# Testimonia 2.24.1

Thales, Testimonia, 2.24.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/thales/testimonia/2.24.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/thales/testimonia/2.24.1

γὰρ τρέχει. ἰσχυρότατον ἀνάγκη· κρατεῖ γὰρ πάντων. σοφώτατον χρόνος· ἀνευρίσκει γὰρ πάντα. οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν. ‘σὺ οὖν’ ἔφη τις ‘διὰ τί οὐκ ἀποθνήσκεις’; ‘οὐ’, ἔφη, ‘οὐδὲν διαφέρει’. πρὸς τὸν πυθόμενον τί πρότερον 36 γεγόνει, νὺξ ἡ ἡμέρα, ‘ἡ νὺξ’ ἔφη ‘μικρᾷ ἡμέραι πρότερον’. ἠρώτησέ τις αὐτόν, εἰ λήθοι θεοὺς ἄνθρωπος ἀδικῶν· ‘ἀλλ’ οὐδὲ διανοούμενος’ ἔφη. πρὸς τὸν μοιχὸν ἐρόμενον, εἰ ὁμώσειε μὴ μεμοιχευκέναι, ‘οὐ χειρὸν’ ἔφη ‘μοιχείας ἐπιουχία.’ ἐρωτηθεὶς τί δύσκολον, ἔφη ‘τὸ ἑαυτὸν γνῶναι’· τί δὲ εὐχολον, ‘τὸ ἄλλωι ὑποθέ- 10 σθαι’· τί ἡδίστον, ‘τὸ ἐπιτυγχάνειν’· τί τὸ θεῖον, ‘τὸ μήτε ἀρχὴν ἔχον μήτε τελευτὴν’· τί δὲ καινὸν εἴη τεθραμμένος, ἔφη ‘γέροντα τύραννον’. πῶς ἂν τις ἀτυχίαν βέλιστα φέροι, ‘εἰ τοὺς ἑτέρους χειρὸν πράσσοντας βλέποι’· πῶς ἂν ἀρίστα καὶ δικαιότατα βιώσαιμεν, ‘ἐὰν δὲ τοῖς ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ μὴ δρῶμεν’· τίς εὐδαί- 37 μων, ‘ὁ τὸ μὲν σῶμα ὑγιῆς, τὴν δὲ ψυχὴν εὐπόρους, τὴν δὲ φύσιν εὐπαιδεύτος’. φίλων παρόντων καὶ ἀπόντων μεμνῆσθαι φησι· μὴ τὴν ὀψὴν καλλωπιζέσθαι, ἀλλὰ τοῖς ἐπιτηδεύμασιν εἶναι καλόν. ‘μὴ πλουτεῖ’ φησί ‘κακῶς μηδὲ διαβάλλετω σε λόγος πρὸς τοὺς πίστεως κεκοινωνηκότας’. ‘οὐς ἂν ἐράνους εἰσενέγκης’ φησί 20 ‘τοῖς γονεύσι, τοὺς αὐτοὺς προσδέχου καὶ παρὰ τῶν τέκνων. τὸν Νεῖλον εἶπε πληθῦσιν ἀνακοπτομένων τῶν δευμάτων ὑπὸ τῶν ἐτησίων ἐναντίων ὄντων.

---

Thales, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003411.
