# In Aristotelis Physica Paraphrasis ΘΕΜΙΣΤΙΟΓ ΠΑΠΑΦΠΑΣΙΣ ΕΙΣ ΤΟ Β ΦΥΣΙΚΗΖ ΑΚΠΟΑΣΕΩΣ.1

Themistius, In Aristotelis Physica Paraphrasis, ΘΕΜΙΣΤΙΟΓ ΠΑΠΑΦΠΑΣΙΣ ΕΙΣ ΤΟ Β ΦΥΣΙΚΗΖ ΑΚΠΟΑΣΕΩΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/in-aristotelis-physica-paraphrasis/%CE%98%CE%95%CE%9C%CE%99%CE%A3%CE%A4%CE%99%CE%9F%CE%93%20%CE%A0%CE%91%CE%A0%CE%91%CE%A6%CE%A0%CE%91%CE%A3%CE%99%CE%A3%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%92%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%97%CE%96%20%CE%91%CE%9A%CE%A0%CE%9F%CE%91%CE%A3%CE%95%CE%A9%CE%A3.1

1. Ἄλλην τοίνυν ἀρχὴν ποιησάμενοι τῆς προύσης θεωρίας οἰκειοτέραν πειραθῶμεν ἀποδοῦναι, τί ποτέ ἐστι τοῦτο ὃ καλοῦμεν φύσιν. ἔστι δὴ τῶν ὄντων τὰ μὲν διὰ φύσιν, τὰ δὲ δι’ ἄλλας αἰτίας· δι’ ἄλλας μὲν αἰτίας οἷον κλίνη βάθρον στρατηγία θησαυροῦ εὕρεσις τούτων γὰρ τὰ μὲν διὰ τέχνην ἐστί, τὰ δὲ διὰ τύχην, τὰ δὲ διὰ προαίρεσιν), διὰ φύσιν δέ ἐστι τά τε ζῷα καὶ τὰ μέρη τούτων· τῶν γὰρ φύσει καὶ τὰ μέρη φύσει καὶ οὐχ ὥσπερ ἐπὶ τῶν τεχνητῶν, οἰκία μὲν διὰ τέχνην, λίθοι δὲ οὐκέτι. καὶ τὰ φυτὰ διὰ φύσιν, ἔτι δὲ καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, γῆ, πῦρ, ὕδωρ, ἀήρ. εἰ δὲ λάβοιμεν, τίνι διαφέρει τὰ φύσει τῶν μὴ φύσει, τοῦτ’ ἄν εἴη φύσις. διαφέρει δὲ τῷ τὰ μὲν φαίνεσθαι ἐν αὐτοῖς ἀρχὴν ἔχοντα καὶ αἰτίαν κινήσεως τε καὶ στάσεως· φανερώτατα μὲν τὰ ζῷα· καὶ γὰρ κινεῖται τόπον ἐκ τόπου καὶ αὔξεται καὶ φθίνει καὶ ἀλλοιοῦται ἐκ τῆς | ἐν αὐτοῖς αἰτίας· τὰ φυτὰ δὲ τὰς μὲν ἄλλας ἔχει κινήσεις, τῆς δὲ μεταβατικῆς κατὰ τόπον ἀφῄρηται, ὥσπερ γε καὶ τὰ ἀπλᾶ τῶν σωμάτων μόνην ἐξ αὐτῶν ἔχει τὴν κατὰ τόπον. οὐ μόνον δὲ κινεῖται, ἀλλὰ καὶ ἵσταται διὰ τῆς ἐν αὐτοῖς αἰτίας τὰ φυσικὰ σύμπαντα σώματα ἐκτὸς τοῦ θείου· τοῦτο γὰρ κινήσεως ἀρχὴν ἔχει μόνον ἐν ἑαυτῷ, κλίνη δὲ καὶ ἱμάτιον καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν, καθ’ ὅσον μὲν κλίνη λέγεται καὶ ἱμάτιον, οὐδεμίαν ἀρχὴν ἔχει μεταβολῆς ἔμφυτον· ἠρεμεῖ γὰρ ἀεὶ τὸ εἶδος τὸ ἐκ τῆς τέχνης ἐπιτεθέν, καθ’ ὅσον δὲ συμβέβηκεν αὐτοῖς λιθίνοις ἢ γηίνοις εἶναι ἢ μικτοῖς ἐκ πλειόνων στοιχείων, κατὰ τοῦτο ἂν καὶ κάτω φέροιτο ἀφεθέντα καὶ εἰς σηπεδόνα ἂν μεταβάλλοι, ὥστε εἴη ἂν ἡ φύσις ἀρχὴ καὶ αἰτία τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν οἷς ἐστίν. ἆρα οὖν φυσικὸν σῶμα ὁ ἀνδριὰς (φέροιτο γὰρ ἄν κάτω) καὶ ἔχει τὴν αἰτίαν ἐν ἑαυτῷ τῆς κινήσεως; ἢ οὐκ ἐν ἑαυτῷ πρώτῳ καθὸ λέγεται ἀνδριάς, ἀλλ’ ἐν τῷ χαλκῷ; ἀλλ’ ἡ ναῦς ἣν ὁ κυβερνήτης κινεῖ, πῶς οὐ ταύτην τὴν κίνησιν φύσει ἕξει, ὅσον γε ἐπὶ τῷ λόγῳ; ἐν αὐτῇ γάρ ἐστιν ὁ κυβερνήτης καὶ ἐν αὐτῇ πρώτη· οὐ γὰρ ἐν ἄλλῳ τινὶ καὶ πρὸ τῆς νεώς· οὐ γὰρ τὴν κυβερνητικὴν λέγω· αὕτη μὲν γὰρ ἐν πρώτῃ ἄν εἴη τῇ ψυχῇ, ἀλλὰ τὸν κυβερνήτην τὸν κατέχοντα τὸ πηδάλιον. ἀλλὰ ῥητέον ὡς οὐ καθ’ αὑτὴν ἡ ναῦς ὑπὸ τοῦ κυβερνήτου κινεῖται· οὔτε γὰρ ἐν τῷ λόγῳ τῆς νεὼς ὁ κυβερνήτης οὔτε ἡ ναῦς ἐν τῷ λόγῳ τοῦ κυβερνήτου, οἵπερ ἦσαν δύο τρόποι τοῦ καθ’ αὑτό. διὸ καὶ χωρίζεται κυβερνήτης νεώς, ἐπεὶ μὴ καθ’ αὑτὸ ὑπάρχει τῇ νηί, ἐπεὶ καὶ ὁ νοσῶν ἰατρὸς | καὶ ἑαυτὸν ὑγιάζων ἐν ἑαυτῷ μὲν ἔχει πρώτῳ τὴν κινοῦσαν ἀρχήν, τουτέστι τὴν τέχνην, ὑγιάζεται δὲ καὶ κινεῖται οὕτως οὐ καθ’ αὑτό· οὐ γὰρ ἡ νοσεῖ πᾶς γὰρ ὁ νοσῶν ὑγιάζετο ἄν ὑφ’ ἑαυτοῦ), ἀλλ’ ᾗ συμβέβηκε τῷ νοσοῦντι καὶ ἰατρῷ εἶναι. διὸ καὶ χωρίζεται ταῦτα ἀπ’ ἀλλήλων, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῶν ποιουμένων· ποιούμενα γὰρ ὀνομάζω τὰ τεχνικά· οὐδὲν γὰρ αὐτῶν ἔχει ἐν ἑαυτῷ τὰς ἀρχὰς τῆς ποιήσεως, ἀλλὰ τὰ μὲν ἐν ἄλλοις καὶ ἔξωθεν ἔχει, οἷον οἰκία καὶ τῶν ἄλλων τῶν χειροκμήτων ἕκαστον, τὰ δὲ ἐν αὑτοῖς μέν, ἀλλ’ οὐκ ἐν πρώτοις οὐδὲ καθ’ αὑτό, ὥσπερ εἰρήκαμεν. διὰ δὴ ταῦτα γνωριμώτερον ποιητέον τὸν ὁρισμόν, ὅτι φύσις ἐστὶν ἀρχὴ καὶ αἰτία τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ πρώτως ὑπάρχει καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. φύσις μὲν οὖν τοῦτό ἐστιν, φύσιν δὲ ἔχει ὅσα τὴν τοιαύτην ἔχει ἀρχήν· καί εἰσι ταῦτα πάντα οὐσία· σύνθετα γὰρ ἤδη ἐξ ὕλης καὶ εἴδους ἐστίν· ἡ γὰρ φύσις ἀεί τι ὑποκείμενον ἔχει καὶ ἐν ὑποκειμένῳ ἐστίν, ἐν ὑποκειμένῳ δὲ οὐχ ὡς τὰ συμβεβηκότα, ἀλλ’ ὅτι ἀρχὴ ἔνυλος, οὐ τῶν καθ’ αὑτὸ ἀσωμάτων. κατὰ φύσιν δὲ λέγεται τά τε φύσιν ἔχοντα καὶ πρὸς τούτοις αἱ τῶν φύσιν ἐχόντων κατὰ φύσιν ἐνέργειαι, οἷον τοῦ πυρὸς ἡ ἄνω φορά· οὕτε γὰρ φύσις τοῦτο (ἡ γὰρ τῆς φορᾶς ἀρχὴ φύσις, οὐκ αὐτὴ ἡ φορά) οὔτε ἔχει φύσιν οὐ γὰρ ὑποκείμενόν τί ἐστιν ἡ ἐνέργεια), κατὰ φύσιν δέ ἐστιν, ὥστε ἐπὶ πλεῖον τὸ κατὰ φύσιν λέγεται τοῦ φύσιν ἔχειν. λέγεται δὲ τὸ ‘κατὰ φύσιν’ καὶ ‘φύσει᾿, ἀλλὰ τούτου γε | ἐπ’ ἔλαττον· φύσει γάρ ἐστίν τινα οὐκ ὄντα κατὰ φύσιν, ὡς τὰ ἐκ γενετῆς πηρώματα. ἔστι μὲν γὰρ καὶ ταῦτα ἔργα τῆς φύσεως, σφαλλομένης δὲ καὶ οὐχ ᾗ πέφυκε προιούσης. ταῦτα μὲν διωρίσθω· ὡς δ’ ἔστιν ἡ φύσις, πειρᾶσθαι δεικνύναι γελοῖον· φανερὸν γὰρ ὅτι πολλὰ τοιαῦτα τῶν ὄντων ἐστίν, ἃ διὰ φύσιν ἐστὶ καὶ φύσει, καὶ ἅμα οὐδὲν ἐναργέστερόν ἐστι τούτου, διὰ δὲ ἀφανεστέρου τὸ φανερὸν ἐπιδεικνύναι οὐκ εἰδότων ἐστὶν χρείαν ἀποδείξεως οὔτε κρίνειν τὸ δι’ αὑτὸ καὶ μὴ δι’ αὑτὸ γνώριμον. τοῦτο δὲ ἄν τις καὶ περὶ χρωμάτων ἀξιώσειε πηρὸς ὢν ἐκ γενετῆς, ὥστε συλλογισμῷ μαθεῖν ὅτι τὰ χρώματα ὄντα ἐστίν· ἀλλ’ εἰ καὶ ἑώρα, περιττὸς ἄν ἦν ὁ συλλογισμός· νῦν δὲ ὀνομάτων ἀκούσεται μόνον, χρώματα δὲ αὐτὸν ὁ συλλογισμὸς οὐ διδάξει· οὐ γὰρ συλλογισμῷ χρώματα, ἀλλ’ ὄψει κρίνεται. εἰ δή τις καὶ τὸν νοῦν πηρὸς ὢν τὰ ἐναργῆ μὴ † καθορᾶν, τούτῳ κἄν συλλογισμοὺς παρεχώμεθα, λόγους μὲν ἐροῦμεν, πράγματα δὲ αὐτὸν οὐ διδάξομεν. τοῦτο μὲν δὴ ἄνευ λόγου θετέον. Ζητητέον δὲ ἐκεῖνο, πότερον ἕν τι σημαίνει πρᾶγμα ἡ φύσις ἢ τῶν πολλαχῶς λεγομένων ἐστίν. ἔοικε δὲ ὁμωνυμία τις ἐμφαίνεσθαι τῷ ὀνόματι· λέγεται δὲ ἕνα μὲν τρόπον ἡ ὕλη φύσις, διττὴ δὲ αὕτη, ἡ μὲν τῶν ἐπὶ μέρους καὶ τινὸς ὕλη τις ἀμόρφωτος μὲν πρὸς ἕτερον, οὐ μὴν ἁπλῶς, ὡς οἰκίας πλίνθοι, πλίνθων δὲ γῆ καὶ ὕδωρ, φυτοῦ δὲ τὰ στοιχεῖα· ἡ δὲ ἀνωτάτω καὶ ἁπλῶς ἀνείδεος οὖσα. ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος καὶ ἡ κατὰ τὸν λόγον οὐσία. τρίτη δὲ ἡ κατὰ τὴν γένεσιν λεγομένη | καλεῖται φύσις, αὕτη δέ ἐστιν ἡ ἐπὶ τὸ εἶδος καὶ τὴν μορφὴν κίνησις καὶ ὁδός. ἄλλη δὲ ἡ ταύτης αἰτία τῆς κινήσεως ἐνυπάρχουσα ἑκάστῳ τῶν φύσει ὄντων, ἥτις δὴ καὶ μάλιστα φύσις λέγεται. λέγεται δὲ καὶ πᾶσα οὐσία φύσις ὁπωσδήποτε συνεστῶσα, εἴτε ἁπλῆ εἴτε σύνθετος. περὶ μὲν οὖν τῶν ἄλλων ἔνθα ἂν παρῇ λέξωμεν, νῦν δὲ περὶ τῆς ὕλης καὶ τοῦ εἴδους ἐπισκεπτέον, τί μᾶλλον ἄν νοοῖτο φύσις. ἐνίοις μὲν γὰρ ἡ ὕλη φύσις μᾶλλον δοκεῖ, οἷον κλίνης φύσις τὸ ξύλον, ἀνδριάντος δὲ ὁ χαλκός. κατὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ ὕδατος φύσις τὸ πρῶιον αὐτῷ ὑποκείμενον ἀμορφώτατόν τε καὶ ἀσχημάτιστον· σημεῖον δέ φησιν Ἀντιφῶν, ὅτι εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδών, ὥστε ἀφεῖναι βλαστόν, οὐκ ἄν γενέσθαι κλίνην ἀλλὰ ξύλον, ὡς τοῦτο μὲν κατὰ συμβεβηκὸς ὑπάρχον αὐτῷ, τὴν κατὰ ῥυθμὸν διάθεσιν· ῥυθμὸν γὰρ καλεῖ τὴν μορφήν, τὴν δὲ οὐσίαν ἐκείνην οὖσαν, ἣ διαμένει ταῦτα πάσχουσα συνεχῶς. εἰ δὲ καὶ ἄλλο τι πρὸς τὸ ξύλον λόγον ἔχει, ὥσπερ τὸ ξύλον πρὸς τὴν κλίνην, οἱονεὶ ὥσπερ αὐτὸ ὑπόκειται τῇ κλίνῃ, οὕτως ὕδωρ ἢ γῆ ἢ τῶν ἄλλων ὁτιοῦν ὑπόκειται τῷ ξύλῳ, ἐκεῖνα τὴν φύσιν εἶναι τοῦ ξύλου ὥσπερ τὸ ξύλον τῆς κλίνης. διὰ τοῦτο ὅσοι μὲν πῦρ ἐνόμισαν τὴν ὕλην τῶν ὄντων, καὶ φύσιν τοῦτο ἐνόμισαν τῶν ὄντων· ὅσοι δὲ ὕδωρ ὕλην, ταὐτὸν καὶ φύσιν· ὅσοι δὲ πλείους τὰς ὕλας, πλείους καὶ τὰς φύσεις, τὰ δὲ ἄλλα πάντα πάθη τούτων καὶ ἕξεις καὶ διαθέσεις· δεῖ μὲν γὰρ ἀεὶ τὴν φύσιν σῴζεσθαι τῶν ὄντων, τοιοῦτον δὲ τὸ | πρῶτον ὑποκείμενον μόνον, τὰ δὲ ἄλλα γίνεται καὶ φθείρεται ἀπειράκις. οὗτοι μὲν οὖν τοῦτον τὸν τρόπον τὴν ὕλην προσοικειοῦσι τῇ φύσει. Οἱ δὲ ὑπὲρ τοῦ εἴδους ἱστάμενοι καὶ τοῦτο ἀληθέστερον λέγεσθαι φύσιν ὑπολαμβάνοντες πρότερον κέχρηνται τοῖς ἐπὶ τῶν τεχνητῶν παραδείγμασιν. ὡς γὰρ ἐπ’ ἀνδριάντος καὶ νεὼς καὶ τῶν ὑπὸ τέχνης δημιουργουμένων εὕροις ἂν οὐκ ἐν τῇ ὕλῃ τὴν τέχνην, ἀλλ’ ἐν τῷ εἴδει, οὕτω καὶ ἐπὶ φυτοῦ καὶ ἐπὶ ζῴου καὶ τῶν ὑπὸ φύσεως γινομένων εὕροις ἂν οὐκ ἐν τῇ ὕλῃ τὴν φύσιν ἀλλ’ ἐν τῷ εἴδει· καὶ καθάπερ ἐπὶ τῶν τεχνητῶν τὸ εἶδός ἐστιν ἡ τέχνη, οὕτως ἐπὶ τῶν φυσικῶν τὸ εἶδός ἐστιν ἡ φύσις· οὐ γὰρ τὰ ξύλα τῆς νεὼς τέχνη οὐδὲ ὁ χαλκὸς τοῦ ἀνδριάντος, ἀλλὰ τὸ σχῆμα καὶ ἡ μορφή· τοῦτο γάρ ἐστι τὸ κατὰ τέχνην γεγονὸς καὶ τεχνικόν. οὕτως οὖν οὐδὲ τὸ πρῶτον ὑποκείμενον ἡ φύσις, ἀλλ’ ὁ λόγος ἑκάστου καὶ τὸ τί ἦν εἶναι· τοῦτο γάρ ἐστι τὸ κατὰ φύσιν γεγονὸς καὶ τὸ φυσικόν· οὔτε γὰρ ὁ χαλκὸς τέχνην ἔχει, πρὶν τὸ εἶδος τοῦ ἀνδριάντος λαβεῖν, οὔτε ἡ ὕλη φύσιν, πρίν τινα μορφὴν ὑποδέξασθαι, οἱονεὶ δυνάμει σάρξ καὶ τὸ δυνάμει ὀστοῦν, ὅταν γένηται ὀστοῦν ἐνεργείᾳ. εἰ δὲ ἅμα τῷ τὸ εἶδος λαβεῖν καὶ ἔχει φύσιν καὶ κατὰ φύσιν ἐστίν, τὸ εἶδος ἄν εἴη ἡ φύσις. εἰ δὲ οὐχ ὡς σχῆμα οὐδὲ ὡς εὐειδὲς ἐλέγομεν ἡ δυσειδές, ἀλλὰ καθ’ ὃ ἕκαστον ὁριζόμενοι τὸ τί ἐστιν ἀποδίδομεν· καὶ γὰρ αὗ καὶ τοῦτο ἰστέον, ὅτι φύσις μὲν ἑκάστου τὸ εἶναι ἑκάστου καὶ καθό ἐστιν ἕκα | στον ὅ ἐστιν. ἔστι δὲ ἕκαστον ὅ ἐστι κατὰ τὸ εἶδος, οὐ κατὰ τὸ ὑποκείμενον· ὥστε τὸ εἶδος ἡ φύσις. τοῦτο δὲ ἡμεῖς τὸ εἶδος οὐκ ἐλέγομεν χωριστὸν καθ’ ὑπόστασιν, ἀλλὰ κατὰ λόγον, τὸ δὲ ἐκ τούτου καὶ τῆς ὕλης φύσις μὲν οὐκ ἔστιν, φύσει δέ· τὸ γὰρ εἶδος καὶ ἡ ὕλη συνδυασθέντα οὐκέτι λέγονται φύσις, ἀλλὰ τὸ γενόμενον ἐκ τούτων, οἷον τὸ φυτὸν καὶ τὸ ζῷον φύσει μὲν εἶναι λεχθήσεται, οὐκέτι δὲ φύσις. καθ’ ἑαυτὸ μέντοι γε ἕκαστον καὶ ἰδίᾳ λαμβάνοντι μᾶλλον φύσις τὸ εἶδος τῆς ὕλης. εἰ γοῦν ἔτι γίγνοιτό τι καὶ φύοιτο πρὶν ἅπαν τὸ εἶδος ἀπολαβεῖν, λέγομεν οὔπω τὴν αὑτοῦ φύσιν ἔχει’ ἕκαστον γὰρ τότε καὶ ἔστι καὶ εἶναί τι λέγεται, ὅταν ᾖ ἐντελεχείᾳ, τουτέστιν ὅταν ἀπειλήφῃ τὴν αὑτοῦ φύσιν καὶ τελειότητα, τὸ δὲ εἶδος ἡ τελειότης, ὥστε καὶ συλλογισαίμεθα ἄν, οὗ τῇ παρουσίᾳ τὰ φύσει ὄντα φύσει ἐστί, τοῦτο ἔστι φύσις· τῇ δὲ τοῦ εἴδους παρουσίᾳ τὰ φύσει ὄντα φύσει ἐστί, τὸ εἶδος ἄρα φύσις. πρὸς Ἀντιφῶντα δὲ οὐ χαλεπὸν εἰπεῖν, ὡς εἰ διὰ τοῦτο τὴν ὅλην ᾤετο φύσιν, ὅτι γένοιτο ἂν ἐκ κλίνης, εἰ λάβῃ σηπεδόνα βλάστημα, τὸ ξύλον οὐ κλίνη, γίνεται δὲ καὶ ἐξ ἀνθρώπου ἄνθρωπος, πῶς οὐκ ἂν εἴη τὸ εἶδος φύσις; ὁ γὰρ ἄνθρωπος εἶδος, ὡς ἐκ τοῦ ὁρισμοῦ δῆλον· τὸ μὲν γὰρ τεχνικὸν εἶδος οὐδὲ ἡμεῖς ἂν εἴποιμεν φύσιν, διόπερ οὐδὲ τῆς κλίνης τὸ εἶδος φύσις ἐστίν· οὐ γάρ ἐστιν ἀρχὴ κινήσεως ἐνυπάρχουσα. τὸ μέντοι φυσικὸν καὶ ἔνυλον εἶδος ἀεὶ ἐξ ὁμοίου τὴν γένεσιν ἔχει· κύων γὰρ ἐκ κυνὸς καὶ ἵππος ἐξ ἵππου. ἔτι πᾶν τὸ γιγνόμενον λέγεται | γίγνεσθαι τοῦτο, ἐφ’ ὃ ἡ πρόοδος καὶ οὐκ ἀφ’ οὗ. διὰ τί γὰρ τὸ ξύλον βάθρον γίγνεσθαι λέγεις ὑπὸ τοῦ τέκτονος καὶ οὐχὶ ξύλον ὅταν σχῆματίζηται εἰς βάθρον; ‘ὅτι πρόεισιν᾿, εἴποις ἄν, ἱείς τὴν τοῦ βάθρου μορφὴν ἐκ τῆς τοῦ ξύλου.’ διὰ τί δὲ τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλον ἀέρα φὴς αὐτὸ γίγνεσθαι, οὐχὶ ὕδωρ; ὅτι τοῦ μὲν ἀπολείπει τὸ εἶδος, τοῦ δὲ σπεύδει λαβεῖν. οὕτως οὖν καὶ τὸ φυόμενον ἡνίκα φύεσθαι λέγεις, ἐπειδὴ εἰς φύσιν ἔρχεται, φύεσθαι λέγεις· ἐπειδὴ καὶ οὐκ ἀπὸ φύσεως μέν, ἔρχεται δὲ ἐπὶ τὸ εἶδος, ὥστε καὶ οὕτως τὸ εἶδος φύσις. οὐ γὰρ ὥσπερ ἡ ἰάτρευσις ἔρχεται μὲν εἰς ὑγείαν, ὀνομάζεται δὲ ἀπὸ τοῦ ποιοῦντος τῆς ἰατρικῆς, οὐχ οὕτως ἡ φύσις ἡ ὡς γένεσις ἔχει πρὸς τὸ εἶδος, ἀλλὰ μᾶλλον ὡς ἡ ὑγίανσις, ὅτι ὁδὸς εἰς ὑγείαν, καὶ ὡς θέρμανσις, ὅτι ὁδὸς εἰς θερμότητα, ἀπὸ τῶν τεχνῶν ὀνομάζεται, οὕτως ἡ φύσις ὅτι ὁδὸς εἰς φύσιν ἐστί, διὰ τοῦτο καλεῖται φύσις. ἐπεὶ οὖν ἐδείξαμεν ὅτι τὸ εἶδος μᾶλλον τῆς ὕλης φύσις ἐστίν, γνωστέον ὅτι ἡ φύσις ἡ ὡς μορφὴ λέγεται διχῶς· καὶ γὰρ ἡ στέρησις εἶδός πώς ἐστι, διὸ φύσει καὶ τὰ πηρώματα. ἀλλὰ τοῦτο μὲν ὅπως ἐνδέχεται λέγεσθαι, ὕστερον ἐπισκεψόμεθα· ἐπισκεψόμεθα δὲ καὶ πῶς ἡ στέρησις ἐναντίον τῷ εἴδει καὶ πῶς ἐξ ἀντικειμένων ἡ γένεσις ἁπλῆ καὶ ἡ τῆς οὐσίας. 2. Νῦν δὲ ἴσως οὐκ ἀπὸ τρόπου θεωρῆσαι, τίνι διαφέρει ὁ μαθηματικὸς τοῦ φυσικοῦ· περὶ σώματα γὰρ ἄμφω καὶ τὰ σώματι συμβεβηκότα, οἷον μήκη | καὶ στιγμὰς καὶ στερεὰ καὶ ἐπίπεδα, ἢ οὐχ ὁμοίως; ἀλλ’ ὁ μὲν φυσικὸς ὡς ἀεὶ μεθ’ ὕλης ὄνια θεωρεῖ, ὁ δὲ χωρίζει τῷ λόγῳ τῆς ὕλης· καὶ ὁ μὲν τῆς θεωρίας ἔχει τὴν ἀναφορὰν ἐπὶ τὸ φυσικὸν σῶμα τὸ ἐν κινήσει καὶ γὰρ ὅταν τὰ σχήματα θεωρῇ, ὡς πέρατα φυσικοῦ σώματος αὐτὰ θεωρεῖ), ὁ δὲ μαθηματικὸς οὐχ ὡς πέρατα, ἀλλ’ ὡς εἴδη τινὰ ὄντα καθ’ αὑτὰ ἁπάσης ἔξω κινήσεως. μᾶλλον δὲ ἴσως ἄν δόξειεν ὁ ἀστρολόγος ἐγγὺς εἶναι τοῦ φτσικοῦ· περὶ κινουμένων γὰρ οὗτος τὸν λόγον ποιεῖται, λέγει δὲ καὶ περὶ μεγέθους καὶ περὶ σχήματος, ἃ καθ’ ἑαυτὰ ὑπάρχει τοῖ σώμασι τοῖς φυσικοῖς, περὶ ὧν ἀνάγκη καὶ τὸν φυσικὸν εἰδέναι. εἰ γὰρ τί μέν ἐστιν ἥλιος εἴσεται, τῶν δὲ καθ’ αὑτὰ αὐτῷ ὑπαρχόντων οὐδ’ ὁτιοῦν, οὐκ ἔσται ἀληθῶς ἐπιστήμων. εἰ οὖν ἀμφότεροι λέγουσι καὶ περὶ σχημάτων ἡλίου καὶ σελήνης καὶ πότερον ἡ γῆ σφαιροειδὴς καὶ ὁ κόσμος, τίνι διαφέροιεν ἄν; ἢ καὶ οὗτοι περὶ ταὐτὰ μέν, οὐχ ὡσαύτως δέ; καὶ γὰρ ὁ ἀστρολόγος ὁμοίως τῷ γεωμέτρῃ τὰ συμβεβηκότα τοῖς θείοις σώμασι θεωρεῖ, οὐχὶ τὴν οὐσίαν αὐτῶν προσεξετάζων, οὐδὲ ὅτι τὰ τοιαῦτα σχήμάτα καὶ μεγέθη καὶ αἱ κινήσεις οἰκεῖα τῇ τοιαύτῃ οὐσία, οὐδὲ τὰς δυνάμεις αὐτῶν, οὐδὲ ὅτι βέλτιον οὕτως· τῷ φυσικῷ δὲ περὶ ταῦτα καὶ ἐκ τούτων ἡ θεωρία. καὶ ὅλως ἄμφω μὲν περὶ κινουμένων τῶν θείων σωμάτων τὸν λόγον ποιοῦνται, ἀλλ’ ὁ μὲν τὸ ποσὸν τῆς κινήσεως, ὁ δὲ τὸ ποιὸν ἐξετάζει, ὁ μὲν ὅτι ὁ ἥλιος ἐν τοσῷδε χρόνῳ τοσόνδε κινεῖται, ὁ δὲ ὅτι κύκλῳ φέρεται ἢ τοιώσδε εἰ τύχοι, διὰ τὴν τοιαύ|την οὐσίαν. καὶ τὸ σχῆμα δὲ ὅτι σφαιρικόν, ὁ μὲν ἐπειδὴ μὴ πύρινον μηδὲ γήινον ἀλλ’ αἰθέριον, ὁ δὲ ἐπειδὴ πανταχόθεν ὁμοίως ὁρᾶται· ὅλως γὰρ τὴν ὕλην οὐ προσποιοῦνται οἱ μαθηματικοὶ παντελῶς, ἀλλὰ τὸ τρίγωνον αὐτὸ ἢ κύβον λαβόντες οὕτως θεωροῦσιν ἄνευ ὕλης τε καὶ κινήσεως. ταῦτα δὲ εἰ μὲν καὶ καθ’ ὑπόστασιν ἐχώριζον, ἀδύνατα ἂν ὑπετίθεντο· οὐ γάρ ἐστιν ὑπόστασις τῶν περάτων καθ’ ἑαυτὰ χωρὶς ὧν ἐστιν πέρατα· νῦν δὲ ἐπειδὴ τῷ λόγῳ μόνον αὐτὰ διαιροῦσιν, ὡς πέφυκε καὶ χωρίζεσθαι, οὐδὲν αὐτοῖς ἕπεται ψεῦδος· οἱ δὲ τὰς ἰδέας λέγοντες ἃ μηδὲ τῷ λόγῳ χωριστά, ταῦτα καὶ ὑποστάσει χωρίζουσι. καίτοι περιττὸν μὲν καὶ ἄρτιον καὶ εὐθὺ καὶ καμπύλον καὶ σχῆμα καὶ γραμμὴν ἔστιν ὁρίσασθαι μὴ προσλαμβάνοντας ἐν τῷ λόγῳ κίνησιν καὶ ὕλην, σαρκὸς δὲ καὶ ὀστοῦ καὶ ἀνθρώπου λόγον ἀποδοῦναι ἢ τοῦ τοιοῦδε σώματος καὶ ὅλως τῆς ὕλης ἐκλαθόμενον ὁμοίως ἀδύνατον, ὥσπερ τοῦ σιμοῦ χωρὶς τῆς ῥινός καὶ τοῦ βλαισοῦ χωρὶς τῶν σκελῶν. ὅτι δὲ τοῦτο ἀληθές, δηλοῖ καὶ τῶν μαθημάτων ὅσα ἐστὶ φυσικώτερα· προσχρῆται γὰρ κινήσει τε καὶ αἰσθήσει, οἷον ὀπτικὴ καὶ ἁρμονικὴ καὶ ἀστρονομία· γραμμὴν γὰρ λαβοῦσαι παρὰ γεωμετρίας, ἣν ἐκείνη φυσικὴν οὖσαν οὐχ ὡς φυσικὴν ἐξετάζει, ἀλλὰ χωρίσασα τῆς ὕλης τῷ λόγῳ· λαβοῦσαι οὖν τὴν τοιαύτην γραμμήν, ἐπειδὴ χρήζουσιν αὐτῆς κατ’ ἐνέργειαν ὑφεστώσης, οὐκέτι χωρίζουσι κινήσεως τε καὶ ὕλης, ἀλλὰ καὶ κέχρηνται ὡς φυσικῇ τε καὶ κινουμένῃ· τῇ γὰρ διόπτρας εὐθείᾳ μεθ’ ὕλης ἤδη χρῶνται καὶ | κινήσεως. εἰ δὴ καὶ ὅσα τῷ λόγῳ δυνατὸν χωρίζειν ὅλως, ὅταν ἐνεργείᾳ ὄντα λαμβάνηται, οὐδὲ τῷ λόγῳ χωρίζεται, πόσῳ μᾶλλον φυλακτέον ἐστὶ χωρίζειν ἐνεργείᾳ τὰ μηδὲ κατ’ ἐπίνοιαν χωριστά; Ἐπειδὴ τοίνυν ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη, ὥσπερ ὁ περὶ σιμότητος λέγων περὶ ἀμφοῖν ἐρεῖ, καὶ τῆς ὅλης καὶ τοῦ εἴδους τοιοῦτο γὰρ τὸ κοιλότης ἐν ῥινί), μᾶλλον μέντοι κατὰ τὸ εἶδος ὁριεῖ κατὰ γὰρ τοῦτο σιμῷ εἶναι), οὕτως καὶ περὶ τῶν φυσικῶν λεκτέον ὡς ἐν ὕλῃ μὲν καὶ μεθ’ ὕλης ὄντων, τὸ μέντοι εἶναι ἅ ἐστι παρὰ τοῦ εἴδους ἐχόντων, ὥστε καὶ ὁ ὁριζόμενος προσχρήσεται μὲν τῇ ὕλῃ, ὁριεῖται δὲ κατὰ τὸ εἶδος. καὶ γὰρ δὴ καὶ ἀπορήσειεν ἄν τις, ἐπειδὴ δύο αἱ φύσεις, περὶ ποτέρας τοῦ φυσικοῦ λέγειν· πότερον περὶ ἑκατέρας ἰδίᾳ ἢ περὶ τοῦ ἐξ ἀμφοῖν; ἀλλ’ εἰ μὲν περὶ τοῦ ἐξ ἀμφοῖν, δεῖ καὶ περὶ ἑκατέρας εἰδέναι. εἰς μὲν οὖν τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἄν μόνον ὁ περὶ τῆς ὕλης λόγος διαφέρειν τῷ φυσικῷ· ἐπὶ μικρὸν γάρ τι μέρος Ἐμπεδοκλῆς καὶ Δημόκριτος τὸ εἶδος ὠνειροπόλησαν, ὁ μὲν τὸ νεῖκος καὶ τὴν φιλίαν ἀρχὰς θέμενος εἰδοποιούς, Δημόκριτος δὲ τὰ σχῆ μάτα· εἰς δὲ τὴν ἐκ τῶν προειρημένων ἀνάγκην μᾶλλον ὁ περὶ τῆς μορφῆς καὶ τοῦ εἴδους, οὐ μέντοι γε ὡς τῆς ὕλης παντάπασιν ἐκλανθάνεσθαι. εἰ γὰρ ἡ τέχνη μιμεῖται τὴν φύσιν, τῆς δὲ αὐτῆς τέχνης εἰδέναι τὸ εἶδος καὶ τὴν ὕλην μέχρι τινὸς οἷον ἰατρικῆς, ὑγείαν καὶ χολὴν καὶ φλέγμα ἐν οἷς ἡ ὑγεία, ὁμοίως δὲ καὶ οἰκοδόμου τό τε εἶδος τῆς οἰκίας καὶ τὴν ὕλην ὅτι πλίνθοι καὶ | ξύλα, καὶ τῶν ἄλλων οὕτως ὁμοίως, καὶ τῆς φυσικῆς ἄν εἴη τὸ γνωρίζειν ἀμφοτέρας τὰς φύσεις. ἔτι τε τῆς αὐτῆς τὸ τέλος εἰδέναι καὶ τὰ πρὸς τὸ τέλος, οἷον