# Fragmenta 127.1.20-38

Theages, Fragmenta, 127.1.20 to 127.1.38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theages/fragmenta/127.1.20
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theages/fragmenta/127.1.20

καὶ ὁκκα μὲν ἐπὶ τὸ μῆν ἀμβλακίσκη ὁ θυμός, δειλία, ὁκκα δ' ἐπὶ τὸ μέζον, θράσος· καὶ ὁκκα μὲν ἐπὶ τὸ μῆν ἀμβλακίσκη ἡ ἐπιθυμία, φιλαδονία· ὁκκα δ' ἐπὶ τὸ μέζον, ἀκολασία· ὅμως δὲ ὁ μὲν οὐ κατ' ὀρθὸν λόγον συναρμογά, κακία· αὐτὰ δέ, ἂν μηδενὸς ἕκατι γένηται, καλεῖται ἀβελτηρία· ὁκκα δὲ φόβου, δειλία, ὁκκα δὲ ἡδονῆς, ἀκολασία, ὁκκα δὲ κέρδους, ἀδικία. Ἀ δὲ κατ' ὀρθὸν λόγον αὐτὰς σύνταξις, ὁκκα μὲν ἐν τῷ θεωρῆν καὶ κρίνειν γένηται, καλεῖται φρόνησις, ὁκκα δὲ ἐν τῷ ὑπίστασθαι τὰ δεινά, ἀνδρεία, ὁκκα δὲ ἐν τῷ μετρίως φέρειν τὰ ἡδέα, σωφροσύνα· ὁκκα δὲ ἐν τῷ κέρδεος ἀποσχέσθαι καὶ βλάβας τὰς ἐς τὸν πλάντον, δικαιοσύνας. Ἀ δὲ κατὰ τὸν ὀρθὸν λόγον αὐτὰς σύνταξις καὶ παρὰ τὸν ὀρθὸν λόγον παράβασις τῷ δέοντος ἐντὶ στοχασμός καὶ τῷ μὴ δέοντος ἐπίπτωσις. ἐντὶ δὲ τὸ μὲν δέον ὁ δεῖ ἤμεν· τοῦτο δὲ οὐτ' ἀφαιρέσιος οὔτε προσθέσιος δέεται· αὐτὸ γὰρ ἐντὶν ὁ δεῖ ἤμεν. τῷ δὲ μὴ δέοντος εἴδε δύο, τὸ μὲν ὑπερβολά, τὸ δὲ ἔλλειψις· καὶ ὁ μὲν ὑπερβολά τὸ πλέον τῷ δέοντος ἐντὶ, ὁ δ' ἔλλειψις τὸ ἔλαττον. Ἀ δ' ἀρετὰ ἐξὶς τὶς ἐντὶ τῷ δέοντος· διόπερ καὶ ἀκρότας καὶ μεσότης εὐθέως ἐντὶ· ἀκρότας μὲν, διότι τῷ δέοντος ἔγεται, μεσότης δέ, ὅτι μεταξὺ τὰς ὑπερβολὰς καὶ τὰς ἔλλειψὶς ἐντὶν. οὕτω γὰρ καὶ μεσώτατες τυγχάνοντι καὶ ἀκρώτατες ται ἀρεταὶ ὁ· με-

---

Theages, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003415.
