# Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 52.1

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/52.1

Ὁ βασιλεύς ἔφη· ,,ποία τῶν αἰσχρῶν πράξεων πλέον εἰς ἁμαρτίαν βάλλει τὸν πράττοντα ;“ ὁ δὲ υἱὸς ἔφη ,,ὁ φθόνος καὶ ἡ ψευδομαρτθρία, ἡ πλεο- νεξία καὶ τὸ πορεύεσθαι εἰς τὸ ἴδιον θέλημα, διὰ τὸ μὴ φοβεῖσθαι θεόν, εἰς ὅσα παραλόγως ὡς ἄλογον ζῶον ἁμαρτάνει καὶ οὐκ ἐντρέπεται. αὗται οὖν αἱ πράξεις τοῦ τάλανος ἀνθρώπου τοῦ ζῶντος ἐν ἁμαρ- τίαις.“ Ὁ βασιλεύς ἔφη· ,,καὶ τίς ἐστιν ὁ μὴ γι- νώσκων ταῦτα [καὶ φοβούμενος τὸν θεόν];“ ὁ υἱός· „ὅστις ἐστὶν ἀχόρταστος ἐν πᾶσι πράγμασιν, εἴτε τροφαῖς εἴτε ἱματίοις εἴτε χρήμασιν εἴτε δόξῃ εἴτε κτήμασιν εἴτε θεραπείᾳ δούλων.“ Ὁ βασιλεύς εἶπε· „τίνα πρέπει φοβεῖσθαι καὶ τρέμειν ;“ ὁ νέος εἶπε· „τὸν μὴ φοβούμενον τὸν θεὸν μηδὲ τὴν μεγαλωτέραν ἀρχήν, μηδὲ χωρίζοντα τὸ δίκαιον ἀπὸ τοῦ ἀδίκου. ἀλλὰ λέγω σοι, βασιλεῦ, οὐ πρέπει ποιεῖν φίλον ἄνθρωπον δολιόφρονα, πονηρὸν καὶ ὑποκρτήν, ὅστις ἄλλα μὲν τῷ στόματι λέγει, ἄλλα δὲ τῇ καρδίᾳ πο- νηρῶς συλλογίζεται·“ Ὁ βασιλεύς ἔφη· „πῶς ἄρα οἱ ἄνθρωποι τὴν φιλίαν ἀγαπῶντες, ἐν καιρῷ πολὺ ἐπὶ πλέον τὴν ἔχθραν ποιοῦσιν.“ ὁ νέος εἶπε· „διὰ τοῦτο· τὸ ζημιῶσαί τινα εὔκολόν ἐστι, τὸ δὲ ποιή- σοι τινα καλῶς, δύσκολον.“ Καὶ πάλιν ὁ βασιλεύς· „πῶς οἱ ἄρρωστοι τούς λόγους τῶν ἰατρῶν δέχονται καὶ ὑπομ ένουσι, κἂν βαρέσι εἰσίν, οἱ δὲ ἄνθρωποι, ὅταν ἀκού ωσι τὴν ἀλήθειαν, βαροῦνται ἐπʼ αὐτῇ καὶ δυσχεραίνουσιν;“ ὁ δὲ υἱὸς ἔφη· „ὅτι ὁ ἄρρωστος τὰ βότανα καὶ τὰ ζουλάπια τὰ φερόμενα πρὸς αὐτὸν ὑπομένει καὶ δέχεται, κἂν δριμέα κἂν πικρὰ ὑπάρχωσι, διὰ τὴν ἀνάγκην τοῦ σώματος αὐτοῦ καὶ ὅτι ἐλπίζει διὰ τῶν βοτανῶν ὑγείαν, καὶ τὰς φωνὰς τῶν ἰατρῶν ὑπομένει νομίζων ὅτι διʼ ὑγείαν φασὶ ταῦτα πρὸς αὐτόν· ὁ δὲ ἄφρων ἀνὴρ καὶ ἀσύνετος, ὅταν ἀκούῃ τἀληθῆ καὶ τὰ πρέποντα, βαρεῖται καὶ δυσχεραίνει πρὸς τὰ λόγια, ὅτι οὐκ ἀναγκάζεται ὑπό τινος, ὡς ὀ ἄρρωστος ὑπὸ τῆς νόσου. διὰ τοῦτο καὶ γέγρα- πται· „ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε, καὶ μὴ ἔλεγχε „ἄφρονας [ἤτοι κακούς] ἵνα μὴ μισήσωσί σε.“ Πά- λιν ὁ βασιλεύς ἔφη τῷ υίῷ· ,,πῶς ἄρα ὁ μὲν πλού- σιος ἐν τροφαῖς εὐθὺς τρώγων εὐκόλως χορταίνει, ὁ δὲ ἀχόρταστος τῶν χρημάτων καὶ ἀγαπῶν αὐτὰ ἀχόρταστον ἔχει τὴν ὄρεξιν αὐτῶν;“ ὁ νέος εἶπεν· „ἡ μὲν τῶν πλουσίων γαστήρ, ἡ δεχομένη τὰς τρο- φάς, μετὰ τὸ λαβεῖν τὰς πολλὰς ἐκείνας τροφὰς χορταίνει, κἂν οὐ θέλει· ὁ δὲ ὀφθαλμός, λαίμαργος ὑπάρχων καὶ ἀχόρταστος, καθʼ ὅσον ὁρᾷ τὰ χρή- ματα, ἐπὶ τοσοῦτον ὀρέγεται αὐτά, καὶ θεὸν οὐκ ἐνθυμεῖται, ἕως ὅτου διὰ θανάτου καλύψει ἡ γῆ τοὺς ὀφθαλμούς αὐτοῦ.“ Πάλιν ἐρωτᾷ ὁ βασιλεύς· „ποῖος ἄρα γίνεται ὁ θάνατος τοῦ βασκάνου ἀνδρός;“ ὁ υἱὸς ἀπεκρίνατο· ,,ὁ θάνατος τοῦ τοιούτου ἀν- θρώπου χαρὰ τοῖς ἄλλοις ἀνθρώποις γίνεται· οὐδὲ γὰρ ἔνι ἄλλο χεῖρον τῶν βαρυτέρων ἁμαρτιῶν, ὡς ἡ τῆς βασκανίας καὶ τοῦ φθόνου ἁμαρτία. καὶ πρέ- πει πάντα ἅνθρωπον θερμῶς παρακαλεῖν τὸν θεόν, ὅπως ἐκ τῶν τοιούτων τελείως ἐξέλθῃ ὁ φθόνος ἐκ τῆς καρδίας αὐτοῦ. γίνωσκε οὖν, ὦ πάτερ καὶ βα- σιλεῦ, ὅτι πᾶς ἄνθρωπος ὁ μὴ βασκαίνων καὶ φθο- νῶν γλυκέως ἐσθίει, γλυκέως πίνει, ἡδέως κοιμᾶ- ται· αἱ πράξεις αὐτοῦ φροντίδα οὐκ ἔχουσιν· εὐκό- λως γὰρ ὃ βούλεται πράττει, καὶ ἡ ζωὴ αὐτοῦ χωρὶς ἀνάγκης γίνεται· καθήμενός ἐστιν ἀμέριμνος, ἱστά- μενος οὐ κοπιᾷ. ταύτας οὖν, κράτιστε βασιλεῦ, ἅσπερ παρʼ ἐμοῦ ἀκήκοας ἀποκρίσεις ἀρκετὰς εἶναι νόμιζε περὶ πάντων.“

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