ἰατρικῆς ὑγείαν καὶ τὰ πρὸς ὑγείαν. οὗ ἄρα τὸ εἶδος γινώσκειν, τούτου καὶ τὴν ὕλην· ἕνεκα γὰρ τοῦ εἴδους ἡ ὕλη. ὅτι γὰρ τὸ εἶδος καὶ ἡ τοιαύτη φύσις τέλος τῶν φυσικῶν σωμάτων ἐστίν, οὕτως ἄν καθόλου μάθοις, ὅταν κινούμενόν τι συνεχῶς κἆτα ἀφικόμενον εἴς τι ἔσχατον καὶ τέλος παύσηται τῆς εἰς τὸ πρόσθεν ὁδοῦ. τοῦτο τῆς κινήσεως τέλος εἶχε καὶ τὸ οὗ ἕνεκα. νόει δέ μοι τὴν κίνησιν ἀνεμπόδιστον προιοῦσαν καὶ περατουμένην καθ’ αὑτήν, οὐκ ἔξωθέν τινος αἰτίας αὐτὴν ἐπισχούσης. τοιοῦτον οὖν τέλος τὸ εἶδος· ἐπὶ τοῦτο γὰρ αἱ φυσικαὶ κινήσεις ἐλθοῦσαι ἡ γένεσις καὶ ἡ αὔξησις τελειοῦνταί τε καὶ ἵστανται καὶ ἔπειτα ἀνακάμπτουσι. γελοίως δὲ ὁ ποιητὴς ‘ἔχει τελευτὴν ἧσπερ οὕνεκ’ ἐγένετο᾿. ἔστι μὲν γάρ τι ἔσχατον καὶ ὁ θάνατος, οὐ πᾶι δὲ τὸ ἔσχατον τέλος καὶ οὗ ἕνεκα, ἀλλὰ τὸ βέλτιον πᾶν γὰρ ἀγαθοῦ τινος ἐφίεται), καὶ ἡ αὔξησις οὐ θανάτου χάριν ἐγίνετο εἴγε καὶ πρὸ τοῦ θανάτου παύεται πολλάκις, ἀλλὰ τῆς τελειότητος καὶ τοῦ εἴδους. καὶ ἵσταται καθ’ αὑτήν, ὅταν εἰς τὸ τοιοῦτον τέλος ἀφίκηται, ὁ δὲ θάνατος τελευταῖον οὐχ ὡς σκοπός, ἀλλ’ ὡς ἀναγκαῖον σύμπτωμα τῆς τοιαύτης οὐσίας. ἔτι καὶ ποιοῦσιν αἱ τέχναι τὴν ὕλην αἱ μὲν ἁπλῶς, αἱ δὲ εὐεργόν· ἁπλῶς μὲν οἰκοδομικὴ τὰς πλίνθους, εὐεργὸν δὲ πλαστικὴ τὸν κηρόν. εἰ δὲ ταῖς ποιητικαῖς συμβαίνει πολλαχοῦ τὸ ποιεῖν τὴν | ὕλην, πῶς οὐ ταῖς θεωρητικαῖς τὸ γινώσκειν αὐτὴν ἀναγκαῖον; ἀλλὰ καὶ ἡμεῖς τέλος ὄντες (πολλὰ γὰρ καὶ ἡμῶν γίγνεται χάριν) οὐ μόνον ἴσμεν τὰ ἡμῶν ἕνεκεν, ἀλλὰ καὶ χρώμεθα αὐτοῖς. πῶς δὲ ἡμεῖς καὶ ὅτι διχῶς τὸ τέλος, ἐν τοῖς ἠθικοῖς λέγεται σκέμμασιν. οὐ χρὴ δὲ θαυμάζειν, εἰ ποιοῦσιν ἔνιαι τέχναι τὴν ὕλην, ὅπου γε καὶ ὅσαι αὐτῶν ἀρχιτεκτονικαί, αἵπερ δοκοῦσι μάλιστα τοῦ εἴδους ἕνεκεν ἐπιτάττειν ταῖς ὑπ’ αὐτάς, ὅμως καὶ τῆς ὕλης λόγον ποιοῦνται. δύο δέ ἐστιν εἴδη τῶν τοιούτων τεχνῶν καὶ ὅμως ἄμφω τῆς ὅλης φροντίζει, ὧν ἡ μὲν χρῆται τῷ εἴδει μόνῳ, τῇ δὲ ὑπ’ αὐτὴν ὁποῖον τοῦτό ἐστιν καὶ ὅπως ἂν γένοιτο, ἐπιτάσσει· οὕτω γὰρ ἔχει κυβερνητικὴ πρὸς ναυπηγικήν· χρῆται μὲν γὰρ τῷ εἴδει τῆς νεὼς ὁ κυβερνήτης, ὑφηγεῖται δὲ ἐργαζομένῳ τῷ ναυπηγῷ ποῖον σχῆμα νεὼς πλωιμώτερον. οὐ μέντοι γε ἐκ παντὸς ξύλου ναυπηγοῦντος ἀνάσχοιτο ἄν, ἀλλὰ μέλει καὶ ὕλης αὐτῷ· τὸ γὰρ εἶδος ᾧ χρῆται τοιᾶσδε ὕλης προσδεῖται, εἰ μέλει τὸ ἑαυτοῦ ἔργον εὖ ἀποδώσειν. ἄλλη δέ τίς ἐστιν τῶν ἀρχιτεκτονικῶν λεγομένων, ἣ χρῆται μὲν οὐκέτι τῷ εἴδει, ἀλλ’ ἐργάζεται αὐτὸ καὶ ποιεῖ, ταῖς δὲ ὑπ’ αὐτὴν ἐπιτάσσει περὶ τῆς ὕλης ὡς ναυπηγικὴ τῇ τε ὑλοτομικῇ καὶ τῇ πριστικῇ. ὥσπερ δὲ ἐν τοῖς κατὰ τέχνην ὅταν γίγνηται ὑπὸ τῆς τέχνης ἡ ὕλη, τοῦ εἴδους χάριν γίγνεται καὶ τοῦ ἔργου, οὕτως ἐφ’ ὧν οὐ γίνεται ἀλλά ἐστιν, τοῦ εἴδους ἕνεκέν ἐστιν καθάπερ ἐν τοῖς φυσικοῖς. εἴρηται δὲ ὅτι τῷ τὸ τέλος γινώσκοντι καὶ τὰ πρὸς τὸ τέλος γνωστέον. ἔτι τῶν | πρός τι ἡ ὕλη· ἡ γὰρ ὕλη τινὸς εἴδους καὶ ἄλλη γε ἄλλου, δῆλον δὲ ὡς προσεχής, ὥστε ὁ θάτερον εἰδὼς καὶ θάτερον εἴσεται ἐξ ἀνάγκης. περὶ μὲν οὖν τῆς ὕλης μέχρι τοσούτου ὁ φυσικὸς ἐπισκέψεται, ὥστε τὴν περὶ αὐτῆς θεωρίαν εἰς τὸ εἶδος ἐπαναφέρειν, περὶ δὲ αὐτοῦ τοῦ εἴδους ἄχρι τινὸς ἢ ὥστε μὴ χωρίζειν αὐτὸ τῆς ὕλης, ἀλλ’ ὥσπερ ὁ ἰατρὸς νεῦρον ἐξετάζει οὕτως ὁ φυσικὸς ἄνθρωπον. εἰ γὰρ καὶ χωρίζεταί ποτε τὸ ἔνυλον εἶδος, ἀλλὰ λόγῳ γε, οὐχ ὑποστάσει. μαρτύριον δὲ τοῦ πάντα ἔνυλα εἶναι τὰ φυσικὰ εἴδη τὸ πάντα, ὅσα γίνεται ὑπὸ τοιούτων, καὶ αὐτὰ γίγνεσθαι τοιαῦτα· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος, ὥστε ἀμφότερα ἔνυλα τὰ ποιητικὰ αἴτια, καὶ τὸ προσεχὲς ὁ ἄνθρωπος καὶ τὸ πρῶτον ὁ ἥλιος. εἰ δέ τι χωριστὸν εἶδος κατ’ οὐσίαν ἐστὶ καὶ ὅπως ἔχει πρὸς τὰ φύσει καὶ τί ἐστι, τῆς πρώτης ἔργον φιλοσοφίας διορίσαι. περὶ μὲν τῶν ἀρχῶν τῶν ὡς στοιχείων ἱκανὰ τὰ εἰρημένα ἔστω. 3. Ἀναλαβόντες δὲ ἄνωθεν περὶ τῶν αἰτίων πειραθῶμεν ἀποδοῦναι καθ’ ὅσους λέγεται τρόπους. ἕνα μὲν οὖν τρόπον αἴτιον λέγεται ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ χρυσὸς τῆς φιάλης καὶ τὰ τούτων γένη· προσεχῶς μὲν γὰρ ὕλη τῆς φιάλης οὗτος ὁ χρυσός, ὡς γένος δὲ ὁ χρυσὸς καὶ τὸ σῶμα. ἄλλον δὲ τρόπον τὸ εἶδος καὶ τὸ παράδειγμα, τουτέστιν ὁ λόγος τοῦ τί ἦν εἶναι. παράδειγμα δὲ εἶπον οὐχ ὡς οἱ τὰς ἰδέας λέγοντες αὐτό τι καθ’ αὑτὸ ὑφεστὼς καὶ χωριστὸν εἶδος, ἀλλ’ | ἐπειδὴ ὥρισται τὸ εἶδος ἑκάστου τῶν ὑπὸ φύσεως γινομένων, οἷον ἀνθρώπου ἵππου βοὸς ἐλαίας συκῆς πλατάνου, καὶ ἡ ταῦτα δημιουργοῦσα ἀρχὴ μέχρι τοσούτου πρόεισι κινοῦσα τὴν ὕλην μέχρις οὗ τὸ εἶδος τοῦτο καὶ τὴν μορφὴν τελείως ἐναρμόσαι τῇ ὕλῃ. ἔτι ὅθεν ἡ ἀρχὴ πρώτη τῆς μεταβολῆς, οἷον ὁ βουλεύσας αἴτιος καὶ ὁ πατὴρ τοῦ τέκνου. πρώτην δὲ εἶπον ὅτι καὶ τὰ ὄργανα δοκεῖ κινήσεως αἴτια γίγνεθαι, ἀλλ’ οὐ πρῶτα. πρὸς τούτοις ἕτερον αἴτιον ὡς τὸ τέλος, τοῦτο δέ ἐστι τὸ οὗ ἕνεκα, οἷον αἴτιον τοῦ περιπατεῖν ἡ ὑγεία καὶ οὐ μόνον τοὐ περιπατεῖν, ἀλλὰ πάντων ἁπλῶς, ὅσα ὑπὸ τοῦ ποιοῦντος τὸ τέλος γίγνεται μεταξὺ τοῦ τέλους, ἄλλο ἐξ ἄλλου, τούτων ἁπάντων αἴτιον ἡ ὑγεία, οἷον ἰσχνανσίας καθάρσεως φαρμακείας, τῶν πρὸς ταῦτα ὀργάνων· πάντα γὰρ τοῦ τέλους ἕνεκα ταῦτα καὶ ὅσα ἔργα, ὡς τὸ περιπατεῖν, καὶ ὅσα ὄργανα, ὡς σικυῖα σμίλη. τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται, συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων πολλὰ τοῦ αὐτοῦ γίγνεσθαι αἴτια, οὐ κατὰ συμβεβηκὸς μέν, οὐ μὴν κατὰ τὸν αὐτὸν λόγον οἷον φιάλης χρυσοχόος τε καὶ χρυσός· ἄμφω μὲν αἴτια καθ’ αὑτά, ἀλλ’ ὁ μὲν ὡς δημιουργός, ὁ δὲ ὡς ὕλη. δύναται δέ τινα καὶ ἀλλήλων αἴτια εἶναι, οἷον οἱ πόνοι τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς τέλος ἡ εὐεξία, οἱ πόνοι δὲ ὡς ἀρχὴ τῆς κινήσεως· ποιητικοὶ γὰρ οἱ πόνοι τῆς εὐεξίας καὶ τέλος ἡ εὐεξία τοῖς πόνοις. ἔτι δύναται ταὐτὸν αἴτιον εἶναι τῶν ἐναντίων ἀλλ’ οὐχ ὡσαύτως ἔχον. ὁ γὰρ | παρὼν αἴτιος τῆς σωτηρίας τῆς νεὼς οὗτος ἀπὼν τῆς ἀνατροπῆς, ὡς ὁ κυβερνήτης. ἅπαντα μέντοι γε ὥσπερ ἔφην εἰς τέσσαρας τρόπους πίπτει τοὺς φανερωτάτους καὶ πάλιν γε αὐτοὺς ἀκριβεία ἕνεκεν ἐξαριθμητέον. πρῶτον μὲν εἰς τὴν ὕλην καὶ τὸ ὑποκείμενον, οὐχ εἷς δὲ ὁ τρόπος τῆς ὕλης· ἄλλως γὰρ ὑπόκειται τὰ στοιχεῖα ταῖς συλλαβαῖς κατὰ σύνθεσιν γάρ) καὶ ἄλλως ἡ κυρίως ὕλη δέχεται τὸ εἶδος κατὰ ἀλλοιώσεις γάρ)· γῆ δὲ καὶ ὕδωρ κατ’ ἄμφω τοῖς τῶν ζῴων σώμασι. καὶ τὰ μέρη τῷ ὅλῳ καθ’ ἕτερον τρόπον καὶ αἱ προτάσεις τοῦ συλλογισμοῦ τῷ συμπεράσματι. δεύτερον δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον. καὶ τοῦτο δὲ λέγεται πολλαχῶς, ὅλον μὲν ἐπὶ τοῖς ἐκ μερῶν συγκειμένοις, ὅλον δὲ οὐ σὺν τοῖς μέρεσι (τοῦτο γὰρ ἤδη τὸ συναμφότερον), ἀλλὰ τὸ ἐπὶ πᾶσιν αὐτοῖς ἐπιθεωρούμενόν τε καὶ ἐπιγιγνόμενον οἷον ἡ τελειότης, καὶ † καθ’ ὃ ὅλον λέγεται ὅλα, σύνθεσις δὲ ἐπὶ τοῖς συντιθεμένοις, εἶδος δὲ ἐπὶ τῆς κυρίως ὕλης. εἰς τρίτον δὲ τὴν ἀρχὴν τῆς κινήσεως, οἷον τὸ σπέρμα καὶ τὸν ἰατρὸν καὶ τὸν βουλεύσαντα καὶ ὅλως τὸ ποιητικὸν αἴτιον. τέταρτον δὲ τὸ τέλος καὶ τὸ ἀγαθόν· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι, διαφέρει δὲ οὐδὲν ἀγαθὸν αὐτὸ εἰπεῖν ἢ φαινόμενον ἀγαθόν. τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτά ἐστιν. Ἀποδιδόντες δὲ αὐτὰ πολλαχῶς ἀποδίδομεν ἐφ’ ἑκάστου εἴδους τῶν αἰτίων, οἷον ἐπὶ τοῦ ποιητικοῦ καὶ τῆς τοιαύτης αἰτίας· ἤτοι γὰρ προσεχῶς ἡ κοινότερον, προσεχῶς μὲν ὅταν λέγωμεν αἴτιον τῆς | ὑγείας τὸν ἰατρόν, κοινότερον δὲ ὅταν τὸν τεχνίτην. πάλιν ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός· καθ’ αὑτὸ μὲν γὰρ αἴτιον τῆς ὑγείας ὁ ἰατρός, ἀλλ’ ἐπειδὴ συμβέβηκεν αὐτῷ Ἀκουμενῷ εἶναι, αἴτιον ἄν εἴποιμεν καὶ τὸν Ἀκουμενόν τῆς ὑγείας. καὶ τὰ περιέχοντα τὸ συμβεβηκὸς [αἴτιον] καὶ αὐτὰ τὰ αἴτια πολλάκις λέγεται, οἷον ἄνθρωπος τῆς ὑγείας αἴτιος καὶ τὸ ζῷον. ἔστι δὲ καὶ τῶν συμβεβηκότων ἄλλα ἄλλων πορρώτερα καὶ ἐγγύτερα, οἷον ὁ λευκὸς καὶ ὁ μουσικὸς αἴτιος γίγνεται τῆς ὑγείας, ᾗ συμβέβηκε τῷ ἰατρῷ λευκῷ ἡ μουσικῷ εἶναι. πάλιν ταῦτα ἔστιν ἀποδιδόναι ἢ συμπλέκοντας ἢ χωρίς, συμπλέκοντας μὲν ‘ὁ Ἀκουμενὸς ἰατρὸς αἴτιος τῆς ὑγείας ἢ λευκὸς ἰατρός᾿ χωρὶς δὲ ‘ὁ Ἀκουμενὸς αἴτιος ἢ ὁ ἰατρὸς αἴτιος. ἐξ οὗ οἱ τρόποι τῶν ἀποδόσεων· ἢ γὰρ ὡς τὸ προσεχὲς καὶ καθ’ ἕκαστον, ἢ ὡς τὸ γένος, ἢ † κατὰ συμβεβηκός, ἢ ὡς τὸ γένος, ἢ ὡς τὰ συμπλεκόμενα, ἢ χωρίς. τοῦτο δὲ οὐκ ἐπὶ τοῦ ποιητικοῦ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων εὕροις ἂν οὕτω γιγνόμενον, οἷον ἐπὶ τῆς ὕλης. οὗτος ὁ χαλκὸς αἴτιος τοῦ Διαδουμένου