# Liber Suntipae 7

Syntipas, Liber Suntipae, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/syntipas/text/7
CTS URN: urn:cts:greekLit:tlg3118.tlg001:7

Τούτων ὁ βασιλεὺς Κῦρος παρὰ τοῦ ἑνὸς φιλο- σόφου ἀκούσας, εὐθὺς ἀνεβάλλετο τὴν ἀπόφασιν, μᾶλλον δὲ αὐτὴν ἀνατρέπει καὶ κελεύει μὴ ἀναιρεῖν τὸν υἱὸν αὐτοῦ. ἡ μέντοι τοῦ βασιλέως πονηροτάτη παλλακὴ τῇ ἐπαύριον πάλιν πρὸς αὐτὸν παραγενο- μένη καὶ παραστᾶσα τούτῳ σὺν δάκρυσιν ἡ κατά- ρατος ἔλεγεν· „οὐ δίκαιόν ἐστιν, ὦ βασιλεῦ, τὸν ἅπαξ γεγονότα κατάδικον καὶ τοῦ θανάτου ἔνοχον μὴ εὐθὺς ἀπολέσαι· εἰ γὰρ μὴ τὸν τοιοῦτον ἀναι- ρεῖσθαι προστάττεις, οὐδεὶς ἔσται πεποιθὼς καὶ θαρρῶν εἰς τὴν τοῦ κράτους σου δικαιοσύνην. ἦν γάρ τις ἀνήρ, ὦ βασιλεῦ, πλύνων δέρματα· ὃς ἔν τινι ποταμῷ πλύνων, εἶχε σὺν αὐτῷ τὸν υἱὸν αὐ- τοῦ. ὁ δὲ τούτου υἱὸς ἐν τοῖς ὕδασι παίζων τοῦ ποταμοῦ καὶ κολυμβῶν, εὐθὺς τὸν παῖδα ὁ ποταμὸς κατέκλυζε καὶ ἀπέπνιγεν. εἰσελθὼν δὲ ὁ πατὴρ ὥστε τὸν παῖδα τοῦ κινδύνου ἐλευθερῶσαι, σπουδὴν εἶχε τὴν πρὸς αὐτόν· σφοδρῶς δὲ τῷ ῥεύματι φερόμενος ὁ ποταμὸς ἀμφοτέρους κατακλύσας ἀπέπνιξεν. οὕτω καὶ σὺ, βασιλεῦ, ἀπολῇ, εἰ μὴ προαπολέσεις τὸν υἱόν σου θανάτῳ. εἰ γὰρ ὑπερτίθεσαι τὴν ἐκείνου ἀναίρεσιν, μικρὸν ὅσον κατεπαρθεὶς σοῦ πάντως ἐξ- αναστήσεται, καὶ μετά γε τῆς βασιλείας καὶ τῆς ζωῆς ἀποστερήσει.“

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
