# Fragmenta 126.3

Theages, Fragmenta, 126.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theages/fragmenta/126.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theages/fragmenta/126.3

4 EK TQN ΘΕΑΓΟΥΣ ΤΟΥ ΠΥΘΑΓΟΡΕΙΟΥ ΠΕΡΙ ΑΡΕΤΗΣ. α'. Ἀρχαὶ τὰς συμπάσας ἀρετὰς τρεῖς, γνώσις καὶ δύναμις καὶ προαίρεσις. καὶ ἐντὶν ἄ μὲν γνώσις οὖν διψις, ἢ θεωρῶμες καὶ κρίνομες τὰ πράγματα· ἄ δὲ δύναμις οὖν ἀλλὰ τις τῶν σκάνεος, ἢ ὑφιστάμεθα καὶ ἐμμένδομες τοῖς πράγμασιν· ἄ δὲ προαίρεσις οὖν χεῖρες ψυχὰς τινες, αἵς δρῶμες καὶ ἀντιλαζόμεθα τῶν πραγμάτων. 7 Ἔχει δὲ καὶ ὁ τὰς ψυχὰς διάκοσμος οὕτως· τὸ μὲν γὰρ τι αὐτὰς ἐντι λογισμός, τὸ δὲ θυμός, τὸ δ' ἐπιθυμία· λογισμὸς μὲν ὧν ὁ κρατεῶν τὰς γνώσεως, θυμὸς δὲ ὁ κρατεῶν τῷ μένεως, ἐπιθυμία δὲ ἄ κρατοῦσα τῷ ἐπιθυματικῶ ἀδεῶς. 8 Ὅκχαν ὧν ἐς τὸ ἐν τὰ τρία ταῦτα μόλη μίαν ἐπιδεξάμενα συναρμογάν, τόκα δὲ γίνεται ἀρετὰ καὶ ὁμολογία ἐν τῇ ψυχῇ· ὁκχαν δὲ στασιάζοντα καὶ ἀπ' ἀλλήλων ἀπόσπαστα ἢ 9, τόκα δὲ γίνεται κακία καὶ ἀναρμοστία ἐν τῇ ψυχῇ· καὶ

---

Theages, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003415.
