# Testimonia 1.22.1

Thales, Testimonia, 1.22.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/thales/testimonia/1.22.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/thales/testimonia/1.22.1

ἔφη ἄμα ἡμέραι πρότερον. ἠρώτησέ τις αὐτόν. εἰ λήθοι θεοὺς ἄνθρωπος ἀδικῶν· ἄλλ’ οὐδὲ διανοούμενος, ἔφη. πρὸς τὸν μοιχὸν ἐρώμενον, εἰ ὁμόσειε μὴ μεμοιχευκέναι, οὐ χείρον, ἔφη μοιχείας ἐπιορκία. ἐρωτηθεὶς τί δύσκολον, ἔφη τὸ ἑαυτὸν γνῶναι· τί δὲ εὐκολον, τὸ ἄλλοις ὑποθέσθαι· τί ἡδίστον, τὸ ἐπιτυχάνειν· τί τὸ θεῖον, τὸ μήτε ἀρχὴν ἔχον μήτε τελευτήν. τί δὲ καινὸν εἶν τεθεαμένος, ἔφη· γέροντα τύραννον. πῶς ἂν τις ἀτυχίαν ῥαίστα φέροι, εἰ τοὺς ἐχθροὺς χείρον πράσσοντας βλέποι. πῶς ἂν ὁρίστα καὶ δικαιοτάτα βιώσαιμεν. ἔαν ἄ τοις ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ μὴ δρῶμεν. (37) τὶς εὐδαίμων, ὁ τὸ μὲν σῶμα ὑγιὲς τὴν δὲ ψυχὴν εὐπορος, τὴν δὲ φύσιν εὐπαίδευτος. φίλων παρόντων καὶ ἀπόντων μεμνησθᾶι φησι· μὴ τὴν ὤψιν καλλωπίζεσθαι, ἀλλὰ τοῖς ἐπιτηδεύμασιν εἶναι καλόν. μὴ πλουτεῖ φησὶ κακῶς μηδὲ διαβαλλέτω σε λόγος πρὸς τοὺς πίστεως κεκοινωνηκότας. ὅς ἂν ἐράνους εἰσενέγκῃς φησὶ τοῖς γονεύσιν, τοὺς αὐτοὺς προσδέχου καὶ παρὰ τῶν τέκνων. τὸν Νεῖλον εἶπε πληθῦσιν ἀνακοπτομένων τῶν ῥευμάτων ὑπὸ τῶν ἐτησίων ἐναντίων ὄντων.

---

Thales, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003411.
