# The Testament of Abraham Recension A 2

Testamentum Abrahae, The Testament of Abraham Recension A, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/testamentum-abrahae/the-testament-of-abraham-recension-a/2

ΙΙ. ἐξελθών δὲ ὁ ἀρχιστράτηγος ἐκ προσώπου τοῦ θεοῦ κατῆλθεν πρὸς τὸν Ἁβραὰμ ἐπὶ τὴν δρῦν τὴν Μαμβρῆ, καὶ εὗρεν τὸν δίκαιον Ἁβραὰμ ἐπὶ τὴν χώραν ἔγγιστα, ζεύγη βοῶν ἀροτριασμοῦ παρεδρεύοντα μετὰ τοὺς υἱοὺς Μασὲκ καὶ ἑτέροις παισὶν τὸν ἀριθμὸν δώδεκα· καὶ ἰδοὺ ὁ ἀρχιστράτηγος ἤρχετο πρὸς αὐτόν· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸν ἀρχιστράτηγον Μιχαὴλ μηκόθεν ἐρχόμενον, δίκην στρατιώτου εὐπρεπεστάτου, ἀναστάς τοίνυν ὁ Ἁβραὰμ ὑπήντησεν αὐτῷ καθότι .καὶ ἔθος εἶχεν, τοῖς ἐπιξένοις πᾶσιν προϋπαντῶν καὶ ὑποδεχόμενος· ὁ δὲ ἀρχιστράτηγος προχαιρετίσας αὐτὸν εἶπεν· Χαῖρε, τιμιώτατε πάτερ, δικαία ψυχὴ ἐκλεκτὴ τοῦ θεοῦ, φίλε γνήσιε τοῦ ἐπουρανίου. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον· Χαῖρε, τιμιώτατε στρατιώτα, ἡλιόρατε καὶ πανευπρεπέστατε ὑπὲρ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπον· καλῶς ἥκεις· τούτου χάριν αἰτοῦμαι τῆς σῆς παρουσίας πόθεν ἧκεν τὸ νέον τῆς ἠλικίας σου; δίδαξόν με τὸν σὸν ἱκέτην, πόθεν καὶ ἐκ ποίας στρατιᾶς καὶ ἐκ ποίας ὁδοῦ παραγέγονεν τὸ σὸν κάλλος; ὁ δὲ ἀρχιστράτηγος ἔφη· Ἐγὼ, δίκαιε Ἁβραὰμ, ἀπὸ τῆς μεγάλης πόλεως ἔρχομαι· παρὰ τοῦ μεγάλου βασιλέως ἀπεστάλην διαδοχήν φίλου αὐτοῦ γνησίου κομιζόμενος, ὅτι καὶ αὐτὸν ὁ βασιλεὺς προσκαλεῖται. καὶ ὁ Ἁβραὰμ εἶπεν· Δεῦρο, κύριέ μου, πορεύθητι μετʼ ἐμοῦ ἕως τῆς χέρας μου. καὶ φησὶν ὁ ἀρχιστράτηγος· Ἔρχομαι. ἀπελθόντες δὲ ἐν τῇ χώρᾳ τοῦ ἀροτριασμοῦ ἐκαθέσθησαν πρὸς ὁμιλίαν. εἶπεν δὲ Ἁβραὰμ τοῖς παισὶν αὐτοῦ τοῖς υἱοῖς Μασέκ· Ἀπέλθατε εἰς τὴν ἀγέλην τῶν ἵππων καὶ ἐνέγκατε δύο ἵππους εὐμενεῖς καὶ ἡμέρους δεδαμασμένους ὅπως ἐγκαθεσθῶμεν ἐγώ τε καὶ ὁ ἄνθρωπος οὗτος ὁ ἐπίξενος. καὶ εἶπεν ὁ ἀρχιστράτηγος· Μὴ, κύριέ μου Ἁβραὰμ, μὴ ἐνέγκωσιν ἵππους, ὅτι ἀπέχομαι τούτου, τοῦ μὴ καθίσαι ἐπὶ ζῴου τετραπόδου ποτέ· μὴ γὰρ ὁ ἐμὸς βασιλεὺς οὐκ ἦν πλούσιος ἐν ἐμπορίᾳ πολλῇ, ἔχων ἐξουσίαν καὶ ἀνθρώποις καὶ κτήνεσιν παντοίοις; ἀλλʼ ἐγὼ ἀπέχομαι τούτου, τοῦ μὴ καθίσαι ἐπὶ ζώου τετραπόδου ποτέ· ἀπέλθωμεν οὖν, δικαία ψυχή, πεζεύοντες ἕως τοῦ οἴκου σου μετεωριζόμενοι. καὶ εἶπεν Ἁβραάμ· Ἀμὴν, γέοιτο.

---

Testamentum Abrahae, The Testament of Abraham Recension A, ed. Montague Rhodes James. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1701.tlg001.local001/.
