# Testimonia 1.25.1

Thales, Testimonia, 1.25.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/thales/testimonia/1.25.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/thales/testimonia/1.25.1

12. Aristot. Metaphys. A 3. 983b18 τὸ μέντοι πλῆθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέγουσιν, ἀλλὰ Θαλῆς μὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας ὕδωρ εἶναι φησιν (διὸ καὶ τὴν γῆν ἐφ’ ὕδατος ἀπεφαίνετο εἶναι), ὁ λαβὼν ἴσως τὴν ὑπόληψιν ταύτην ἐκ τοῦ πάντων ὅρων τὴν τροφὴν ὑγρὰν εἶναι καὶ αὐτὸ τὸ θερμὸν ἐκ τοῦτον γιγνόμενον καὶ τούτω ζῶν (τὸ δ’ ἐξ οὐ γίγνεται, τοῦτ’ ἐστὶν ἀρχὴ πάντων. διὰ τε δὴ τοῦτο τὴν ὑπόληψιν λαβὼν ταύτην καὶ διὰ τὸ πάντων τὰ σπέρματα τὴν φύσιν ὑγρὰν ἔχειν· τὸ δ’ ὕδωρ ἀρχὴ τῆς φύσεως ἐστὶ τοῖς ὑγροῖς. εἰσὶ δὲ τινες οἱ καὶ τοὺς παμπαλαίους καὶ πολὺ πρὸ τῆς νῦν γενέσεως καὶ πρώτους θεολογήσαντας οὕτως οἴονται περὶ τῆς φύσεως ὑπολαβεῖν· Ὠκεανὸν τε γὰρ καὶ Τηθύν ἐποίησαν τῆς γενέσεως πατέρας [Horn. Ξ 201] καὶ τὸν ὄρκον τῶν θεῶν ὕδωρ, τὴν καλουμένην ὑπ’ αὐτῶν Στύγα τῶν ποιητῶν [O 37 u. a.]: τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον, ὄρκος δὲ τὸ τιμιώτατόν ἐστιν.

---

Thales, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003411.