καὶ ἀπλῶς χαλκὸς καὶ τὸ σῶμα. πάλιν τὸ ἐρυθρὸν ἔστω γὰρ ἐρυθρὸς ὁ χαλκὸς) καὶ ἁπλῶς ὁ ἐρυθρὸς καὶ ἔτι μᾶλλον ὁ κεχρωματισμένος καὶ συντιθεὶς ὁ ἐρυθρὸς χαλκὸς ἢ ὁ μέλας χαλκός. τοῖς δὲ αἰτίοις ἀνάλογόν τε καὶ ἐξίσου καὶ | τὰ αἰτιατὰ λέγεται· ἡ γὰρ προσεχῶς αἰτιατὸν ἀποδίδομεν ἢ τὸ γένος τούτου, οἷον Πολύκλειτος ἐποίησε τόνδε τὸν Διαδούμενον ἢ τὸν ἀνδριάντα ἢ ὅλως τὴν εἰκόνα· ὁμοίως ἐπὶ τοῦ κατὰ συμβεβηκότος, ἵνα μὴ καθ’ ἕκαστον ἀπομηκύνωμεν. ἕκαστος δὲ τῶν ἓξ τούτων τρόπων διχῶς αὖθις ἀποδίδοται, ἢ γὰρ δυνάμει ἢ ἐνεργείᾳ· διαφέρει δέ, ὅτι τὰ μὲν ἐνεργοῦντα αἴτια ἅμα τέ ἐστι καὶ οὐκ ἔστι τοῖς ἐνεργουμένοις αἰτιατοῖς, οἷον ὁ τέμνων τῷ τεμνομένῳ καὶ ὁ πρίζων τῷ πριζομένῳ, τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεί· φθείρεται γὰρ οὐχ ἅμα ὁ οἰκοδόμος τῇ οἰκίᾳ οὐδὲ ὁ τέκτων τῷ βάθρῳ. τὸ δυνάμει δὲ λέγω νῦν οὐ μόνον ἐνεργῆσαι, ἀλλὰ καὶ τὸ πεπαυμένον τῆς ἐνεργείας. δεῖ δὲ ἀεὶ τὸ αἴτιον ἑκάστου τὸ κυριώτατον καὶ προσεχέστατον ζητεῖν, τοῦτο δ’ ἔστιν ἐφ’ ᾧ παύεται ἡ ζήτησις τοῦ διὰ τί, οἷον ἴδιά τί αἴτιος οὗτος τῆς οἰκίας; ὅτι οἰκοδόμος. διὰ τί δὲ ὅλως οἰκοδόμος αἴτιος οἰκίας; ὅτι τὴν οἰκοδομικὴν ἔχει τέχνην᾿. ἐνταῦθα δὲ ἐλθόντα στῆναι ἀνάγκη· ἡ γὰρ ἑξῆς εὐήθης ἐρώτησις. πρώτη ἄρα ἡ τέχνη αἰτία τῆς οἰκίας. λεκτέον δὲ καὶ τὰ γένη τῶν γενῶν αἴτια καὶ τὰ καθ’ ἕκαστον * * *, οἷον ἀνδριαντοποιὸς μὲν ἀνδριάντος αἴτιος, ὅδε δὲ τουδί, καὶ τὰ μὲν δυνάμει αἴτια τοῖς δυνάμει, τὰ δὲ ἐνεργοῦντα τοῖς ἐνεργουμένοις αἰτιατοῖς. πόσα μὲν οὖν τὰ αἴτια καὶ ποσαχῶς ἀποδίδοται, διώρισται καθ’ ἕκαστον ἡμῖν. 4. Λέγεται δὲ καὶ ἡ τύχη πολλῶν αἰτία καὶ τὸ αὐτόματον καὶ πολλὰ καὶ εἶναι καὶ γίγνεσθαι διὰ | τύχην καὶ τὸ αὐτόματον. ταῦτα μὲν ὑπὸ τίνα τρόπον τῶν προειρημένων αἰτίων ἐστὶν καὶ πότερον ταὐτὸν τύχη καὶ τὸ αὐτόματον ἢ ἕτερον καὶ ὅλως τί ἐστιν ἑκάτερον, ἐπισκεπτέον. <πρότερον ἐπισκεπτέον> δέ, εἰ ἔστιν ὅλως· ἀρχὴ γὰρ αὕτη. φαίη γὰρ ἄν τις κενὸν ὄνομα τὴν τύχην εἶναι· καὶ γὰρ ἐφ’ ὧν αἰτία λέγεται καὶ ὀνομάζεται, πάντως ἔστιν αἴτιον ὡρισμένον λαβεῖν ἐκ τῶν προαποδεδομένων τρόπων ἡμῖν ἐν τοῖς ἔμπροσθεν, οἷον εἰς τὴν ἀγοράν τις ἐλθών, ἵνα τῷ δεῖνι διαλεχθείη, κατέλαβε τὸν ἑταῖρον ἐξ ἀποδημίας ἐπανήκοντα, ὃν ἐβούλετο μὲν ἰδεῖν, οὐκ ᾤετο δὲ τηνικαῦτα. τούτου γὰρ εἰ ἔροιο τὴν αἰτίαν καὶ ὅπως κατείληφε τὸν ἑταῖρον, ἀπὸ τύχης μὲν ἄν φαίη, κενολογεῖ δέ. πῶς γὰρ ἀπὸ τύχης, ἀλλ’ οὐκ ἀπὸ τῆς αὐτοῦ προαιρέσεως, καθ’ ἣν προείλετο εἰς τὴν ἀγορὰν προελθεῖν; τί γάρ; εἰ μὴ τούτου προῆλθεν ἕνεκεν, ἀλλὰ ἄλλου του, ἄλλην τινὰ αἰτίαν τῆς θέας τοῦ φίλου περιβλεπτέον καὶ οὐ τὴν πρόοδον. εἰ δὴ τὴν μὲν τύχην ἀόριστον αἰτίαν καὶ οἱ τιθέντες νομίζουσιν, ἐφ’ ἑκάστῳ δὲ τῶν ἀπὸ τύχης λεγομένων ἐστὶν αἴτιον ὡρισμένον λαβεῖν, πῶς οὐκ ὄνομα λέγουσιν ἄνευ πράγματος οἱ τὴν τύχην ὡς αἰτίαν τινῶν ἀποσεμνύνοντες; οὐ παροπτέον δὲ οὐδὲ τοὺς παλαιούς, ὅσοι περὶ αἰτίων ἐφιλοσόφησαν, ὧν οὐδέ τις αὐτὴν ἐν τούτοις καταριθμήσαιτο.. ταῦτα μὲν οὖν εἴποιεν ἂν τὴν τύχην ἐξελαύνοντες ἐκ τῶν πραγμάτων, ἡμεῖς δὲ τὸν μὲν πρότερον λόγον τοὐναντίον περαίνειν οὗ βούλεται. βούλεται | μὲν γὰρ ἀναιρεῖν τὴν τύχην, λανθάνει δὲ αὐτὴν μᾶλλον κρατύνων. εἰ γὰρ ἔχοντες ἅπαντες ἅπαντα τὰ γιγνόμενα εἰς ὡρισμένας αἰτίας ἀνάγειν ἀεὶ, καὶ τοῦτο οὐκ ἀγνοοῦντες ὅμως οὐχ ἅπαντα ἀπὸ τύχης γενέσθαι λέγομεν, ἀλλὰ τὰ μὲν τὰ δὲ οὕ, δῆλον ὡς αἴτιόν τι παρὰ τὴν ὡρισμένην αἰτίαν ἡ τύχη, εἴγε ἀποροῦμεν μὲν οὐδέποτε ὡρισμένης ἀρχῆς, αἰτιώμεθα δὲ ἐπ’ ἐνίων οὐ τὴν ὡρισμένην καὶ πρόδηλον ἀρχήν, ἀλλὰ τὴν τύχην ὡς οὖσαν ἕτερον παρ’ ἐκείνην. διὰ τί γὰρ Ἀχιλλεὺς μὲν ἐκ προαιρέσεως λέγεται ἀνῃρηκέναι τὸν Ἕκτορα, Ἄδραστος δὲ ἀπὸ τύχης τὸν Κροίσου παῖδα; ἐχρῆν γὰρ καὶ τοῦτον ἐκ προαιρέσεως λέγειν καθάπερ τὸν Ἀχιλλέα. ἐξήρκει γὰρ αὐτοῖς κἀπὶ τούτου ληρεῖν, ὡς εἰ μὴ προείλετο ἀφεῖναι τὸ δόρυ, οὐκ ἄν ὁ Κροίσου παῖς ἀνῃρέθη· ἀλλὰ προείλετο μὲν ὅτε ἀφῆκε τὸ δόρυ, προείλετο δὲ οὐ κατὰ τοῦ Κροίσου παιδός, ἀλλὰ κατὰ τοῦ θηρίου. τῆς μὲν οὖν ἀφέσεως αἰτιῶ τὴν προαίρεσιν, τοῦ φόνου δὲ μή· πῶς γάρ; ὃ εἰ προῄδει συμβησόμενον, οὐκ ἂν ἔπεμψε τὸ ἀκόντιον· ὥστε καλῶς ἀπὸ τύχης λέγεται καὶ οὐκ ἀπὸ προνοίας ὁ τοιοῦτος φόνος. οὕτως καὶ συγγνώμης ἐπὶ τούτοις τυγχάνουσιν, καὶ ὁ Κροῖσος εὐγνώμων ἦν οὐ παροξυνόμενος πρὸς τὸν δράσαντα. εἰ δὲ μηδεὶς ἐμνημόνευσε τύχης τῶν παλαιῶν, τί τοῦτο; ἐκείνων γὰρ ἔγκλημα τοῦτο, οὐχὶ τῆς τύχης ἀναίρεσις. φαίνονται μὲν γὰρ ὡς ἀληθῶς οὐδαμοῦ λόγον πεποιημένοι περὶ αὐτῆς οὐκ Ἐμπεδοκλῆς, οὐκ Ἀναξαγόρας, οὐκ ἄλλος τις· οὕτε γὰρ ἓν ὧν ἔλεγον αἰτίων, ᾤοντο εἶναι τὴν τύχην, | οἷον φιλίαν ἢ [τὸ] νεῖκος ἢ νοῦν ἢ πῦρ, οὕτε τι προσόμοιον τούτοις, ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὸν λόγον ἐστίν, ἐπεὶ καὶ περὶ ἄλλων πολλῶν οὐδένα ἐποιήσαντο λόγον, ἀλλ’ ὅ γε χρόνος ἱκανὸς ἐξευρεῖν τὴν ἀλήθειαν. καίτοι θαυμαστὸν μέν, εἰ μηδὲν ὑπολαμβάνοντες τὴν τύχην ὅμως οὐκ ἔπειθον τοὺς ἀνθρώπους ὡς ἐπὶ κενὸν ὄνομα φέρονται, θαυμαστὸν δέ, εἰ γινώσκοντες οὖσαν κατέλιπον διδάξαι ὅπως ἐστίν. ἐγὼ δὲ ἀναμιμνῄσκομαι, ὡς Ἐμπεδοκλῆς καὶ ἄκων περιπίπτει που τῷ ὀνόματι καὶ χρώμενος εἰς ἀπόδοσιν τῆς φυσιολογίας τῇ τύχῃ πολλάκις λανθάνειν οἴεται· τῆς γὰρ τοῦ ἀέρος ἀποκρίσεως τὴν τύχην αἰτιᾶται λέγων ὡς οὕτω συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως, καὶ τὰ μόρια τῶν ζῴων τὰ πλεῖστα ἀπὸ τύχης γενέσθαι φησίν. ἀλλ’ οὗτος μὲν εἰς μικρὰ αὐτῇ καταχρώμενος, εἰ μηδένα αὐτῆς πεποίηται λόγον, ἥττονος ἄξιος κατηγορίας ἄν εἴη, Δημοκρίτῳ δὲ καὶ τοῖς ἄλλοις πῶς οὐκ ἄξιον ἐγκαλεῖν; οἳ τὰ μέγιστα αὐτῇ προστιθέντες οὐδὲ ἐλαχίστου λόγου μεταδεδώκασιν ἀνθρώποις τοὺς ἀπείρους οὐρανοὺς καὶ τὴν δίνην καὶ τὴν κατέχουσαν τάξιν εἰς ἄλλο μὲν οὐδὲν αἴτιον ἀναφέροντες, τύχης δὲ ἀνάψαντες μόνης καὶ τοῦ αὐτομάτου. καίτοι καὶ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ θαυμάζω τῶν ἀνδρῶν, εἰ τὰ μέγιστα καὶ θειότατα τῶν φαινομένων, τὸν οὐρανὸν καὶ τὴν τῶν ἄστρων χορείαν, ἐν οἷς οὐδὲν ἀόριστον οὐδὲ ἄτακτον, εἰς τὸ αὐτόματον ἀνάγουσι καὶ τὴν τύχην ὁρῶντες καὶ τὰ φυτὰ καὶ τὰ ζῷα καθ’ ὡρισμένας αἰτίας καὶ τεταγμένας γινόμενα, εἴτε φύσιν εἴτε νοῦν εἴθ’ ἕτερόν | τις ὀνομάζειν βούλοιτο τὰς αἰτίας· οὐ γὰρ περὶ τούτου νῦν διαφέρομαι, ἀλλ’ ὅτι γε πόρρωθεν τὸ ἄλογον καὶ ἄτακτον καὶ αὐτόματον τῆς γενέσεως τούτων δῆλόν ἐστιν. διὰ τί γὰρ οὐ γίγνεται ὅ τι ἔτυχεν ἐξ ὅτου ἔτυχεν, εἰ τύχη τὸ αἴτιον ἦν, ἀλλ’ ἐξ ἀνθρώπου μὲν ἄνθρωπος, ἐκ δὲ ἐλαίας ἐλαία; καὶ οὐδεὶς ἀπὸ τύχης φησὶν ἵππον ἐξ ἵππου τετέχθαι ἢ τὸν ἄσταχυν ἐκ τοῦ πυροῦ βεβλαστηκέναι. εἰ ταῦτα μὲν οὕτως, ἃ καὶ ἐμποδίζεται καὶ διακόπτεται πολλάκις, ὁ δὲ οὐρανὸς καὶ τὰ ἄστρα καὶ ἡ ἀκίνητος καὶ διαιωνίζουσα τάξις οὐ κατὰ νοῦν οὐδὲ κατὰ λόγον συντέτακται, ἀλλ’ ἐκ ταὐτομάτου καὶ τύχης, ἀμφότερα οὖν ἁμαρτάνουσι, καὶ ὅτι πάντων αὐτὴν αἰτιῶνται καὶ ὅτι μηδὲν ὑπὲρ αὐτῆς ἡμᾶς διδάσκουσιν. εἰσὶ δέ τινες οἳ τὴν τύχην αἰτίαν μὲν εἶναι καὶ πάνυ πολλῶν πεπιστεύκασιν, οὐκ ἔχοντες δὲ <περὶ> τὴν φύσιν αὐτῆς ἀποδοῦναι εὐσχήμονα λόγον ἀποθαυμαστὸν—(5) διδράσκουσιν ἄδηλον αὐτὴν αἰτίαν ἀνθρωπίνῃ διανοίᾳ τιθέμενοι. ἐοίκασι δὲ ἐξ ὧν λέγουσιν θεῖόν τι καὶ δαιμονιώτερον αὐτὴν ὑπολαμβάνειν· ταύτης δὲ καὶ οἱ πολλοὶ τῆς δόξης εἰσὶ σεβόμενοι τὴν τύχην καὶ νεὼς οἰκοδομοῦντες αὐτῇ μετὰ τῶν θεῶν.. σκεπτέον οὖν ἡμῖν ὥσπερ ἔφην, περὶ αὐτῆς κατὰ τὴν συνήθη μέθοδον. 