# Eis To Peri Ideon 96.1

Syrianus, Eis To Peri Ideon, 96.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/syrianus/eis-to-peri-ideon/96.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/syrianus/eis-to-peri-ideon/96.1

ΣΥΡΙΑΝΟΥ ΕΙΣ ΤΟ τασιν τοῦ ἰσχυνοῦ καὶ τὴν μείωσιν ἀντὶ ἑτέρων λαμβάνειν χαρακτήρων· ὡρισμένος γὰρ ὧν τὴν ἀρχὴν κἂν αὐξησιν δέχεται κἂν μείωσιν, οὐδὲν ἧττον ἰσχυὸς ἐστιν, καλὶ τῶν λοιπῶν ὡς ὁμοίως· 33 ἕντος δὲ καταληπτοῦ τοῦ ποσοῦ, 5 πρόδηλος αὐτῶν καὶ ἡ ἰδιότης τοῖς ἀκριβῶς σκοποῦμένοις καὶ μὴ πλανουμένοις περὶ τὰ παρακολουθήματα τῶν χαρακτήρων· οὐ γὰρ τὸν αὐτὸν κἀνταῦθα τρόπον, ὥσπερ ἐπὶ τῆς οὐσίας ἕτερον τὸ παρακολουθοῦν καὶ ἕτερον ἡ ὑπαρξις, ὅθεν ἐκεῖ μὲν δυσκατάληπτος ἡ ἰδιότης, γνῶ- 10 ναι γὰρ εἰς τὸ ἀκριβὲς τὸς ἐξαλλαγὰς τῶν παρακολουθημάτων ἀδύνατον· ἐπὶ δὲ τοῦ χαρακτήρος αὐτὸ τὸ παρακολουθοῦν καὶ συστατικὸν ἐστιν· ὅθεν καὶ ῥᾷστα καταλαμβάνεσθαι δύναται· ἐπὶ μὲν 34 γὰρ τῆς οὐσίας μένει Σωκράτης, κἂν 35 ἀφαιρεθῇ τὸ λευκὸν ἢ τὸ σιμὸν 15 ἢ τὸ μέλαν ἢ ἕτερόν τι τῶν ἰδιωμάτων· ἐπὶ δὲ τῶν χαρακτήρων τὸ παρακολουθοῦν ἐὰν ἀφέλῃς, οἷον τὴν τρωπικὴν ἢ τοιάνδε λέξιν, τὸ ὅλον διέφθειρας, ὥστε τὴν μὲν ἰδιότητα τῶν ἀτόμων δυσκατάληπτον πεποίηκε τὸ ἄλλην μὲν μεῖναι τὴν ὑπαρξιν, ἀλλὰ δὲ τὰ παρακολουθήματα· 20 τοὺς δὲ χαρακτήρας αὐτὰ τὰ ἰδιώματα συνίστησι· κἂν γὰρ τὴν ὑπαρξιν καταλάβois, ἔγνως τὰ παρακολουθήματα· κἂν τὰ ἰδιώματα μάθois, ἔγνως τὴν ὑπαρξιν· καὶ ὅτι μὲν δυνατόν γνῶναι τὰ ἰδιώματα τῶν χαρακτήρων, ἀρκούντως ὡς οἶμαι δεδήλωται· δεῖ δὲ μετελθεῖν ἐπὶ τὸ 25 τρίτον ἀπόρημα.

---

Syrianus, Eis To Peri Ideon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003849.
