# Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 8

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/8

Τούτων ἀκούσας τῶν λόγων ὁ Κῦρος πάλιν τὸν υἱὸν ἀποκτανθῆναι διακελεύεται. ὁ δὲ δεύτερος φι- λόσοφος παραστὰς τῷ βασιλεῖ καὶ ἐπὶ τῆς γῆς συνή- θως προσκυνήσας, ἔφη· „βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆθι. ἀκήκοα πάλιν σὲ κατὰ τοῦ σοῦ υἱοῦ θάνατον ἀποφήνασθαι· διὸ καὶ δουλικῶς ἀναφέρω τῷ κρά- τει σου ὡς, εἰ καὶ ἑκατόν, εἰ δυνατόν, προϋπῆρχόν σοι παῖδες, οὐκ ἔδει σε ἕνα τούτων θανάτῳ ὑποβα- λεῖν, καὶ τὸ μεῖζον ἀναιτίως· πολλῷ μᾶλλον ἕνα ἔχοντά σε παῖδα, πῶς σε χρὴ φιλοστόργως τῆς ζωῆς αὐτοῦ περιέχεσθαι; σὺ δὲ τοὐναντίον ἅπαν, ὦ βα- σιλεῦ, κελεύεις ἀναιρεθῆναι αὐτόν· ὅπου γε μᾶλλον πρέπει ἐρευνῆσαι πρότερον εἰ ἀληθὴς ἄρα καὶ οὐ ψευδὴς καὶ πανοῦργος ὑπάρχει ἡ κατʼ αὐτοῦ προ- τεθεῖσα διαβολή. σκέψαι τοιγαροῦν, δέσποτα, μή πως ἀδίκως τὸν υἱόν σου φονεύσεις, καὶ πικρῶς ἐς ὕστερον μεταμεληθείς, σεαυτὸν ἀνωφελῶς αἰτιάσῃ καὶ μέμψῃ, καὶ πολλὰ ζητήσας τὸν υἱὸν μετὰ δα- κρύων καὶ πόνου οὐχ εὑρήσεις, καὶ συμβήσεταί σοι ὥσπερ τινὶ ἐμπόρῳ συμβεβηκέναι λέγεται τοῦτο.

---

Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/.
