσα καὶ τῇ σω- φροσύνῃ μᾶλλον σεμνυνομένη, „δούλη μὲν ἐγὼ τοῦ κράτους σου“ ἔφη „ὦ βασιλεῦ, καὶ πρὸς τὸ σὸν „πρόςταγμα ἐκπληρῶσαι ἑτοιμοτάτη· ἀλλʼ ἐν πρώ- „τοις δέομαι μίαν κἀμοῦ τῆς δούλης σου γενέσθαι „παρὰ τοῦ κράτους σου αἴτησιν.“ καὶ τοῦτο εἰ- ποῦσα, δείκνυσι τῷ βασιλεῖ βίβλον τινὰ τοῦ ἀνδρὸς αὐτῆς, ἐν ᾗ περὶ σωφροσύνης ἐγέγραπτο καὶ τῆς τῶν αἰσχρῶν καὶ ἀλόγων ὀρέξεων ἀποφυγῆς· καὶ ταύτην ἀνοίξασα, „ἀνάγνωθι, δέομαι, βασιλεῦ,“ ἔφη „καὶ „ἐξ αὐτῆς κατανόησον πῶς δεῖ τοὺς κατὰ σὲ βασιλέας „κρατεῖν τῶν ἡδονῶν· οὕτω γὰρ δικαίως ἂν βασι- „λεῖς εἶναι καὶ ὀνομάζεσθαι ἔχοιεν.“ ὁ δὲ βασιλεὺς ἀφεὶς τὰ ἐν τῇ βίβλῳ, παίζειν ἀσχημόνως ἐπεχείρει τῇ γυναικὶ καὶ ταύτης ἅπτεσθαι ἀτάκτως. οὐδὲν (δὲ) τῆς τοιαύτης ἀναισχυντίας ἀπέλαυεν· ἀλλὰ πολλὰ καμὼν ἐκεῖσε καὶ κεκοπιακὼς ἀνεχώρησε, μη- δὲν τῇ γυναικὶ διαπραξάμενος ἄτοπον. τὸ δὲ τού- του βασιλικὸν δακτύλιον τῆς χειρὸς ὀλισθῆσαν ὅτε τῇ γυναικὶ ἐρωτικῶς περιΐπτατο, μὴ εἰδυίας ὅλως αὐτῆς ὑπὸ τὴν κλίνην ἐκείνης λαθὸν ἀποπέπτωκεν. ὅτε δὲ ὁ αὐτῆς ἀνὴρ ἦλθε, [καὶ] καθεσθεὶς ὡς ἔθος ἐπὶ τῆς κλίνης, ὁρᾷ τὸν [βασιλικὸν] δακτύλιον ἐπὶ τῇ κλίνῃ κείμενον, καὶ περιεργότερον τούτῳ τοὺς ὀφθαλμούς βαλών, ἔγνω γε ἅμα τοῦτον ὄντα βασι- λικόν. τοῖς λογισμοῖς οὖν ταραττόμενος ὁ ἀνὴρ καθʼ ἑαυτὸν ἔλεγεν ὡς „ὁ βασιλεὺς τῆς γυναικός μου κατεξανέστη καὶ αὐτῇ συνεφθάρη.“ καὶ ἀπὸ τότε φόβος εἰς αὐτὸν τοῦ βασιλέως εἰσῆλθε, καὶ οὐκ ἔτι συγκοιμηθῆναι τῇ γυναικὶ ἐπεχείρησεν· ἀλλʼ οὐδέ τινα λόγον περὶ τούτου τῇ γυναικὶ λελάληκεν. ἐπὶ 15 πολὺ δὲ ὁ ἀνὴρ τῆς γυναικὸς μὴ ἁψάμενος, ἔγνω δεῖν σιγῇ φέρειν τὸ πρᾶγμα· τῆς δὲ γυναικὸς πρὸς τὸν ἴδιον πατέρα καὶ τοὺς ἀδελφοὺς ἐξειπούσης τὴν τοῦ ἀνδρὸς ἀποστροφήν, ὁ πατὴρ καὶ οἱ αὐτάδελφοι παρευθὺς πρὸς τὸν βασιλέα παραγενόμενοι, τοῦ γαμβροῦ αὐτῶν κατεβόων οὑτωσὶ λέγοντες· „ὦ βα- „σιλεῦ, ἀγρὸν ἡμέτερον τῷ ἀνδρὶ τούτῳ ἐκδεδώ- „καμεν· ὃν καὶ ἐπὶ πολύν ἐργασάμενος καιρόν, νυνὶ „τοῦτον κατέλιπεν, ὥστε ὑπὸ τῆς αὐτοῦ ἀμελείας „ἀποχερσωθῆναι πάλιν τὸν ἀγρὸν πεποίηκεν ὡς τὸ „πρότερον. διὸ καὶ τοῦ σοῦ κράτους δεόμεθα, ἵνα „ἢ τὸν ἀγρὸν ἐργάζηται ὡς τὸ πρότερον, ἢ ἀποκα- „ταστῆσαι τοῦτον εἰς ἡμᾶς.“ ὁ δὲ βασιλεὺς τὴν ἔγ- κλησιν ταύτην ἀκηκοώς, „τί οὗτοι λέγουσι;“ πρὸς τὸν ἄνδρα ἔφησε τῆς γυναικός. ὁ δὲ ἀνὴρ τῷ βασι- λεῖ ἀπεκρίνατο· „ὅσα τῷ κράτει σου παῤ αὐτῶν „ἀνηνέχθη, ἀληθῆ εἰσι· τὸν γὰρ ἀγρόν, ὅν μοι δε- „δώκασιν, ὅση μοι δύναμις καλλιέργουν καὶ οὐδʼ „ὅλως παρημέλουν· ἀλλʼ ἐν μιᾷ τῶν ἡμερῶν ἐν αὐτῷ „ἐργαζόμενος ἴχνη λέοντος ἐντυχεῖν με συμβέβηκεν, „ἃ καὶ θεασάμενος οὐκ ἔτι τὸ ἀπʼ ἐκείνου πλησιά- „σαι τετόλμηκα τῷ ἀγρῷ.“ ὁ δὲ βασιλεύς ἐκεῖνος τῶν τοιούτων ῥημάτων ἀκούσας, τῷ ἀνδρὶ τῆς γυ- ναικὸς ἔφη· „ἀληθῶς λέγεις, ὦ ἄνθρωπε· ὁ γὰρ „λέων ἐν τῷ ἀγρῷ πάντως εἰσελήλυθεν, ἀλλʼ οὐ „κατά τι τὸν ἀγρὸν ἐλυμήνατο· ἀλλʼ οὐδὲ πάλιν „ἐκεῖσε εἰσελθεῖν ἐπιχειρήσει· λοιπὸν ὡς τὸ πρότε- „ρον τὸν ἐκδοθέντα σοι ἀγρὸν κράτει καὶ ἀφόβως „ἐργάζου.“

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
