# Fragmenta 1

Teleclides, Fragmenta, 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/teleclides-comic/fragmenta-3/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/teleclides-comic/fragmenta-3/1

λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον. εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός. ἡ γῆ δ’ ἔφερ’ οὐ δέος οὐδὲ νόσους, ἀλλ’ αὐτόματ’ ἦν τὰ δέοντα· οἴνῳ γὰρ ἅπασ’ ἔρρει χαράδρα, μᾶξαι δ’ ἄρτοις ἐμάχοντο περὶ τοῖς στόμασιν τῶν ἀνθρώπων ἱκετεύουσαι καταπίνειν, εἴ τι φιλοῖεν τὰς λευκοτάτας. οἱ δ’ ἰχθύες οἰκιδ’ ἰόντες ἐξοπτῶντες σφᾶς αὐτοὺς ἂν παρέκειντ’ ἐπὶ ταῖσι τραπέζαις. ζωμοῦ δ’ ἔρρει παρὰ τὰς κλίνας ποταμὸς κρέα θερμὰ κυ‐ ὑποτριμματίων δ’ ὀχετοὶ τούτων τοῖς βουλομένοισι παρῆσαν, ὥστ’ ἀφθονία τὴν ἔνθεσιν ἦν ἄρδονθ’ ἁπαλὴν καταπίνειν. λεκανίσκαισιν δ’ ἀνάπαιστα παρῆν ἡδυσματίοις κατάπαστα. ὀπαὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ’ εἰσεπέτοντο· ὁ Ζεὺς ‘δίδωμι Παλλάς‘ ἠσί ‘τοὔνομα‘. Photius 61, 26 Suid. ἦ δ’ ὅς· καὶ ἦν δ’ ἐγὼ ἀντὶ τοῦ ἔφην δ’ ἐγώ. παρ’ ὃ δὴ καὶ Ἕρμιππος ἐν Ἀθηνᾶς γοναῖς ἠσὶν ἀντὶ τοῦ φησίν· ὁ Ζεὺς κτλ. δίδωμι Παλλάς ἠσί Porson. διδώνω πολλὰς φησί cod. Phot. διδαίνα πολλὰς φησι Suid. V. διδῶνα πολύ... σι E. om. A in lacuna. Etym. m. 416, 34 ἦν δ’ ἐγώ ἀντὶ τοῦ ἔφην ἐγώ. παρ’ ὃ δὴ Ἕρμιππος... (plura exciderunt). cf. Schol. Arist. Vesp. 795, ubi pro ἐπὶ μέλλοντος scribendum est ἐπὶ παρελθόντος. ἡμί Aristoph. Ran. 37. Sapph. 97 δώσομεν, ἤσι πατήρ. Alcman ἠτί. narrat nescio quis, quo modo Iuppiter deae modo natae nomen inposuerit. ceterum pater fere ὄνομα τίθεται, non δίδωσιν. Aristoph. Nub. 65. An. 923.

---

Teleclides Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003389.