5. Ὅτι μὲν οὖν ἔστιν καὶ ἐν οἷς ἐστιν ἡ τύχη, λάβοιμεν ἄν οὕτως. τῶν γιγνομένων τὰ μὲν ὡσαύτως ἀεὶ γίγνεται ὡς τὰ ἀίδια, τὰ δὲ ὡς ἐπὶ τὸ πλεῖστον ὡς τὰ φύσει, τὰ δὲ ἀντικείμενα τούτοις ὡς τὰ ἐπ’ ἔλαττον. ἐπειδὴ γάρ εἰσί τινα ὡς ἐπὶ τὸ πλεῖστον γιγνόμενα, δῆλον ὡς ἐστί τινα καὶ ἐπ’ ἔλαττον, ἃ | τὴν ἀναγκαίαν ἐκείνων γένεσιν διακόπτει. πότερον οὖν ἐν τοῖς ἐξ ἀνάγκης ἡ τύχη; καὶ τίς ἄν εἴποι τὸν ἥλιον ἀπὸ τύχης ἀνατέλλειν ἢ δύεσθαι τήμερον; ἀλλ’ ἐν τοῖς ἐπὶ τὸ πλεῖστον; ἀλλ’ οὐδεὶς λέγει Καλλίαν ἐκ τύχης πενταδάκτυλον γενέσθαι ἢ καῦμα ἐν τοῖς ὑπὸ κύνα ἢ χειμῶνα κατὰ τὸν τοξότην ὄντος ἡλίου. ἆρ’ οὖν ἐν τοῖς ἐπ’ ἔλαττον ἡ τύχη; τοῦτο γὰρ ἡ κοινὴ δόξα φησί· τά τε γὰρ ὑπὸ τύχης γινόμενα σπανίως οἷόν τε συμβαίνειν καὶ τὰ σπανίως συμβαίνοντα ἀπὸ τύχης οἷόν τε γίνεσθαι· καὶ τοῦτο μὲν ἐνταῦθα μενέτω τὸ τὴν τύχην ἐν τοῖς ἐπ’ ἔλαττον εἶναι. πάλιν δὲ ἄλλως διαιρουμένοις τῶν γινομένων τὰ μὲν ἕνεκά τινος γίνεται, ὥσπερ ὅσων διάνοια καὶ ὅσων ἡ φύσις δημιουργός, τὰ δὲ οὐδενὸς χάριν, ὥσπερ ὅταν ἡμεῖς ἐκτείνωμεν τρίχας ἢ κάρφος ἀναιρώμεθα. τούτων δὴ ποῦ τακτέον τὴν τύχην; φημὶ ὡς ἐν τοῖς ἕνεκά του. πῶς δέ, ἀναμεῖναι μικρὸν βούλομαι· νῦν δὲ ἀναθεμένοις τοῦτο. οὐ γὰρ εἰς μακρὰν ἀποδειχθήσεται, τὸ συμβαῖνον δὲ ἐκ τῶν λημμάτων συλλογισώμεθα. κεῖται δὴ τὴν τύχην ἐν τοῖς ἐπ’ ἔλαττον εἶναι, κεῖται δὲ καὶ ἐν τοῖς ἕνεκά του. τί δὴ τὸ ἐκ τούτων συμπεραινόμενον; τό τινα γίνεσθαι καὶ ἐπ’ ἔλαττον ἐν τοῖς ἕνεκά τινος γιγνομένοις. τοῦ δὴ χάριν ὑπήχθην τουτὶ συλλογίσασθαι πρὸ τῆς θατέρου τοῖν λημμάτοιν διδασκαλίας; ὅτι τὸ ἕνεκά τινος οὐκ ἐν τοῖς ὡσαύτως ἔχουσι μόνον, οὐκ ἐν τοῖς ἐπὶ τὸ πλεῖστον ὁμοίως. ἀλλ’ οὐ δεῖ θαυμάζειν, εἰ καὶ ἐν τοῖς ἐπ’ ἔλαττον εὑρεθείη. εἶεν. πῶς οὖν ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του; | προσδεῖ γὰρ δὴ τούτου τῷ λόγω. πάντες δὲ συμφαῖεν ἄν, ὅτι ὅσα γίνεται ὑπὸ διανοίας καὶ ὑπὸ φύσεως, ἕνεκά τινος γίνεται, οἷον τὸ προελθεῖν ἔξω τῆς οἰκίας ἢ γὰρ τοῦ λούσασθαι ἕνεκεν ἢ τοῦ τῷ φίλῳ διαλεχθῆναι) καὶ τὸ πεσεῖν ἐκ τοῦ στέγους τὴν κεραμίδα τοῦ γὰρ εἰς τὸν οἰκεῖον ἐνεχθῆναι τόπον, φημὶ δὲ εἰς τὸν κάτω τὸ βαρὺ καὶ γήινον σῶμα, ἐπειδὴ οὐχ ἱκανῶς ἀνείχετο). ὅταν μὲν οὖν ἐκεῖνο τὸ τέλος αὐτοῖς ἀπαντήσῃ μόνον, οὗ καὶ τὴν ἀρχὴν χάριν ἐγίνετο, οὐδὲν ἐνταῦθα ἔχει κοινὸν ἡ τύχη· ὅταν δέ, ὥσπερ εἴωθε πολλάκις, ἕτερόν τι παρὰ τὸ προκείμενον ἐξ ἀρχῆς, ἐνταῦθα ἀναφαίνεται ἡ τύχη καὶ τὸ αὐτόματον. προῆλθε μὲν γὰρ ὑπὲρ τοῦ λούσασθαι, περιέπεσεν δὲ τῷ λυττῶντι κυνί· καὶ κατηνέχθη μὲν ἡ κεραμὶς ὑπὲρ τοῦ τὴν οἰκείαν χώραν ἀπολαβεῖν, ἐπειδὴ παρὰ φύσιν ἦν αὐτῇ τὸ αἰωρεῖσθαι, ἔπληξε δὲ παριόντα τὸν ἄνθρωπον. ἔστι μὲν οὖν καὶ τῶν οὕτως συμβαινόντων ἢ τὴν φύσιν ἢ τὴν προαίρεσιν αἰτίαν πω εἰπεῖν, ἀλλ’ οὐ καθ’ αὑτήν· οὐ γὰρ τούτων χάριν οὔτε προῆλθεν ὁ ἄνθρωπος οὕτε ὁ κέραμος κατηνέχθη, ἀλλ’ εἰ ἄρ, κατὰ συμβεβηκός. τοῦτο οὖν ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον, ὅταν αἰτία γίνηται κατὰ συμβεβηκὸς ἡ φύσις τινὸς ἢ ἡ προαίρεσις. οὕτως ἔλεγον τὴν τύχην ἐν τοῖς ἕνεκά τινος εἶναι, ὅτι ἐν τοῖς ἀπὸ διανοίας καὶ ἀπὸ φύσεως, ὅταν γένηται ταῦτα κατὰ συμβεβηκός τινων αἴτια, γίνεται δὲ κατὰ συμβεβηκός τινων αἴτια, ὅταν ἄλλα τινὰ αὐτοῖς ἀπαντήσῃ καὶ μὴ ὧν χάριν ἐγίνετο· ἔστι γὰρ ὥσπερ τῶν ὄντων τὰ μὲν καθ’ | αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, καθ’ αὑτὰ μὲν ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ τὰ ταύτῃ συμβεβηκότα, οὕτως καὶ τῶν αἰτίων τὰ μὲν καθ’ αὑτὰ αἴτια, τὰ δὲ κατὰ συμβεβηκός, καθ’ αὑτὸ μὲν αἴτιον τῆς οἰκίας ὁ οἰκοδόμος, κατὰ συμβεβηκὸς δὲ ὁ λευκὸς ἢ ὁ μουσικός· καὶ τὸ μὲν καθ’ αὑτὸ ὡρισμένον, τὸ δὲ κατὰ συμβεβηκὸς ἀόριστον· ἄπειρα γὰρ ἂν τῷ οἰκοδόμῳ συμβαίη. τοιοῦτον δὲ καὶ ἡ τύχη καὶ διὰ τοῦτο ἀόριστον. διαφέρει δὲ τῶν ἄλλων τῶν κατὰ συμβεβηκὸς αἰτίων ἡ τύχη, ὅτι ἐκείνων μὲν ἕκαστον, ἐπειδὴ τῷ καθ’ αὑτὸ αἰτίῳ συμβέβηκε, οὕτως αἴτιον καὶ αὐτὸ λέγεται τὸ λευκὸν ἢ τὸ μουσικὸν ἢ τὸ περιπατοῦν ἢ τὸ καθήμενον, διόπερ οὐδὲ αἴτιον κυρίως ἐστὶ τὸ τοιοῦτον, ἐπὶ δὲ τῆς τύχης ἡ αὐτὴ πρᾶξις καὶ μία ἄλλου μὲν καθ’ αὑτὴν αἰτία, ἄλλου δὲ κατὰ συμβεβηκός· τὸ γὰρ ὀρύξαι τοὐ μὲν φυτεῦσαι καθ’ αὑτὸ αἴτιον, τοῦ δὲ τὸν θησαυρὸν εὑρεῖν κατὰ συμβεβηκός, ὥστε ἐκεῖ μὲν ἐν τοῖς αἰτίοις ἡ διαφορά (τὸ μὲν γὰρ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός), ἐνταῦθα δὲ ἐν τοῖς τέλεσι τοῦ μὲν καθ’ αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός. ἔχει μέντοι γε καὶ τὸ ἀόριστον μηδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον, ἡ τύχη· τὸ γὰρ εὑρεῖν τὸν θησαυρὸν πολλοῖς ἄν καὶ ἀπείροις αἰτίοις ἐπισυμβαίη χάριν ἄλλου τινὸς γινομένοις, τοῦ φυτεῦσαι χάριν ὀρύσσοντι, τοῦ θεμέλια καταβάλλεσθαι, τοῦ διαγαγεῖν ὀχετὸν φρεατείας ἕνεκεν λάκκου μνήματος ἠρίου μυρίων ἄλλων. καθάπερ οὖν ἐλέχθη καὶ πρότερον (οὐδὲν γὰρ ἄτοπον σχολὴν ἄγοντα τὰ αὐτὰ πολλάκις ἕνεκεν ἀναλαμβάνειν), ὅταν | τὰ ἕνεκά του γινόμενα γένηταί τινος αἴτια κατὰ συμβεβηκός, τὰ τούτοις οὕτως ἀπηντηκότα ἀπὸ τύχης λέγεται γεγονέναι ἢ ταὐτομάτου, οἷον ἕνεκα μὲν τοῦ λούσασθαι προῆλθεν, ἀπέλαβε δὲ τὸ ἀργύριον περιτυχὼν τῷ δεδανεισμένῳ κομιζομένῳ τὸν ἔρανον· τοῦ γὰρ ἀπολαβεῖν αἴτιον κατὰ συμβεβηκὸς τὸ προελθεῖν (οὐ γὰρ τούτου ἐγίνετο)· ὡς εἰ τούτου γε ἕνεκεν, οὐκ ἂν ἐλέγετο ἀπὸ τύχης ἀπειληφέναι τὸ ἀργύριον· ἀλλ’ οὔτε εἰ κατὰ ἀνάγκην εἰς τὸν τόπον ἐκεῖνον ἐφοίτα, οὔτε εἰ κατὰ συνήθειαν ὡς ἐπὶ τὸ πλεῖστον· οὐκέτι γὰρ παράλογον τὸ τοιοῦτον οὐδὲ σπάνιον. καὶ τοῦτο δὲ ἐπὶ τῆς τύχης θεωρητέον, ὅτι τὸ κατὰ συμβεβηκὸς οὐκ ἐπὶ τοῦ ποιητικοῦ μόνον αἰτίου, ἀλλὰ καὶ ἐπὶ τοῦ τέλους εὑρίσκεται· ὥσπερ γὰρ τὸ προελθεῖν κατὰ συμβεβηκὸς αἴτιον τοῦ κομίσασθαι, οὕτω καὶ τὸ κομίσασθαι κτὰ συμβεβηκὸς τέλος τοῦ προελθεῖν· καὶ τὸ μὲν ὡς ποιητικὸν αἴτιον τύχη καλεῖται, τὸ δὲ ὡς τελικὸν τὸ ἀπὸ τύχης. δεῖ δὲ καὶ τοῦτο ἀόριστον εἶναι καὶ μὴ τεταγμένον, ὡς εἴγε εἴη τεταγμένον, οὐκέτ’ ἀπὸ τύχης ἐστίν. εὐλόγως δὲ καὶ τοῦτο ἀόριστον· κατὰ συμβεβηκὸς γὰρ καὶ τοῦτο καὶ οἷόν τε ἦν οὐ τὸ κομίσασθαι ἀπαντῆσαι μόνον τὸ προελθεῖν, ἀλλὰ καὶ τὸ πληγῆναι καὶ τὸ θεάσασθαι τὴν πομπήν· ἓν μὲν γάρ ἐστιν οὗ χάριν ἐγένετο τὸ προελθεῖν, ἄπειρα δὲ τὰ τούτῳ δυνάμενα ἐπισυμβῆναι. δῆλον ἄρα ἐκ τῶν εἰρημένων, ὅτι τύχη ἐστὶν αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς οὔτε ἐξ ἀνάγκης οὔτε ἐπὶ τὸ πολὺ γινομένοις, ἀλλ’ ἐν τοῖς ἐπ’ ἔλαττον καὶ τούτων γε ἐν τοῖς ἕνε|κά του κατὰ προαίρεσιν· διόπερ ἐν ὅσοις διάνοια, ἐν τούτοις καὶ τύχη· ἡ γὰρ προαίρεσις οὐκ ἄνευ διανοίας. ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι ἀφ’ ὧν γένοιτο ἂν τὸ ἀπὸ τύχης, ὅθεν δοκεῖ ἡ τύχη ἀόριστον εἶναι· πάντα γὰρ τὰ κατὰ συμβεβηκὸς αἴτια τὸ ὡρισμένον οὐκ ἔχει· ταύτῃ γὰρ μάλιστα τῶν καθ’ αὑτὰ διαφέρει, ὅτι ἐπ’ ἐκείνων μὲν ἔστιν ὁρίσαντας εἰπεῖν τόδε τοῦδε αἴτιον, οἷον τὸν οἰκοδόμον τῆς οἰκίας, ἐπὶ δὲ τῶν κατὰ συμβεβηκὸς οὔ· οὐκέτι γὰρ μᾶλλον ὁ λευκὸς ἢ ὁ μουσικός. οὕτως οὖν καὶ τοῦ κομίσασθαι τὸ ἀργύριον προελθόντα ἄπειρα τὸ πλῆθος αἴτια· καὶ γὰρ ἰδεῖν τινα καὶ βουλόμενος καὶ διώκων καὶ φεύγων καὶ θεασάμενος. εἰ μὲν οὖν τὰ καθ’ αὑτὰ αἴτια λέγει, οὐδὲν ἂν γίνεσθαι δόξειεν ἀπὸ τύχης. παράλογον δὲ οὐδὲν θαυμαστὸν τὴν τύχην λέγεσθαι (ὁ γὰρ λόγος ἐν τοῖς ἐξ ἀνάγκης ἢ ὡς τὸ πολύ), ἀλλ’ ἐπεὶ κατὰ συμβεβηκὸς αἴτιον ἡ τύχη ἀεὶ δὲ ἐν τούτοις ἦν τινα ἐγγυτέρω τε καὶ πορρωτέρω ἐγγυτέρω μὲν ὁ Πολύκλειτος αἴτιος τοῦ ἀνδριάντος, πορρωτέρω δὲ ἄνθρωπος), οὕτω γένοιτο ἂν καὶ ἐν τοῖς ἀπὸ τύχης αἰτίοις, οἷον ὑγείας αἴτιον ἐγένετο τῷ νοσοῦντι ἢ πνεῦμα ἢ εἰληθέρησις ἢ τὸ κείρασθαι καὶ ἀραιωθῆναι τὴν κεφαλὴν μηδὲν τούτων ἕνεκα τῆς ὑγείας ποιήσαντι, ἀλλ’ ἢ τοῦ πρᾶξαι χάριν ἢ τοῦ θεάσασθαί τινα ἢ τοῦ τὴν κόμην ἀποθέσθαι· καὶ γὰρ ἐνταῦθα προσεχέστερον τῆς ὑγείας τὸ πνεῦμα αἴτιον τοῦ κείρασθαι. ὅταν μὲν οὖν τὰ κατὰ συμβεβηκὸς ἀλλήλοις ἀντεξετάσωμεν, | ἔστιν εὑρεῖν προσεχέστερα καὶ πορρώτερα· ὅταν δὲ ἁπλῶς ζητήσωμεν, τί ἂν αἴτιον γένοιτο τοῦ ἀπὸ τύχης, οὐκ ἔστιν ὁρίσαντας εἰπεῖν τόδε τι· ἄπειρα γὰρ καὶ ἀόριστα ληφθῆναι δύναται, καθάπερ ἔφθημεν πολλάκις προειρηκότες. Εὐτυχία δέ ἐστιν, ὅταν τοιοῦτόν τι ἀπαντήσῃ τέλος, οἷον ἄν τις καὶ προείλετο ἐξ ἀρχῆς, ἀτυχία δέ, ὅταν μὴ τοιοῦτον. τύχη δὲ ἀγαθὴ μὲν λέγεται, ὅταν ἀγαθόν τι ἀποβῇ, φαύλη δέ, ὅταν φαῦλον. εὐτυχία δὲ καὶ ἀτυχία, ὅταν μέγεθος ἔχῃ ταῦτα. καὶ τὸ παρὰ μικρὸν μέγα ἀγαθὸν λαβεῖν καὶ γενόμενον ἐγγὺς ἀτυχία μεγάλη, ὅτι ὡς ὑπάρχον αὐτὸ ἤδη λέγει ἡ διάνοια τὸ γὰρ παρὰ μικρὸν <ὥσπερ οὐδὲν ἀπέχειν δοκεῖ). ὁμοίως δὲ καὶ τὸ παρὰ μικρὸν> μέγα κακὸν λαβεῖν εὐτυχίας λέγεται εἶναι μεγάλης. ἀλλὰ καὶ ἀβέβαιος ἡ εὐτυχία εὐλόγως· ἡ γὰρ τύχη ἀβέβαιος· οὔτε γὰρ ἐξ ἀνάγκης, οὔτε ὡς ἐπὶ τὸ πολύ. 6. Ἔστι μὲν οὖν καὶ τὸ αὐτόματον αἴτιον κατὰ συμβεβηκός, ὡς προείρηται, ἐν τοῖς ἐπ’ ἔλαττον γενομένοις καὶ ἕνεκά του, διαφέρει δὲ τῆς τύχης, ὅτι τὸ αὐτόματον ἐπὶ πλέον ἐστὶ καὶ λέγεται. τὸ μὲν γὰρ ἀπὸ τύχης πᾶν καὶ ἀπὸ ταὐτομάτου, οὐ πᾶν δὲ τὸ ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης· ἡ μὲν γὰρ τύχη καὶ τὸ ἀπὸ τύχης ἐστίν, οἷς ἄν καὶ τὸ εὐτυχῆσαι ὑπάρξῃ, καὶ ὅλως πρᾶξίς τις· διὸ καὶ ἀνάγκη περὶ τὰ πρακτὰ εἶναι τὴν τύχην, πρακτὰ δὲ τὰ κατὰ προαίρεσιν, ὡς ἐν Ἠθικοῖς εἴρηται. σημεῖον δέ, ὅτι ἡ εὐτυχία δοκεῖ | ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ, ἡ δὲ εὐδαιμονία εὐπραξία τις καὶ περὶ πρᾶξιν, ὥστε ὅσοις μὴ ἐνδέχεται