# The Testament of Abraham Recension A 15

Testamentum Abrahae, The Testament of Abraham Recension A, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/testamentum-abrahae/the-testament-of-abraham-recension-a/15

XV. εἶπεν δὲ καὶ τὸν ἀρχιστράτηγον ἡ φωνὴ τοῦ κυρίου· Μιχαὴλ, Μιχαὴλ, ὁ ἐμὸς λειτουργὸς, ἀπόστρεψον τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ, ὅτι ἰδοὺ ἤγγικεν τὸ τέλος αὐτοῦ καὶ τὸ μέτρον τῆς ζωῆς αὐτοῦ τελειοῦται, ὅπως ποιήσει διάταξιν περὶ πάντων καὶ εἴθʼ οὕτως παράλαβε αὐτὸν καὶ ἀνάγαγε πρός με. διαστρέψας δὲ ὁ ἀρχιστράτηγος τὸ ἅρμα καὶ τὴν νεφέλην, ἤγαγεν τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ· καὶ ἀπελθὼν ἐν τῷ τρικλίνῳ αὐτοῦ, ἐκάθισεν ἐπὶ τῆς κλίνης αὐτοῦ· ἦλθεν δὲ Σάρρα ἡ γυνὴ αὐτοῦ καὶ περιεπλάκη τοῖς ποσὶν τοῦ ἀσωμάτου καὶ ἱκετεύουσα ἔλεγεν· Εὐχαριστῶ σοι, κύριέ μου, ὅτι ἤνεγκας τὸν κύριόν μου Ἁβραάμ· ἰδοὺ γὰρ ἐνομίζομεν ἀναληφθῆναι ἀφʼ ἡμῶν. ἦλθεν δὲ καὶ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ, καὶ περιεπλάκη ἐπὶ τὸν τράχηλον αὐτοῦ· ὁμοίως δὲ καὶ πάντες οἱ δοῦλοι καὶ αἱ δουλίδες αὐτοῦ περιεκύκλωσαν κύκλῳ τὸν Ἁβραὰμ καὶ περιεπλάκησαν αὐτὸν δοξάζοντες τὸν θεόν. εἶπεν δὲ ὁ ἀσώματος πρὸς αὐτόν· Ἄκουσον, δίκαιε Ἁβραάμ· ἰδοὺ ἡ γυνή σου Σάρρα, ἰδοὺ καὶ ὁ ἠγαπημένος σου υἱὸς Ἰσαὰκ, ἰδοὺ καὶ πάντες οἱ παῖδες καὶ παιδίσκαι σου κυκλῷ σου· ποίησον διάταξιν περὶ πάντων ὧν ἔχεις· ὅτι ἤγγικεν ἡ ἡμέρα ἐν ᾗ μέλλεις ἐκ τοῦ σώματος ἐκδημεῖν καὶ ἔτι ἅπαξ πρὸς τὸν κύριον ἔρχεσθαι. εἶπεν δὲ Ἁβραάμ· Ὁ κύριος εἶπεν, ἢ σὺ ἀφʼ ἑαυτοῦ λέγεις ταῦτα; ὁ δὲ ἀρχιστράτηγος εἶπεν· Ἄκουσον δίκαιε Ἁβραάμ· ὁ δεσπότης ἐκέλευσεν καὶ ἐγώ σοι λέγω. εἶπεν δὲ Ἁβραάμ· Οὐ μή σοι ἀκολουθήσω. ἀκούσας δὲ ὁ ἀρχιστράτηγος τὸν λόγον τοῦτον, εὐθέως ἐξῆλθεν ἐκ προσώπου τοῦ Ἁβραὰμ καὶ ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς καὶ ἔστη ἐνώπιον τοῦ θεοῦ τοῦ ὑψίστου καὶ εἶπεν· Κύριε παντοκράτορ, ἰδοὺ εἰσήκουσα τοῦ φίλου σου Ἁβραὰμ πάντα ὅσα εἶπεν πρός σε καὶ τὴν αἴτησιν αὐτοῦ ἐπλήρωσα, καὶ ἔδειξα αὐτῷ τὴν δυναστείαν σου καὶ πᾶσαν τὴν ὑπʼ οὐρανὸν γῆν τε καὶ θάλασσαν, κρίσιν καὶ ἀνταπόδοσιν διὰ νεφέλης καὶ ἁρμάτων ἔδειξα αὐτῷ, καὶ πάλιν λέγει ὅτι Οὐκ ἀκολουθῶ σοι. καὶ ὁ ὕψιστος ἔφη πρὸς τὸν ἄγγελον· Εἰ καὶ πάλιν οὕτως λέγει ὁ φίλος μου Ἁβραὰμ ὅτι Οὐκ ἀκολουθῶ σοι; ὁ δὲ ἀρχάγγελος εἶπεν· Κύριε παντοκράτορ, οὕτως λέγει· καὶ ἐγὼ φείδομαι τοῦ ἅψασθαι αὐτοῦ, ὅτι ἐξ ἀρχῆς φίλος σου τυγχάνει καὶ πάντα τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησεν· καὶ οὐκ ἔστιν ἄνθρωπος ὅμοιος αὐτοῦ ἐπὶ τῆς γῆς, οὐ κἂν Ἰὼβ ὁ θαυμάσιος ἄνθρωπος· καὶ διὰ τοῦτο φείδομαι τοῦ ἅψασθαι αὐτοῦ· κέλευσον οὖν, ἀθάνατε βασιλεῦ, τί ῥῆμα γενήσεται.

---

Testamentum Abrahae, The Testament of Abraham Recension A, ed. Montague Rhodes James. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1701.tlg001.local001/.
