# Eis To Peri Ideon 101.1

Syrianus, Eis To Peri Ideon, 101.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syrianus/eis-to-peri-ideon/101.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/syrianus/eis-to-peri-ideon/101.1

ΠΕΡΙ ΙΔΕΩΝ δὲ μέσα, τὸν αὐτὸν τρόπον καὶ τῶν χαρακτήρων εὐρήσομεν τοὺς μὲν αὐτῶν ἀνθηροὺς εἰ τύχοι, τοὺς δὲ μέσους, τοὺς δὲ τραχεῖς καὶ αὐστηροὺς· εἰ δὲ περὶ τούτων· καὶ τῇ προθεωρίᾳ διδάσκειν ἐπαγγέλλεται, τί δήποτε μὴ κατὰ τὴν προαίρεσιν τὴν οἰκείαν ἐποίησατο τοῦ βιβλίου ἐπιγραφὴν σφόδρα θαυμασίως; ἅτε γενικωτέρους ὄντας αὐτοὺς καὶ μὴ δυναμένους ἐκ τῶν ποιούντων καταληφθῆναι παρῆχεν· ὥσπερ γὰρ ἡ ἰδέα περιεκτικὴ τῆς ἐννοίας ἐστὶν καὶ τῆς μεθόδου καὶ τῆς λέξεως, καὶ τῶν ἄλλων ἀπάντων, ὑφ’ ὧν καὶ ἀποτελεῖται, τὸν αὐτὸν τρόπον καὶ οἱ χαρακτήρες περιέχουσι τὰς ἰδέας, ἀφ’ ὧν καὶ τὴν σύστασιν ἔχουσιν· ἀλλὰ τὰ μὲν ποιοῦντα τὴν ἰδέαν ἅτε μερικὴν καὶ ὑπὸ διδασκαλίαν πίπτει καὶ λόγῳ καταλαμβάνεται· τὰ δὲ ἀποτελοῦντα τοὺς χαρακτήρας ἐκφεύγει τὴν ἀπὸ τοῦ λόγου γνῶσιν, ὡς τέλεια καὶ περιέχοντα τὴν ἔννοιαν καὶ τὴν μέθοδον καὶ τὰ περὶ τὴν λέξιν· εἰ δὲ τὰ ποιοῦντα τοὺς χαρακτήρας ὡς ὅλα, καθὰ μεμαθήκαμεν, οὐ καταλαμβάνεται λόγῳ, τὰ δὲ ἀποτελοῦντα τὰς ἰδέας ὑπὸ διδασκαλίαν πίπτει καὶ γνώσιν, προσήκοντως ὁ τεχνικὸς ἐκείνην μὲν ἀπεκρούσατο τὴν ἐπιγραφὴν, ἥς καὶ τὸ ποιοῦν ἄδηλον καὶ τὸ ποιούμενον, ταύτην δὲ προεῖλετο μᾶλλον, ἥς τὸ ἀποτελοῦν τὴν ἰδέαν καταληπτόν. εἰ γὰρ ἐπέγραψε περὶ χαρακτήρων, αὐτοὺς μὲν λόγῳ παραστησαὶ τὴν ἀρχὴν ὡς ὀλιγωτέρους οὐχ οἷόν τε ἦν, ἀλλ’ ὡς ἐκ τῶν ποιούντων δυνατὸν ἦν αὐτοὺς διαγνῶναι· καὶ μὴν ἄκρεῖνα πάλιν καταληπτὰ, καθὸ τέλεια καὶ περιεκτικὰ λέξεως καὶ ἐννοίας· νῦν δὲ μέσην βαδίσας ὁδὸν ἤρξκε μὲν τὰ γενικώτερα, λέγω δὴ τοὺς χαρακτήρας· οὗτοι γὰρ ἀκατάληπτοι, κἂν τὰ ποιοῦντα λάβῃς· ἐπέγραψε δὲ περὶ ἰδεῶν, ἃ τὴν ἀρχὴν ἐκ τῶν ἀποτελούντων γνωρίζεται. Τίς δὲ ἡ τάξις

---

Syrianus, Eis To Peri Ideon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003849.