πρᾶξαι, οὔτε ἀπὸ τύχης τι ποιῆσαι τούτοις ἐνδέχεται. καὶ διὰ τοῦτο οὔτε ἄψυχον οὐδὲν οὔτε θηρίον τι ποιεῖ ἀπὸ τύχης, ὅτι οὐκ ἔχει προαίρεσιν, οὐδὲ εὐτυχία οὐδὲ ἀτυχία ὑπάρχει τούτοις, εἰ μὴ ἄρα καθ’ ὁμοιότητα, ὥσπερ ἔφη Πρώταρχος εὐτυχεῖς εἶναι τοὺς λίθους ἐξ ὧν οἱ βωμοὶ καὶ τὰ ἀγάλματα, ὅτι σεβόμεθα αὐτοὺς μηδὲν εἰς τοῦτο συντελέσαντας, τοὺς δὲ ὁμόζυγας αὐτῶν, ἂν οὕτω τύχῃ, καταπατοῦμεν. ὑπάρχει δὲ τῶν ἀψύχων τισὶ καὶ οὕτως τὸ ἀπὸ τύχης, ὅταν τις ἀπὸ τύχης τι πράξῃ διὰ τοιούτων ὀργάνων, οἷον ὁ τὸν τύραννον Προμηθέα πλήξας μὲν ὑπὲρ τοῦ ἀνελεῖν, διακόψας δὲ τὸ φῦμα καὶ ἰασάμενος· εὐτυχὲς γὰρ ἄν οὕτω λέγοιτο τὸ ξίφος, ἐπεὶ προσκυνοῖτο ὑπὸ τοῦ θεραπευθέντος. τὸ δὲ αὐτόματον οὐκέτι καθ’ ὁμοιότητα ἀλλὰ κυρίως ἄν καὶ τοῖς ἀψύχοις ὑπάρχοι καὶ τοῖς ἄλλοις τῶν ζῴων ἀλόγοις, οἷον ἵππος ἐκ ταὐτομάτου ἐσώθη ληφθεὶς ὑπὸ τῶν πολεμίων, ὅτι ἦλθε μὲν τοῦ πιεῖν ἕνεκεν, ἐλθὼν δὲ ἐσώθη παρὰ τοῦ δεσπότου· καὶ ὁ τρίπους ἐκ ταὐτομάτου κεῖται οὕτως ὥστε καθῆσθαι ἐπ’ αὐτοῦ, οὐ τούτου κατέπεσεν ἕνεκεν· καὶ τὸ τέλος δὲ τὸ ἀπαντῆσαν ἔξωθεν εἶναι δεῖ καὶ οὐκ ἐν τῇ φύσει τοῦ πράγματος· εἰ γὰρ ὁ πεσὼν λίθος κυβικὸν ἔχει τὸ σχῆμα, οὐκ ἐκ ταὐτομάτου κεῖται πρὸς τὸ καθέζεσθαι ἐπιτηδείως· ἐν τῇ φύσει γὰρ ἦν αὐτοῦ τὸ πάντως. εἰ πίπτει, κατὰ τοιοῦτον πεσεῖν τρόπον. καὶ διὰ τοῦτο οὐδὲ | τὸ πῦρ ἀπὸ ταὐτομάτου κινεῖται ἄνω· φύσις γὰρ αὕτη τοῦ πυρός. τὸ μὲν οὖν ἀπὸ ταὐτομάτου τοιοῦτον λέγω, τὸ δὲ κοινὸν ὃ καὶ ἐπὶ τῆς τύχης ἄν λέγοιτο. ἀπὸ τύχης δέ ἐστιν ὅσα γίνεται ἀπὸ ταὐτομάτου ἐν τοῖς προαίρεσιν ἔχουσιν, οὐκέτι δὲ ἅπαντα τὰ παρὰ τὴν προαίρεσιν εὐθὺς ἀπὸ τύχης ἐστίν· τῷ γὰρ πλεύσαντι χειμῶνος ἀπήντησε μὲν οὐ κατὰ προαίρεσιν ἡ ναυαγία, οὐ μὴν οὐδὲ ἀπὸ τύχης· ἐπὶ τὸ πολὺ γὰρ οὕτως συμβαίνει. ὅτι δὲ τὸ αὐτόματον τοιοῦτόν ἐστιν οἷον εἰρήκαμεν, σημεῖόν ἐστιν ὅτι μάτην λέγεται ἐκεῖνα γενέσθαι, οἷς οὐκ ἀπήντησε τὸ τέλος, ὧν χάριν ἐπράχθη. ὅταν γὰρ βαδίσωμεν ὑπὲρ τοῦ τὴν γαστέρα διαχωρῆσαι, τοῦτο δὲ μὴ συμβεβήκῃ, μάτην φαμὲν βεβαδικέναι, ὡς τούτου ὑπάρχοντος μάτην τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μή τι γένηται ἐκεῖνο, οὗ ἕνεκεν ἦν ἢ ἐπεφύκει· ἐπεὶ εἴ τις φαίη λελοῦσθαι μάτην, ὅτι οὐκ ἐξέλιπεν ὁ ἥλιος, γελοῖος ἂν εἴη· οὐ γὰρ ἦν τοῦτο ἐκείνου ἕνεκα. οὕτω δὲ καὶ τοὔνομα τοῦ αὐτομάτου παρὰ τὸ μάτην γεγονέναι. πολλάκις μὲν οὖν τῷ μάτην γιγνομένῳ οὐδὲν ἕτερον ἠκολούθησεν, ἀλλὰ μόνον τὸ τοῦ οἰκείου τέλους ἡμαρτηκέναι, ὡς τῷ περιπατοῦντι τὸ μὴ καθαρθῆναι, καὶ τοῦτό ἐστι μάτην, πολλάκις δὲ ἕτερόν τι καὶ οὐχ οὗ πέπρακται ἕνεκεν, ὡς τὸ χρυσίον εὑρεῖν τῷ βαδίζοντι διὰ κάθαρσιν, καὶ τοῦτό ἐστι τὸ ἀπὸ ταὐτομάτου. διαφέρει δὲ τὸ ἀπὸ ταὐτομάτου τοῦ μάτην, ᾗ καὶ τελικὸν τοῦ ποιητικοῦ, καθάπερ καὶ τὸ ἀπὸ τύχης τῆς τύχης. ὅλως γὰρ ὅταν | τι τοιοῦτον ἀποβῇ, ὅπερ ἔχει μὲν οἰκεῖα ποιητικά, γίνεται δὲ μὴ τῶν οἰκείων προϋπαρξάντων, ἀλλ’ ἑτέρων τινῶν, οἷς καὶ αὐτοῖς ἕτερον οἰκεῖον ἠκολούθει τέλος, τότε τὰ μὲν προϋπάρξαντα μάτην λέγεται γεγονέναι, ὅτι μὴ γέγονεν ἐξ αὐτῶν ἅπερ προέκειτο· τὰ δὲ ἐπισυμβάντα ἐκ ταὐτομάτου ὅτι μὴ προϋπαρξάσης ἐγένετο τῆς οἰκείας ἀρχῆς, οἷον ὁ λίθος καταπεσὼν ἐπάταξε τὸν παριόντα· ἐνταῦθα γὰρ τὸ μὲν πατάξαι τέλος, τὸ δὲ πεσεῖν ποιητικὸν αἴτιον εἴποιμεν ἄν. ἀλλὰ καὶ τὸ πατάξαι ἑτέραν εἶχεν οἰκείαν ἀρχὴν οὐ τὸ πεσεῖν, ἀλλὰ φέρε τὸ βληθῆναι ὑπό τινος, ὥστε τι πατάξαι· καὶ τὸ πεσεῖν οὐ τὸ πατάξαι τέλος εἶχεν, ἀλλ’ εἰς τὸν οἰκεῖον ἐνεχθῆναι τόπον, ἀλλήλων δὲ ἐγένετο κατὰ συμβεβηκὸς τὸ μὲν αἴτιον, τὸ δὲ τέλος. ὁ δὲ προιὼν μὲν ὑπὲρ τοῦ πρᾶξαί τι, πληγεὶς δὲ καὶ ἀναστρέψας μάτην μὲν προῆλθεν, ἀπὸ ταὐτομάτου δὲ ἐπλήγη, τάχα δὲ οὗτος καὶ ἀπὸ τύχης· τὸ ἀπὸ ταὐτομάτου γὰρ ἐπὶ πλέον. γνοίης δ’ ἄν κἀκεῖθεν· ὅταν γάρ τι παρὰ φύσιν γένηται, οἷον πολλᾷ τέρατα τίκτεται, τότε οὐκ ἀπὸ τύχης, ἀλλ’ ἐκ ταὐτομάτου φαμὲν γεγονέναι, οἷον τὸν ἑξαδάκτυλον ἢ στρουθοκέφαλον· ἢ ταῦτα οὐκ ἔστιν ἀπὸ ταὐτομάτου; ἔχει γὰρ οἰκείαν αἰτίαν τὴν προϋπάρξασαν ἐν αὐτοῖς· ἢ γὰρ ψῦξιν ἢ ἔλλειψιν ἢ πλεονασμὸν τῆς ὕλης. ἀλλὰ φήσει τις ὅτι καὶ ὁ πεσὼν λίθος ἔνδον εἶχε τὴν βαρύτητα. ἀλλὰ τοῦ πεσεῖν μὲν αὐτὴ ποιητική, τοῦ πλῆξαι δὲ οὔ, ὃ ἔφαμεν ἐκ ταὐτομάτου. τί μὲν οὖν ἐστὶν ἡ τύχη τί τὸ αὐτόματον, εἴρηται, καὶ τίς ἡ πρὸς ἄλληλα τούτων διαφορά. ἀνάγονται δὲ εἰς τὸ ποιη|τικὸν εἶδος τῶν αἰτίων, ὅτι ποιητικοῖς αἰτίοις ἐπισυμβαίνει ἢ φύσει ἢ διανοίᾳ, φύσει μὲν κατενεχθεὶς ὁ λίθος διὰ τὸ βάρος ἐπάταξε, διανοίᾳ δὲ διορύττων θεμέλιον θησαυρὸν εὗρεν· ἔστι δὲ οὔτε τὸ διορύττειν τύχης καθ’ ἑαυτό, οὔτε τοῦ θησαυροῦ ἡ εὕρεσις· ὀρύξειε γὰρ ἄν τις θησαυρὸν εὑρήσειν ἐλπίζων, ἀλλ’ ὅταν τοῦτο ἐκείνου μὴ γένηται χάριν, ἀπαντήσῃ δὲ ἀλλήλοις καὶ οἷον συγκρούσῃ, ἡ τούτων συνδρομὴ τύχη καλεῖται. ἐπειδὴ δὲ ἡ τύχη καὶ τὸ αὐτόματον ἐπ’ ἐκείνων ἐπεδείχθησαν, ἐφ’ ὧν νοῦς ἢ φύσις γένοιτο ἄν αἴτια κατὰ συμβεβηκός, νοῦς ἄρα καὶ φύσις πρότερα τύχης καὶ αὐτομάτου· ἀεὶ γὰρ πρότερα τὰ καθ’ αὑτὰ τῶν κατὰ συμβεβηκός, ὥστε ὅσοι τοῦδε τοῦ παντὸς τύχην αἰτίαν ἀποδιδόασιν, δῆλον ὅτι νοῦν πρότερον καταλείψουσιν. εἰ οὖν ἐξ ἀνάγκης αὐτοῖς ἀκολουθεῖ τὸν νοῦν αἴτιον τίθεσθαι, ὅρα πῶς τὸ λειπόμενον γελοῖον· εἰ γὰρ κατὰ συμβεβηκὸς αἴτιος ὁ νοῦς τοῦ οὐρανοῦ, οὐχ εὑρίσκω τίνος καθ’ αὑτὸν ἔστι ποιητικὸς. 7. Ὅτι δὲ τοσαῦτα αἴτια τὸν ἀριθμὸν ὅσα λέγομεν, δῆλον ἐκεῖθεν. ἐρωτώμενοι γὰρ ἐφ’ ἑκάστου διότι ἔστιν ἕκαστον, ἢ τὸν ὁρισμὸν ἀποκρινόμεθα ἔσχατον, ὡς ἐν τοῖς μαθηματικοῖς, οἷον ‘διὰ τί αἵδε ἴσαι; ὅτι ἐν κύκλῳ ἀπὸ τοῦ κέντρου· διὰ τί δὲ αἱ ἀπὸ τοῦ κέντρου ἐν κύκλῳ ἴσαι; διότι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον᾿ καὶ ὥσπερ ὁρίζονται οἱ γεωμέτραι· ἢ τὸ κινῆσαν πρῶτον, οἷον ‘διὰ τί ἐπολέμησαν Φωκεῦσι Θηβαῖοι; ὅτι ἐσύλησαν οἱ Φωκεῖς τὸν νεών’, ἢ τὸ οὗ | ἕνεκεν, ‘διὰ τί ἐπολέμησε τοῖς Ἕλλησιν ὁ βασιλεύς; ἵνα ἄρξῃ τῶν Ἑλλήνων᾿, ἢ ἐπὶ τὴν ὕλην ἐσχάτην ἐρχόμεθα, οἷον ‘διὰ διὰ τί ἐσάπη τὸ βάθρον; ὅτι ξύλινον ἦν’. Ὁ φυσικὸς δὲ εἰς ἁπάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει. διὰ τί ἄνθρωπος ἀποθνῄσκει; ἢ γὰρ ὅτι ζῷόν ἐστι λογικὸν θνητόν, ἢ ὅτι τὸ ποιητικὸν αὐτοῦ ἡ ψυχὴ πρόεισι καὶ ἄπεισιν, ἢ ὅτι ἐξ ὕλης ἐστὶ φθαρτῆς, ἢ ὅτι βέλτιον αὐτῷ τὸ ἀποθνῄσκειν. ἔρχεται δὲ τὰ τρία εἰς ἓν πολλάκις, τὸ εἶδος, τὸ οὗ ἕνεκα, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· ἡ γὰρ φύσις καὶ ὡς τέλος καὶ ὡς εἶδος καὶ ὡς ποιητικὸν αἴτιον τῶν φύσει γιγνομένων ἐστίν, ὁμοίως δὲ καὶ ἡ ψυχή, ἀλλὰ καὶ ἄνθρωπος ἄνθρωπον * * * αὐτὸς ὢν κατὰ τὸ εἶδος τῷ γεννωμένῳ· καὶ πάντα δὲ ὅλως ὅσα κινούμενα κινεῖ τε προσεχῶς καὶ οὐ δι’ ἑνὸς μέσου ὁμοιοειδῆ ἐστι τοῖς ὑπ’ αὐτῶν γινομένοις, λέγω δὲ ἐπὶ τῶν φυσικῶν· περὶ γενέσεως γὰρ τοῦτον τὸν τρόπον σκοποῦσι τὰς αἰτίας, τί γίνεται μετὰ τί ἕνεκα γὰρ τοῦ εἴδους ἡ φύσις κινεῖται πρὸ αὐτοῦ καὶ ὅταν αὐτὸ ἐξεργάσηται, παύεται τῆς εἰς τὸ πρόσθεν προόδου), τί ἔπαθε καὶ ἠλλοιώθη ὅπερ ἐστὶν ὕλη, τί ἐποίησεν καὶ ἐκίνησεν. ἀλλὰ τοῦτό γε οὐ πᾶν, ἀλλὰ τὸ προσεχὲς καὶ εἴ τι κινούμενον. εἰ δέ τι ἀκίνητον ὂν ἀρχὴ καὶ κινήσεως γίγνεται, οὐκέτι φυσικὸς ἄν ἀλλ’ ὁ πρῶτος φιλόσοφος διορίσειεν. διὸ καὶ τρεῖς αἱ πραγματεῖαι, ἡ μὲν περὶ κινούμενα καὶ φθαρτά, ἡ δὲ περὶ κινούμενα ἄφθαρτα δέ, ἡ δὲ περὶ ἄφθαρτα καὶ ἀκίνητα. διτταὶ γὰρ αἱ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς, ὧν ἡ ἑτέρα οὐ φυσική· οὐ γὰρ ἔχει κινήσεως ἀρχὴν ἐν αὑτῇ οὐδὲ φύσιν, τοιοῦτον δέ ἐστιν εἴ τι κινεῖ μὴ κινούμενον, ὥσπερ τὸ παντελὲς ἀκίνητον καὶ τὸ πάντων πρῶτον. κατὰ πάντας οὖν τοὺς τρόπους ἀποδοτέον τὸ διὰ τί, καθάπερ καὶ προειρήκαμεν καὶ πάλιν ἐροῦμεν γυμνασίας χάριν· διὰ τί τόδε ἐγένετο; ἐπειδὴ τόδε ἦν αὐτοῦ ποιητικόν, ὅπερ ἐν μὲν τοῖς ἀιδίοις ἀπλῶς ποιεῖ καὶ ἐξ ἀνάγκης τῷ γὰρ πρώτῳ τὸ δεύτερον ἕπεται), ἐν δὲ τοῖς γενητοῖς ὡς ἐπὶ τὸ πλεῖστον, καὶ ἐπειδὴ τόδε μέλλει γενήσεσθαι, ἀνάγκη τήνδε προϋπάρχειν τὴν ὕλην, ὥσπερ ἐν τῷ συλλογισμῷ οὐχ οἷόν τε γενέσθαι τὸ συμπέρασμα μὴ προληφθεισῶν τῶν προτάσεων, καὶ ὅτι τοῦτ’ ἦν τὸ τί ἦν εἶναι καὶ ὁ λόγος τοὐ πράγματος, ὃ πολλάκις, ὥσπερ ἔφ’ ἢν, συντρέχει τῷ οὗ ἕνεκα, ὅταν λαμβάνηται ὅτι βέλτιον οὕτως ἔχειν αὐτῷ· ἄμεινον γὰρ ἦν τοιόνδε εἶδος εἶναι ἀνθρώπου καὶ μὴ ἄλλως. τὸ βέλτιον δὲ οὐχ ἀπλῶς, ἀλλὰ πρὸς τὴν ἑκάστου οὐσίαν ληπτέον· οὐ γὰρ ἓν πᾶσιν τέλος τὸ ἄριστον· ἓν γὰρ ἄν ἦν τοῦτον τὸν τρόπον ἁπάντων τὸ τέλος, ἀλλ’ ἅμα τῶν ἐν τῇ οἰκείᾳ φύσει δυναμένων ἑκάστου γενέσθαι. ὅταν