# Eis To Peri Ideon 93.1

Syrianus, Eis To Peri Ideon, 93.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syrianus/eis-to-peri-ideon/93.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/syrianus/eis-to-peri-ideon/93.1

ΠΕΡΙ ΙΔΕΩΝ τοῦ ἐπιχειροῦντος 15 μιμεῖσθαι τοὺς τῶν ἀρχαίων χαρακτήρας ἀνόντως ἢ σπουδή· πάντως γὰρ πρὸς τὴν ἑαυτοῦ φύσιν μεθοδεύσει τὸν λόγον οὐ πρὸς τὴν ἑαυτοῦ μεταχείρισιν· 16 εἰ δὲ καὶ διενοήθησάν τινες ἐπιγράψαι τοὺς χαρακτήρας καὶ τὸ ποσὸν αὐτῶν συστηῆσαι, τηναλλῶς ἐποίησαν· ὧν εἷς ἐστιν ὁ Λιονύσιος· οὗτος γὰρ τρεῖς εἶναι χαρακτήρας φησι, τὸν ἰσχνόν, τὸν μέσον, τὸν ἀδρόν· ὁ δὲ Ἰππαρχος προστίθησι τὸν τε γραφικὸν καὶ τὸν ἀνθηρόν· ὁ δὲ Δημήτριος ἐκβάλλει τὸν γραφικὸν τοῖς τέτρασιν ἀρεσκόμενος, ἀλλ’ εἰ καὶ συνέστειλαν οὗτοι, φασί, τοὺς χαρακτήρας καὶ ὡρισμένον 17 τῷ δοκεῖν αὐτοῖς, ἀριθμὸν ἀποδεδώκασιν, ἀλλ’ οὐδὲν ἧττον ἀκατάληπτοι πάλιν εἰσί, πολλοὺς γὰρ ἰσχνούς εὑρήσομεν, πῇ μὲν ἐπίτασιν δεξαμένους, πῇ δὲ μείωσιν πάλιν· ὅταν γὰρ ἐπὶ τὸν ἀδρὸν ὁ ἰσχνὸς προβαίνῃ μὴ γινυμένης ἰσοφόροπου τῆς κράσεως, τοὺς χαρακτήρας ἀπαρνεῖται τοὺς τρεῖς. οὔτε γὰρ ὁ κατὰ φύσιν ἰσχνὸς ἐστιν, νένευχε γὰρ μᾶλλον ἐπὶ τὸν ἐναντίον, οὔτε μέσος, ὑπερβέβηκε γὰρ τοῦτον, οὐδ’ αὖ 18 πάλιν ἀδρός· οὐ γὰρ πάντη τὴν ἰδίαν φύσιν μετέβαλλε, 19 καὶ τῶν λοιπῶν ὡς ὁμοίως· ὃν τρόπον ὁ ἰσχνὸς ἀνίσου γινυμένης τῆς μίξεως οὔτε μέσος ἐστιν, οὔτε πάλιν ἀδρός, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ ἀδρὸς κατὰ πρόσβασιν ἐρχόμενος ἐπὶ τὸν ἰσχνόν, μὴ κατὰ μίξιν δὲ συγκεραννύμενος, οὐ γίνεται μὲν ἰσχνός, παρέρχεται δὲ τὸν μέσον, ἄτε μόνος αὐτὸς δεξάμενος τὴν ἐπίτασιν· τοῖτω δὲ φασὶ τοὺς χαρακτήρας τοὺς κατὰ τὸ μᾶλλον καὶ ἧττον, ποτὲ μὲν ἐπίτασιν δεχομένους, ποτὲ δὲ μείωσιν καταλαμβάνειν ἀδύνατον· εἰ

---

Syrianus, Eis To Peri Ideon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003849.
