Ancient Greek · ~2 min
Volume 9.2
Teucer Astrol., De sideribus consurgentibus (fragmenta) (e cod. Danensi 2) 2.181
Not analysed yet
Ἐκ τῶν Τεύκρου τοῦ Βαβυλωνίου περὶ τῶν ἑπτὰ ἀστέρων. Ὁ μὲν Ἥλιος τὸν περὶ ψυχῆς λόγον σημαίνει, ἡ δὲ Σελήνη τὸν περὶ τοῦ σώματος, Κρόνος δὲ τὰς κτήσεις, Ζεὺς δὲ τὰ χρηματικὰ καὶ Ἄρης τὰ περὶ στρατείας, Ἀφροδίτη δὲ τὰ περὶ ὀρέξεως καὶ κοινωνίας, Ἑρμῆς δὲ τρόπον καὶ ἦθος καὶ λόγον. Ἐπισκεπτέον δὲ ἐφ' ἐκάστου τὴν θέσιν, τῶν σχηματισμῶν τὸ πρόσωπον, τὴν τῶν παρανατελλόντων φαῦσιν, καὶ τὰς ἀναφορὰς ληπτέον τῶν οἰκείων κλιμάτων πρὸς τὴν τῶν ἐν τοῖς ἀποτελέσμασιν ἀκριβῆ τῶν χρόνων διάγνωσιν καὶ αὐτὰς τῶν ἀστέρων ἀνατολάς.