μὲν οὖν οὕτω λαμβάνηται ὁ λόγος, ὡς εὐθὺς ἔχειν τὸ βέλτιον οὕτως ἢ ἄλλως, ὁ αὐτὸς γίνεται τῷ οὗ ἕνεκα, ὥσπερ ἐπὶ τῶν φυσικῶν· ὅταν δὲ μηκέτι ἐγχωρῇ τοῦτο ποιῆσαι, μένει τὸ εἶδος μόνον, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν· οὐ γὰρ ὥσπερ ἐπ’ ἀνθρώπου καὶ ἵππου καὶ φυτοῦ δυνάμεθα ἐπιδεικνύναι ὑπάρχειν ἀεὶ τῷ εἴδει τὸ τοῦ κρείττονος ἐστοχάσθαι, οὐχ οὕτως ἐπὶ τῶν μαθηματικῶν· λῆρος γὰρ εἴ τις ἐπι|χειροίη δεικνύναι, ὅτι τῷ μὲν κύκλῳ βέλτιον ἦν τὸ τὰς ἀπὸ κέντρου γραμμὰς ἴσας ἔχειν, τῷ τετραγώνῳ δὲ τὰς περιεχούσας αυτο. 8. Ἀλλ’ ἐπειδὴ τὴν φύσιν ἕνεκά του ποιεῖν πολλάκις ἡμῖν ἔμπροσθεν εἴρηται, καὶ τοῦτο αὐτὸ δεικτέον· ἔχει γάρ τινας ἀμφισβητήσεις. ἀποδεικτέον δέ, ὅπως ἔχει τὸ ἀναγκαῖον τὰ φυσικά, ἐπειδὴ πάντες σχεδὸν οἱ περὶ φύσεως διαλεχθέντες εἰς τὴν ἀνάγκην ἀνάγουσι τὰς αἰτίας, οὐδὲν ἄλλο τὴν ἀνάγκην ἢ τὴν ὕλην νομίζοντες εἶναι· ἐπεὶ γὰρ τὸ θερμὸν τοιονδὶ καὶ τὸ ψυχρὸν καὶ ἕκαστον τῶν ὑλικῶν, ὃ τίθεται ἀρχὴν ἕκαστος, ἐξ ἀνάγκης τόδε ἐγένετο. καὶ γὰρ ὅσοι ποιητικῆς αἰτίας ἐμνημόνευσαν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν ὡς Ἐμπεδοκλῆς τε καὶ Ἀναξαγόρας, καὶ εἰ δή τις ἄλλος τῶν παλαιῶν. λέγουσι δέ τινες τὴν φύσιν οὐχ ἕνεκά του ποιεῖν, οὐδὲ ὅτι βέλτιον οὕτως, ἀλλ’ ὥσπερ ὕει φασὶν ὁ Ζεὺς οὐχ ἵνα τὸν τοῦ δεῖνος σῖτον αὐξήσῃ, οὐδ’ ἵνα διαφθείρῃ τὸν κείμενον ἐν τῇ ἀγῷ, ἀλλ’ ὕει μὲν διὰ τὴν ὑλικὴν ἀνάγκην· δεῖ γὰρ τὴν ἀναχθεῖσαν ἀτμίδα ψυχθῆναι καὶ ὕδωρ γενομένην κατενεχθῆναι, κατενεχθείσης δὲ συμβαίνει τὸν μὲν αὐξηθῆναι σῖτον, τὸν δὲ ἀπολέσθαι. οὕτω δὴ τί κωλύει καὶ τὰ μέρη τῶν ζῴων γενέσθαι μὲν ἐξ ἀνάγκης τοιάδε, ἐπειδὴ ἐξ ὕλης τοιᾶσδε, ἀλλ’ ὅταν μὲν οὕτω συνδράμῃ ὥστε ἐπιτηδείως ἔχειν ἀλλήλοις καὶ πρὸς ἓν ἔργον ἅπαντα συντελεῖν, ὥσπερ ἐγένετο ἄν, εἰ καὶ ἕνεκά του ἐγένετο, ταῦτα μὲν σῴζεσθαι ἀπὸ ταὐτομάτου συστάντα, οἷον ἐπὶ τῶν ὀδόντων; φαίη γὰρ ἄν τις ἐξ ἀνάγκης μὲν αὐτοὺς ἀνατέλλειν τοὺς μὲν ἔμπροσθεν ὀξεῖς, τοὺς δὲ γομφίους πλατεῖς, οὐχ ἵνα οἱ μὲν διαιρῶσιν, οἱ δὲ λεαίνωσιν, ἀλλὰ ἀνατέλλειν μὲν οὕτως διά τινα ὑλικὴν ἀνάγκην, συμπεσεῖν μέντοι τὴν τοιαύτην θέσιν αὐτῶν ἐπιτηδείως ἔχειν πρὸς τὴν ἐργασίαν τῆς τροφῆς. ὅσα δὲ μὴ οὕτως συμπίπτει, ὥστε μίαν χρείαν ἅπαντα συμπληροῦν, ταῦτα ἀπόλλυσθαι, ὥσπερ Ἐμπεδοκλῆς τὰ βουγενῆ καὶ ἀνδρόπρῳρα. ἃ μὲν οὖν λέγουσι, ταῦτά ἐστιν, λέγουσι δὲ λίαν ἀσύνετα. διὰ τί; ὅτι τὰ μὲν τῆς φύσεως ἔργα ἡ τὸν αὐτὸν ἀεὶ γίνεται τρόπον ἢ κτά γε τὸ πλεῖστον ὁμοίως· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου ὁμοίως καὶ οἱ ὀδόντες οὕτως. τὰ δὲ ἀπὸ τύχης ἐπ’ ἔλαττον καὶ σπανίως· τότε γὰρ λέγεται ἀπὸ τύχης ὕειν, ὅταν ὑπὸ κύνα, καὶ καῦμα ἀπὸ τύχης, ὅταν ἐν χειμῶνι. εἰ τοίνυν τῆς φύσεως μὲν πάμπολυ τὸ ὡρισμένον, τῆς τύχης δὲ πάμπολυ τὸ ἀόριστον, οὐκ ἂν εἴη τὰ τῆς φύσεως ἔργα ἀπὸ τύχης τε καὶ ταὐτομάτου, ἀλλ’ ὡς ἡμεῖς λέγομεν, ἕνεκά του. φύσεως δὲ ἔργα τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια, ἐν οἷς οὐδὲν εἰκῇ οὐδὲ μάτην οὐδὲ ἐνδέον οὐδὲ περιττόν ἐστιν. ὁ δὲ Ζεὺς ὕει † τὸ μὲν μὴ ἕνεκα τοῦ τὸν ἐμὸν σῖτον αὐξῆσαι, ἀλλὰ τί τοῦτο πρὸς τὸ μηδενὸς ἕνεκα ὕειν; οὐ γάρ, εἰ μὴ τῶν ἐμῶν πυρῶν ἕνεκεν, οὐδενὸς ἕνεκεν· ἀλλ’ ὁ μὲν ὑετὸς ἕνεκεν ἄλλου του γίνεται προηγουμένως ὑπὸ τῆς φύσεως, καὶ τοῦτο μάθοις ἄν ἐν οἷς περὶ τοῦ κόσμου διαλεξόμεθα· προσχρῆται μέντοι τῷ κατὰ φύσιν γιγνομένῳ τούτῳ ἡ γεωργική· σπείρει γὰρ τηνικαῦτα, ἡνίκα | καὶ ὑσθήσεσθαι προσδοκᾷ. ἐν ὅσοις τοίνυν τῶν γιγνομένων τέλος ἐστίν, εἰς ὃ περατοῦται ἡ κίνησις καὶ προ·ἰοῦσα συνεχῶς τελευτᾶ, ἐν τούτοις ἅπαντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκεν γίγνεται, ἐν δὲ τοῖς τῆς φύσεως ἔργοις τὸ τοιοῦτον ἔστιν εὑρεῖν ἀκριβῶς· συνεχῶς γὰρ κινεῖται καὶ πρόεισιν ἀδιαλείπτως μέχρι τοῦ τὸ τέλος ὁλόκληρον περιποιήσασθαι· καὶ γὰρ ἡ πόα καὶ ἡ καλάμη καὶ ὁ στάχυς καὶ αἱ ποικίλαι καὶ παμπληθεῖς αὗται μορφαὶ προίασι μέχρι τοῦ πυροῦ, εἶτα ἐντεῦθεν στάσις ἤδη καὶ ἠρεμία, ὥστε δῆλον ὅτι πάντα ἐκεῖνα τοὐ πυροῦ χάριν ἐγένετο. οὐ συμπίπτει ἄρα τὸ πρὸ τοῦ τέλους τῷ τέλει, ἀλλ’ ἐκείνου πέφυκεν ἕνεκα γίγνεσθαι· οὐδὲ γὰρ εἰ ἡ φύσις οἰκίαν ἐποίει, ἄλλως ἄν ἐποίησεν ἡ ὡς πέφυκεν οἰκία ἕνεκα] γίγνεσθαι, πέφυκεν δὲ γίγνεσθαι οἰκία τῶν πρὸ τοὐ τέλους τοῦ τέλους ἕνεκεν γιγνομένων· λίθοι γὰρ ἁρμόζονται καὶ ξύλα πρίεται καὶ πλάσσεται κέραμος τῆς σκέπης ἕνεκεν ὃ τέλος ἐστὶν οἰκίας. ἀλλ’ οὐδὲ εἰ ἡ τέχνη ζῷον ἐποίει, ἄλλως ἄν ἐποίησεν ἢ ὡς ἡ φύσις ἐποίησεν· ἐποίησε δ’ ἂν ἕνεκα τοῦ τέλους τὰ πρὸ αὐτοῦ. τὸν αὐτὸν ἄρα καὶ ἡ φύσις τρόπον. ὅλως δὲ ἡ τέχνη τὰ μὲν ἐπιτελεῖ, ἃ ἡ φύσις ἀδυνατεῖ ἀπεργάζεσθαι, ὑγείαν καὶ σαρκώσεις φαρμα- κείαις ἰατρική, ὅταν ἡ φύσις ἐξασθενήσῃ, τὰ δὲ μιμεῖται γράφουσα καὶ πλάσσουσα παντοίας ζῴων καὶ φυτῶν ἰδέας. ὁμοίως οὖν ἔχει κατ’ ἀμφοτέρας τὰ τέλη πρὸς τὰ πρὸ αὐτῶν. μάλιστα δὲ φανερὸν ἐπί τινων ζῴων, ὅτι ἡ φύσις ἔχει τὸ ἕνεκά του, οἷον μυρμήκων ἢ ἀραχνῶν, ἃ μηδὲ τέχνῃ μηδὲ προαιρέσει | ποιοῦντα ὅμως ἕνεκά του ποιεῖ, καὶ ἡ χελιδὼν οἰκοδομεῖ τὴν νεοττιὰν ὅτι μάλιστα ἀσφαλῶς συνδέουσα κάρφεσι τὸν πηλὸν καὶ σχῆμα πολυχωρότατόν τε καὶ ἰσχυρότατον ἐργαζομένη καὶ ἡ μέλιττα θαυμαστὴ τῆς τῶν ἑξαγώνων συνθέσεως, τῆς δὲ ἀλκυόνος τὴν καλιὰν ἥκιστα ἄν ὕδωρ λυμαίνοιτο. πολλὰ ἄν ἔχοιμεν λέγειν, εἰ βουληθείημεν τὸ λογοειδὲς τῶν ζῴων ἐπιδεικνύναι. καὶ τί δεῖ λέγειν περὶ τῶν ζῴων, ὅπου καὶ ἐν τοῖς φυτοῖς διώκει πάντως ἡ φύσις τὸ ἕνεκά του; τά τε γὰρ φύλλα ἕνεκα τῶν καρπῶν καὶ αἱ ῥίζαι ἕνεκα τῆς τροφῆς, ἐπεὶ διὰ τί πρὸς Δῖός οὐκ ἄνω μὲν αἱ ῥίζαι, κάτω δὲ οἱ κλάδοι; διὰ τί δὲ οὕτως ἀμφιέννυσι τὰ σπέρματα τῶν καρπῶν τὰ μὲν ξύλοις τὰ δὲ χιτῶσιν ἐνδύουσα, εἰ μὴ πολλὴν εἶχε πρόνοιαν τοῦ μὴ διαλείπειν τὴν γένεσιν τὴν ἐξ ἀλλήλων, ὥστε δῆλον ἐξ ἀπάντων τῶν εἰρημένων, ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ. διττὴ δὲ αὕτη, ἡ μὲν ὡς ὕλη, ἡ δὲ ὡς μορφὴ καὶ τέλος· αὕτη ἕνεκεν ἄρα τοῦ εἴδους· κυριωτέρα γὰρ αἰτία τὸ εἶδος καὶ ὁ λόγος καὶ ἡ μορφή, οἱ δὲ παλαιοὶ τὴν ὕλην ἐσέμνυναν περιττῶς· μόνην γὰρ ᾔδεισαν. καὶ φαίη τις ἂν ‘ἀλλ᾿ εἰ τὸ ἕνεκά του διώκει πάντως ἡ φύσις, πῶς οὐκ ἀεὶ κατορθοῖ;’ πῶς δὲ οὐκ ἀεὶ κατορθοῖ τὸ ἕνεκά του ἡ τέχνη; ἀλλὰ καὶ τὸ φάρμακον ἔβλαψε πολλάκις τοῦ σώματος δι’ ἀσθένειαν οὐκ ἐνεγκόντος καὶ ὁ κλινόπους κατεάγη συμπηγνύμενος· ἀλλ’ ὅμως ἐδόθη τὸ φάρμακον, ἵνα ὠφελήσῃ, καὶ ὁ κλινόπους ἐξείργασται διὰ τὴν κλίνην, ὥστε ἢ καὶ τῆς τέχνης ἀφαιρετέον τὸ ἕνεκά του ἢ καὶ τῇ φύσει | συγχωρητέον· ἀμφότερα γὰρ ἐπὶ τὸ πλεῖστον μὲν κατορθοῦσιν, ἐν οἷς καὶ μάλιστα φανερὸν τὸ οὗ ἕνεκα, ἐπ’ ἔλαττον δὲ ἁμαρτάνουσιν, ἀλλ’ ὅμως ἐμφαίνεται καὶ ἐν τούτοις, ὅτι ἐστοχάζοντο μέν τινος ἀγαθοῦ, διήμαρτον δὲ ἄκουσαι τοῦ τυχεῖν διὰ τὴν τῆς ὕλης ἀσθένειαν. καὶ γὰρ ὅταν διαμαρτάνωσιν, οὐκ ἐκτοπίζεταί που μακράν, οὐδὲ πόρρω τοῦ προκειμένου τὸ σφάλμα. οὐδέποτε γοῦν ἐξ ἀνδρὸς πλάτανος ἐτέχθη, ἀλλὰ μάλιστα μὲν ἀνήρ· εἰ δὲ μή, γυνή· εἰ δὲ μή, ζῷον· εἰ δὲ μή, σάρξ. καὶ ἡ κέγχρος ἢ συκῆν ἐποίησεν ἢ ἐρινεόν, οὐ δρῦν οὐδὲ ὄχνην· ἥ τε ἐλαία πάλιν ἐλαίαν ἢ κότινον· καὶ οὐ πλάτανον ἢ πίτυν. τοιαῦτα καὶ τὰ Ἐμπεδοκλέους ‘βουγενῆ᾿ καὶ ‘ἀνδρόπρῳρα᾿ ἐπὶ τῆς τῶν ζῴων συστάσεως, ἐλαιόπρῳρα δὲ ἐπὶ τῶν ζῴων οὐδὲ ἐκεῖνος ἐτόλμησεν εἰπεῖν, μᾶλλον δὲ οὐδὲ ἐπὶ τῶν φυτῶν ἀμπελογενῆ καὶ τοιαῦτα ἄλλ’ ἄττα δραματουργῆσαι ἐθάρρησε, καίτοι μᾶλλον ἐχρῆν· ἧττον γὰρ ἐν τοῖς φυτοῖς τὸ ἕνεκά του. περιττὸν μὲν οὖν τερατολογίαν τοιαύτην λόγου τινὸς ἀξιῶσαι, ὅμως δὲ ῥητέον, ὡς εἰ καὶ ἐγένετο κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν βουγενῆ καὶ ἀνδρόπρῳρα, οὕτως ἄν ἐγένετο ὡς τὰ τέρατα τοῦ σπέρματος ἐξασθενοῦντος καὶ διαφθειρομένης τινὸς ἀρχῆς, οὐκ εὐθὺς ἡμιτόμων ζῴων ἡμιτόμοις συγκολλωμένων· οὐδὲ γὰρ τὸ ὁλοφυές, ὡς αὐτὸς ὀνομάζει, καὶ ὁλόκληρον καὶ δυνάμενον σῴζεσθαι εὐθὺς ζῷον συνίσταται, ἀλλ’ ἀπὸ σπέρματος γίνεται κρατούσης τῆς μορφῆς. ὅλως δὲ οἱ τὸ ἕνεκά του τῆς φύσεως ἀφαιρούμενοι <τὸ> τί ἐστι καὶ τὸ ὄνομα αὐτῆς καταλείπουσιν· ὁ γὰρ μέν τινα γενέσθαι λέγων οὐχ ἕνεκά του δέ, μάτην καὶ τοὔνομα λέγει | τῆς φύσεως· φύσει γάρ ἐστιν ὅσα ἀπό τινος ἀρχῆς ἐνυπαρχούσης κινούμενα ἀφικνεῖται κατὰ τάξιν ἐπί τι τέλος, ἀλλ’ οὐκ ἐπὶ τὸ τυχὸν ἀπὸ τῆς τυχούσης ἀρχῆς. τοῦτο μὲν γὰρ ἐν τοῖς ἀπὸ τύχης συμβαίνει καθάπερ εἴρηται, ἐνταῦθα δὲ ὥρισται ἀφ’ ἑκάστης ἀρχῆς ἕκαστον τέλος καὶ κατορθοῦνται ἐπὶ τὸ πλεῖστον, οὐ σπανιάκις οὐδ’ ἐπ’ ἔλαττον ὥσπερ τὰ τυχηρά. τί οὖν ἀπὸ τύχης τὰ φύσει γίνεσθαι λέγουσιν; οὐκ ἔστι γὰρ συνάψαι φύσιν καὶ τύχην, εἰ μὴ τηνάλλως ὀνόματι συγκολλᾶν βούλοιο, ἐπεὶ τά γε ἐξ ἀμφοῖν σημαινόμενα παντελῶς ἀλλήλων διέστηκε. νὴ Δία· οὐ γὰρ ὁρῶμεν βουλευομένην τὴν φύσιν, ὥσπερ ὁρῶμεν τοὺς ἕνεκά του ποιοῦντας. οὕτω δ’ ἂν οὐδὲ ταῖς πολλαῖς τῶν τεχνῶν συγχωροῖεν τὸ ἕνεκά του· οὐδὲ γὰρ ὁ τέκτων βουλεύεται, πότερον δεῖ πρίειν πρότερον ἢ ἀποξέειν, οὐδὲ ὁ γραμματιστής, πῶς αὐτὸν δεῖ γράφειν α β, οὐδὲ ὅταν γράφῃ Κλέωνα ἐπισκοπεῖται, τί πρότερον ἢ δεύτερον τῶν στοιχείων αὐτῷ γραπτέον· ὁ οἰκοδόμος ὡσαύτως οὐ βουλεύεται, πότερον τοὺς θεμελίους πρώτους ἢ τοὺς τοίχους ἢ τὴν ὀροφὴν ἐξεργαστέον, ὁ ὑφάντης, ὁ λαοξόος· ἀλλ’ ὥρισται καὶ τῶν ἔργων ἕκαστον καὶ ἡ τάξις ἡ φέρουσα ἐπὶ τὸ προκείμενον τέλος καὶ τὴν ὁδὸν ἕκαστος τῶν δημιουργῶν ὁδεύει τὴν τεταγμένην. ὁμοίως δὲ καὶ ἡ φύσις· παράδειγμα γάρ ἐστι τῆς τέχνης. ἡ διαφορὰ δὲ ἐν τῷ τὴν μὲν ἔξω, τὴν δὲ ἔνδον εἶναι τοῦ ἔργου, ἐπεὶ θῶμεν ἐν τοῖς ξύλοις εἶναι τὴν τεκτονικήν, καὶ οὐκ ἄν ἕτερον τρόπον ἐργάσαιτο | τὴν κλίνην, ἀλλὰ καθάπερ νῦν ἔξω οὖσα. ὥστε εἰ νῦν ἔχει τὸ ἕνεκά του, καὶ τότε ἂν εἶχεν ὁμοίως, ἡνίκα ἄν ὡς φύσις εἰργάζετο. μάλιστα δὲ ἔοικεν ἡ τέχνη τῇ φύσει, ὅταν αὐτός τις ἑαυτὸν ἰατρεύῃ. ἀλλ’ εἴρηται ἡ διαφορά. τοῦτο μὲν οὖν ἐκ τούτων ἄν τις ἱκανῶς πεισθείη. 9. Μετὰ δὲ ταῦτα σκεπτέον, πῶς ἐν τοῖς φύσει τὸ ἀναγκαῖον καὶ πότερον τὰ φύσει γινόμενα ἀπλῶς ἐξ ἀνάγκης γίνεται, ὡς τὸ τέλος ἁπλῶν ἕπεσθαι τοῖς πρὸ αὐτοῦ γενομένοις, ἢ ὡς ἐνόμιζον οἱ φυσικοί, ἐν ταῖς τῆς ὕλης κινήσεσιν ἕπεσθαι τὰ γιγνόμενα ἐξ ἀνάγκης οἰόμενοι. ἔστι μέν πὼς τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς, οὐχ οὕτως δὲ ὡς ἐκεῖνοι λέγουσιν. ἐκεῖνοι μὲν γὰρ πάνυ γελοίως τὸ ἀναγκαῖον εἰσάγουσιν εἰς τὰ τῆς φύσεως ἔργα· φασὶ γὰρ ἐξ ἀνάγκης τὴν μὲν γῆν κάτω κεῖσθαι διότι βαρεῖα, τὸν δὲ αἰθέρα ἄνω διότι κοῦφος, ταῖς φυσικαῖς τῆς ὕλης κινήσεσιν προσάπτοντες τὴν ἀνάγκην τῶν γενομένων, ὥσπερ εἴ τις καὶ τὸν τοῖχον ἐξ ἀνάγκης νομίζοι, ὅτι τὰ μὲν βαρέα κάτω πέφυκε φέρεσθαι, τὰ δὲ κοῦφα ἐπιπολῆς, καὶ τῶν μὲν λίθων διὰ τὴν βαρύτητα κάτω πεσόντων, τῶν πλίνθων δὲ διὰ τὴν κουφότητα ἄνω καὶ ἔτι τῶν ξύλων, οὕτω τὸν τοῖχον συνεστηκέναι· ἐμβροντήτου γὰρ τοῦτό γε καὶ οὐδέποτε οἰκοδομουμένην οἰκίαν ἰδόντος. οὐχ οἱ λίθοι κατ’ αὐτούς, οὐδὲ αἱ πλίνθοι καὶ τὰ ξύλα κινούμενα, ὡς ἐπεφύκει, κατασκευάζουσιν οἰκίαν, ἀλλ’ ἡ σύνθεσις ἡ τοιάδε καὶ ἡ μορφὴ καὶ ἡ τέχνη, οὐκ ἄνευ μὲν ἐκείνων, οὐ μὴν δι’ | ἐκεῖνα, προηγουμένως αὐτὴ προελθοῦσα, τοὐναντίον δὲ δι’ αὐτὴν κἀκεῖνα παράγουσα. ἔστι μὲν καὶ ἡ ὕλη τῶν καθ’ αὑτὰ αἰτίων ὥσπερ εἰρήκαμεν, ἀλλὰ κυριωτέρα γε ἡ μορφὴ καὶ ὁ λόγος καὶ τὸ τί ἦν εἶναι καὶ οὐ τοῦτο ταῖς ἐκείνης κινήσεσιν ἐξ ἀνάγκης ἀκολουθεῖ, ἀλλ’ ἐκείνη μᾶλλον τῷ λόγῳ πέφυκε συναρμόζεσθαι. οὐδὲ γὰρ ἐπειδὴ σίδηρος, διὰ τοῦτο ἐξ ἀνάγκης γίνεται σμίλη καὶ ἄροτρον, ἀλλ’ ἐπειδὴ σμίλης καὶ ἀρότρου δεόμεθα, διὰ τοῦτο καὶ σίδηρον μεταλλεύομεν· οἰκίας δὲ οἰκοδομούμεθα οὐκ, ἐπειδὴ πλίνθους ἔχομεν καὶ ξύλα· χρεία μὲν γὰρ καὶ τούτων, ἀλλ’ οὐ διὰ ταῦτα προηγουμένως οἰκοδομούμεθα, ἀλλὰ διὰ τὸ κρύπτειν ἄττα καὶ σῴζειν, ὅπερ ἐστὶ λόγος τῆς οἰκίας. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις τοῖς ἕνεκά τινος γινομένοις. διὰ τί γίνεται χιτών; ἵν’ ἐνδυώμεθα. ἀλλὰ τοῦτο οὐκ ἄνευ ἐρίων· χρὴ τοίνυν ὑποκεῖσθαι τὰ ἔρια. διὰ τί γίνεται ὑποδήματα; ἵνα μὴ τριβώμεθα βαδίζοντες. ἀλλὰ τοῦτο οὐκ ἄνευ δερμάτων· φροντιστέον ἄρα πρῶτον τῶν δερμάτων. εἰ μὲν οὖν εἵπετο καὶ ἐρίῳ παντὶ τὸ χιτῶνι γίγνεσθαι καὶ δέρματι τὸ ὑποδήματι, ἐξ ἀνάγκης ἂν εἵπετο ταῖς ὕλαις τὰ εἴδη. νῦν δὲ πρίονι μὲν ὑποκεῖσθαι τὸν σίδηρον ἐξ ἀνάγκης καὶ θριγγίῳ λίθους, οὔτε δὲ τῷ σίδηρον εἶναι τὸ πρίονα γενέσθαι ἐξ ἀνάγκης ἀκολουθεῖ οὔτε τῷ λίθους ὑπάρχειν τὸ θριγγίον οἰκοδομεῖσθαι. ἔχει μὲν οὖν ἡ ὕλη τὸ ἀναγκαῖον, ἀλλ’ οὐ δι’ ἑαυτήν, ἀλλὰ διὰ τὴν μορφὴν καὶ τὸ εἶδος. ταύτῃ μὲν γὰρ οὐδὲν ἐξ ἀνάγκης ἀκολουθεῖ, αὐτὴ δὲ ἐξ ἀνάγκης ὀφείλει προυποκεῖσθαι τῷ εἴδει, ὥστε οὐ τὸ τέλος ἐξ | ἀνάγκης ἀκολουθεῖ τοῖς πρὸ αὐτοῦ, ἀλλ’ ὑποθεμένοις τοῦτο διὰ τὴν ὑπόθεσιν ταύτην τὸ ἀναγκαῖον ἕπεται καὶ ἡ ἐξ ἀνάγκης αἰτία. οὐκ ἄρα τὸ τέλος ἐξ ἀνάγκης, ἀλλὰ διὰ τὸ τέλος τὸ ἐξ ἀνάγκης. διὰ γὰρ τὸ τέλος ἡ ὕλη καὶ διὰ τὴν μορφὴν τὸ ὑποκείμενον, ἡ δὲ ὕλη καὶ τὸ ὑποκείμενον ἡ ἐξ ἀνάγκης αἰτία. οἱ μὲν οὖν μόνην αἰτίαν τὴν ὕλην τιθέμενοι καὶ ταῖς ἐκείνης φυσικαῖς κινήσεσιν ἕπεσθαι τὰ γινόμενα λέγοντες ἁπλῶς <ἂν> ἐξ ἀνάγκης γίγνεσθαι τὰ γιγνόμενα λέγοιεν· ἐπειδὴ ἀποδέδεικται ἡμῖν ἄλλη παρὰ τὴν ὕλην αἰτία κυριωτέρα, τὸ εἶδος, καὶ ταύτης ἕνεκεν ἡ ὕλη παραγομένη, οὐκ αὐτὴ παράγουσα τὴν μορφήν, οὐδ’ ἄν ἁπλῶς αἰτία λέγοιτο οὐδ’ ἂν ἀπλῶς ἀναγκαία, ἀλλ’ ἐξ ὑποθέσεως, καθάπερ ἡμῖν ἔθος πολλαχοῦ λέγειν· ὑποθεμένοις γὰρ τὸ εἶδος οὕτως εὑρίσκεται καὶ τῆς ὕλης τὸ ἀναγκαῖον. τὸ δὲ ἐξ ὑποθέσεως ἀναγκαῖόν ἐστί πὼς καὶ ἐν τοῖς μαθήμασιν· ὑποθεμένοις γὰρ τὰς προτάσεις ἐξ ἀνάγκης ἕπεται καὶ τὸ συμπέρασμα, οὐ μέντοι, εἰ τὸ συμπέρασμα τοῦτο, ταδὶ πάντως καὶ τὰ λήμματα. δύναται γὰρ ταὐτὸν ἀποδείκνυσθαι διὰ πλειόνων, καθάπερ ἐν τοῖς ἀριθμοῖς· εἰ μὲν ε καὶ ἑ, πάντως ἐξ αὐτῶν τὰ δέκα, εἰ δὲ δέκα, οὐ πάντως ἑ καὶ ἑ. καὶ γὰρ ἑπτὰ καὶ τρεῖς καὶ ἓξ καὶ τέσσαρες, ὥστε οἷς τεθεῖσιν ἕπεται τὸ συμπέρασμα, ταῦτα οὐχ ἕπεται τεθέντι τῷ συμπεράσματι· μὴ ὄντος μέντοι γε ἀναγκαίου τοῦ συμπεράσματος, οὐδὲ αἱ προτάσεις ἔσονται ἀναγκαῖαι. ἆρ’ οὖν ὁμοίως ἔχει ταῦτα τοῖς φυσικοῖς τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον; | οὐδαμῶς, ἀλλὰ ἡ τάξις ἀντέστραπται· ἐνταῦθα μὲν γὰρ εἰ αἱ προτάσεις, καὶ τὸ συμπέρασμα, τουτέστιν εἰ τὰ πρῶτα, καὶ τὰ ὕστερον· ἐπὶ δὲ τῶν φύσει τοὔμπαλιν· εἰ γὰρ τὰ ὕστερον, καὶ τὰ πρῶτα· εἰ γὰρ ἡ μορφή, καὶ ἡ ὕλη, ἐπεὶ τά γε ἄλλα ὁμοίως ἔχει· ὡς ἐπὶ τῶν φυσικῶν ἐξ ἀνάγκης μὲν ἐδεῖτο τὸ εἶδος τῆς ὕλης, οὐχ εἵπετο δὲ ἐξ ἀνάγκης τῇ ὕλῃ, οὕτως ἐπὶ τῶν συλλογισμῶν ποιοῦσι μὲν ἐξ ἀνάγκης τὸ συμπέρασμα αἱ προτάσεις, ὄντος δὲ οὐκ ἐξ ἀνάγκης ὑπάρχουσιν. ἡ τάξις οὖν ἀνάπαλιν ἔχει, τάχα δὲ οὐδὲ αὕτη. σκόπει γάρ· ἐν τῖς ποιητικαῖς τέχναις ἄλλη μέν ἐστιν τῆς θεωρίας ἀρχὴ κτὰ τὸν λόγον καὶ τὸ οὗ ἕνεκα, ἄλλη δὲ ἡ τῆς πράξεως. ἐπὶ γὰρ τῆς οἰκοδομικῆς τὸ μὲν εἶδος τῆς οἰκίας καὶ ὁ λόγος ἀρχὴ τῆς θεωρίας ἐστὶν καὶ οἱ θεμέλιοι δὲ τῆς πράξεως. ὅπου δὲ οὐκ ἔστι ποίησις οὐδὲ τάξις, ἐνταῦθα ἀκόλουθον μίαν ὑπολείπεσθαι τὴν ἀρχὴν τὴν κατὰ τὴν θεωρίαν τε καὶ τὸν λόγον· ἄλλη γὰρ οὐκ ἔνι. αὗται δέ εἰσιν αἱ προτάσεις, ὥστε εἰ ἐνταῦθα μὲν αἱ προτάσεις αἱ κατὰ τὸν λόγον ἀρχαὶ ἐκεῖ δὲ τὸ εἶδος, ἐν ἀμφοτέροις ἂν ὁμοίως ἡ ἀκολούθησις γένοιτο· ταῖς γὰρ κατὰ τὸν λόγον ἀρχαῖς ἕποιτο ἄν τὸ ἀναγκαῖον, ὅπερ ἐπὶ τῶν ποιητικῶν μὲν ὕλη, ἐπὶ δὲ τῶν θεωρητικῶν τὸ συμπέρασμα. ἀπέφηνεν ἄρα διὰ πάντων πῶς ἔχει τὸ ἀναγκαῖον, ἡ ὕλη καὶ αἱ ταύτης κινήσεις τε καὶ ἀλλοιώσεις· ταύτης γὰρ χωρὶς ἀδύνατον γενέσθαι τὴν μορφὴν καὶ τὸ εἶδος. καὶ ἄμφω μὲν τῷ φυσικῷ τὰς αἰτίας ἐπισκεπτέον, μᾶλλον δὲ τὴν τοῦ | οὗ ἕνεκεν (αἴτιον γὰρ τοῦτο τῆς ὕλης), ἔφην δὲ ἐπὶ τῶν φυσικῶν ταὐτὸν εἶναι τὸ εἶδος καὶ τὸ οὗ ἕνεκεν· αὕτη γὰρ ἀρχὴ μάλιστα γίνεται τοῦ λόγου καὶ τοῦ τί ἦν εἶναι, ὥσπερ καὶ ἐν τοῖς τεχνητοῖς, ἐπεὶ οἰκία τοιόνδε, τάδε δεῖ γενέσθαι καὶ ὑπάρχειν ἐξ ἀνάγκης καί, εἴπερ ὑγεία τοιονδί, τάδε γενέσθαι καὶ ὑπάρχειν ἐξ ἀνάγκης. οὕτω δὲ καὶ εἰ ἄνθρωπος, ταδὶ καὶ εἰ κύων, ταδί. ἐπὶ μὲν γὰρ τῶν τεχνητῶν οὐ συντρέχει πολλάκις τὸ εἶδος τῷ οὗ ἕνεκεν, ἐπὶ πολλῶν δὲ ἐμφαίνεται ἐν τῷ λόγῳ καὶ τὸ οὗ ἕνεκεν· οἰκία γὰρ ἐκ τοιῶνδε τοιόνδε σκέπης ἕνεκεν. ἐπὶ δὲ τῶν φύσει ταὐτόν ἐστιν. εἴτε δὲ τῶν φύσει γινομένων εἴτε τῶν κατὰ τέχνην λαμβάνοις, εὑρήσεις, ἄν ὡς φυσικὸς ἐξετάζῃς, ἐν αὐτῷ τῷ λόγῳ τὴν ὕλην καὶ τὸ ἀναγκαῖον αἴτιον περιεχόμενον· ὁρισαμένοις γὰρ τὸ ἔργον τοῦ πρίειν, ὅτι διαίρεσις τοιάδε ξύλων, εὐθὺς ἐμφαίνεται ἡ τοῦ σιδήρου χρεία· καὶ οὕτω μὲν δύναται καὶ ἐξ ἐπιλογισμοῦ τινος, πολλάκις δὲ καὶ ἐνεργείᾳ. τί ἐστιν ὀργή; ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. ὥστε τῷ φυσικῷ γενήσονται μὲν οἱ λόγοι κατὰ τὸ εἶδος, ἐμπεριέξουσι δὲ καὶ τὴν ὕλην· τοιοῦτον γὰρ τὸ φυσικὸν εἶδος, ὥστε ἀεὶ σὺν ὕλῃ καὶ ὑποκειμένῳ τινὶ θεωρεῖται. |

---

Themistius, In Aristotelis Physica Paraphrasis, ed. Maxmilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2001.tlg039.local001/.
