# Fragmenta 38-49

Telesilla, Fragmenta, 38 to 49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/telesilla/fragmenta/38
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/telesilla/fragmenta/38

Πάντα γὰρ μίαν ἰκνεῖται δασπλήτα Χάρυβδιν, αἱ μεγάλοι τ’ ἀρεταὶ καὶ ὁ πλοῦτος. Ἁνθρώπων ὀλίγον μὲν κάρτος, ἄπρακτοι δὲ μεληδόνες, αἰῶνι δὲ πανῶρ πόνος ἀμφὶ πόνω· ὁ δ’ ἄφνικτος ὁμῶς ἐπικρέμαται θάνατος· κεῖνον γὰρ ἴσον λάχον μέρος οἱ τ’ ἀγαθοί ὅστις τε κακός. Τοῦ καὶ ἀπειρέσιοι ποτῶντο ὄρνιθες ὑπὲρ κεφαλᾶς, ἄνὰ δ᾽ ἰχθύες ὀρθοὶ κυνέου ἐξ ὕδατος ἄλλοντο καλῶ σὺν ἀοιδᾷ. Οὐδὲ γὰρ ἐννοσίφυλλος ἄῤῥα τότ᾽ ὥστ᾽ ἀνέμων, ἃ τις κατεκώλυε κιδναμένην μελιαδέα γᾶν ἀφαρεῖν ἀκοαῖσι βροτῶν. Ῥεῖα θεοὶ κλέπτουσι νῦν ἀνθρώπων νοῦν. Ὁ δ' ἴκετ' ἐς Κόρινθον, οὐ Μαγνησίαν ναῖεν, ἀλόχου δὲ Κολχίδος σύνθρονος ἄστεος Λεχαιοῦ τ' ἀνασδεν. Καὶ σὺ μέν, εἴκοσι παίδων μᾶτερ, ἱλαθι. Κορινθίοις δ᾽ οὐ μανίει, οὐδὲ Δαναοί. Ἴσχει δέ με πορφυρέας ἄλδὸς ἀμφιταρασσομένας ὀρυμαγδός.

---

Telesilla, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003402.
