# Testimonia 1.21.13

Thales, Testimonia, 1.21.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/thales/testimonia/1.21.13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/thales/testimonia/1.21.13

φέρεται δὲ καὶ ἀποφθέγματα αὐτοῦ τάδε· πρεσβύτατον τῶν ὄντων θεός· ἀγένητον γάρ. κάλλιστον κόσμος· ποίημα γὰρ θεοῦ. μέριστον τόπος· ἅπαντα γὰρ χωρεῖ. τάχιστον νοῦς· διὰ παντὸς γὰρ τρέχει. ἰσχυρότατον ἀνάγκη· κρατεῖ γὰρ πάντων. σοφώτατον χρόνος· ἀνευρίσκει γὰρ πάντα. οὐδὲν ἐφὶ τὸν θάνατον διαφέρειν τοῦ ζῆν· ‘οὐ οὖν’ ἐφη τις ‘διὰ τί οὐκ ἀποθνῄσκεις’; ‘ὅτι’, ἐφη, ‘οὐδὲν διαφέρει’. 36 πρὸς τὸν πυθόμενον τί πρότερον γεγόνοι, νὺξ ἡ ἡμέρα, ἢ νὺξ·

---

Thales, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003411.
