# In Aristotelis Physica Paraphrasis ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Δ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ..1

Themistius, In Aristotelis Physica Paraphrasis, ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Δ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/in-aristotelis-physica-paraphrasis/%CE%98%CE%95%CE%9C%CE%99%CE%A3%CE%A4%CE%99%CE%9F%CE%A5%20%CE%A0%CE%91%CE%A1%CE%91%CE%A6%CE%A1%CE%91%CE%A3%CE%99%CE%A3%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%94%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%97%CE%A3%20%CE%91%CE%9A%CE%A1%CE%9F%CE%91%CE%A3%CE%95%CE%A9%CE%A3..1

1. ῾ Ομοίως δ’ ἀνάγκη καὶ περὶ τόπου τὸν φυσικὸν ἐπισκέψασθαι κατὰ τὴν αὐτὴν ἀκολουθίαν· πρῶτον μὲν εἰ ἔστιν, ἔπειτα πῶς ἐστι, πότερον οὐσία καὶ καθ’ αὑτὸ ἢ ἐν ἄλλῳ τὸ εἶναι ἔχει καὶ ὅλως τί ἐστιν ὁ τόπος. ὅτι γὰρ ὁ περὶ τόπου λόγος προσήκει τῇδε τῇ θεωρίᾳ, δηλοῖ καὶ ἡ παλαιὰ δόξα. τὰ γὰρ ὄντα πάντα ὑπολαμβάνουσί που εἶναι· νοεῖ δὲ τὴν ὑπόληψιν ταύτην λόγος οὐχ ὑγιής. ἐπεὶ γὰρ τὸ μὴ ὂν οὐδαμοῦ (τραγέλαφος οὐδαμοῦ καὶ σφὶγξ οὐδαμοῦ), καὶ οἴονται ἀκολουθεῖν τὰ ὄντα που εἶναι διὰ τὴν ἄγνοιαν τῆς ἀντιστροφῆς. ἀλλ’ εἰ καὶ τῇ καθόλου θέσει ἁμαρτάνουσιν, ἐκεῖνό γε ἴσως ἀληθές, ὅτι τὰ φυσικὰ σώματα ἐν τόπῳ γῆ πῦρ ὕδωρ ἀὴρ καὶ τὰ ἐκ τούτων, ὥστε τῷ φυσικῷ ῥητέον καὶ περὶ ταύτης τῆς φύσεως· καὶ ὅλως εἰ κινήσεως ἐστι θεωρητικός, κινήσεως δὲ ἡ πρώτη καὶ κοινοτάτη πᾶσι τοῖς σώμασι τοῖς φυσικοῖς ἡ κατὰ τόπον, οὐδὲ κατὰ τοῦτο ἂν ἀμελήσειε τοῦ σκέμματος. ἔστι μὲν οὖν χαλεπὸς ὁ | λόγος· εἰ γάρ τις θεωρήσειε τὰ καθ’ αὑτὸ προσόντα τῷ τόπῳ, οὐκ ἄν ἐξ ἀπάντων ἔχοι τὸν αὐτὸν ὁρισμὸν ἀποδοῦναι ὡς ἔσται δῆλον μικρὸν ὕστερον, ἀλλ’ οὐδὲ ἔχομεν κοινωνόν τινα εἰς τὴν ζήτησιν τῶν προλαβόντων· οὐ γὰρ ὅπως ηὐπόρησέ τις εἰς τὸ ἀληθὲς περὶ τοῦ τόπου, ἀλλ’ οὐδὲ ἠπόρησεν ἱκανῶς. ὅμως δὲ ὅπως ἂν ᾖ δυνατόν, οὐκ ἀποκνητέον. εἶναι μὲν οὗν ὅλως τὸν τόπον ἐκ τῶνδε ἄν τις ὑπολάβοι ἄν. ἀντι- μεθίσταται ἀλλήλοις τὰ σώματα, καὶ ὅπου πρότερον ὕδωρ, ἐκρυέντος τοῦ ὕδατος ἀὴρ ἔνεστι νῦν, καθάπερ ἐν τοῖς ἀγγείοις· καὶ μένει μὲν ὁ αὐτὸς τόπος, δέχεται δὲ ἕτερα καὶ ἕτερα τῶν σωμάτων. ἐκ δὴ τούτου δύο ἄν τις ἅμα πιστεύσειε τό τε εἶναι τὸν τόπον καὶ ἕτερον ἐκείνων εἶναι, ἃ δέχεται· ἔτι φέρεται ἕκαστον τῶν σωμάτων εἰς τὸν αὑτοῦ τόπον μὴ κωλυόμενον, πῦρ μὲν ἄνω, κάτω δὲ γῆ. τοῦτο τοίνυν ἐπιδείκνυσιν οὐ μόνον, ὅτι ἔστι τι ὁ τόπος, ἀλλ’ ὅτι καὶ ἔχει τινὰς διαφορὰς οἰκείας καὶ οἷον δυνάμεις, τὸ ἄνω καὶ κάτω καὶ τὰς λοιπὰς διαστάσεις, ἐφ’ ἃς κινεῖται τὰ σώματα. μὴ γὰρ δή τις ὑπολάβῃ τῇ πρὸς ἡμᾶς σχέσει μόνον τὸ ἄνω καὶ κάτω καὶ ἔμπροσθεν καὶ ὄπισθεν εἶναι καὶ δεξιὸν καὶ ἀριστερόν, ἀλλ’ ἴστω πολλῷ πρότερον, ὅτι καὶ τῇ φύσει ταῦτα διώρισται, ἡ διαφορὰ δὲ οὐκ ἄδηλος. πρὸς ἡμᾶς μὲν γὰρ ταὐτὸν πολλάκις τὸ ἄνω καὶ κάτω, οἷον ὁ κέραμος τῷ οἰκίας νῦν μὲν ἄνω, ἀνελθοῦσι δὲ ἐπὶ τὸ στέγος γίνεται κάτω καὶ ὁ στῦλος νῦν μὲν δεξιός, μεταστάντι δὲ εὐώνυμος· τὸ δὲ τῇ φύσει κάτω καὶ ἄνω ταῖς τῶν φυσικῶν σωμάτων κι|νήσεσι διακέκριται, ἄνω μὲν ἐφ’ ὃ κινεῖται τὸ πῦρ καὶ τὸ κοῦφον, κάτω δὲ ἐφ’ ὃ τὰ βαρέα καὶ γεηρά, καὶ ταῦτα οὐ μόνον τῇ θέσει πρὸς ἄλληλα πάμπολυ διέστησεν ἡ φύσις, ἀλλὰ καὶ τῇ δυνάμει· δεκτικὰ γάρ ἐστι τῶν μήκιστον διαφερόντων. μάλιστα δὲ δῆλον γίνεται, ὅτι μὴ ταὐτὸν τό τε πρὸς ἡμᾶς ἄνω καὶ κάτω καὶ τὰ φύσει διωρισμένα ὡς ἐπὶ τῶν μαθηματικῶν θεωρημάτων· ταῦτα γὰρ καθ’ αὑτὰ μὲν οὔτε ἔχει τόπον οὕτε κινεῖταί που (οὐδὲ γάρ ἐστιν ὅλως καθ’ ἑαυτά), τῇ δὲ πρὸς ἡμᾶς σχέσει δεξιὰ καὶ ἀριστερὰ δύναται καὶ νοεῖσθαι καὶ γράφεσθαι, ἀλλ’ οὐχ ὥστε ἔχειν φύσει τούτων ἕκαστον, ἀλλὰ τῇ παρ’ ἡμῶν ἐπινοίᾳ· ὡς γὰρ νοοῦμεν αὐτά, οὕτως καὶ τόπον αὐτοῖς συμφανταζόμεθα μὴ ὑπάρχοντος αὐτοῖς κατὰ φύσιν τόπου. καὶ οἱ τὸ κενὸν δὲ εἰσάγοντες ὡς τόπον αὐτὸ εἰσάγοιεν ἄν· τὸ γὰρ κενὸν νοοῦμεν, εἴγε ἐστὶν οὐδὲν ἄλλο ἢ τόπος σώματος ἐστερημένος· ἱκανὰ μὲν οὖν καὶ ταῦτα δεῖξαι, ὅτι ἔστιν τι ὁ τόπος, οὐκ ἀτιμαστέον δὲ οὐδὲ τὸ ποιητικὸν φῦλον οὐδὲ ῾ Ησίοδον, ὃς καὶ πρῶτον ἁπάντων τὸν τόπον ποιεῖ· τὸ γὰρ χάος τοῦτο βούλεται αὐτῷ σημαίνειν ὡς δέον πρῶτον χώραν τινὰ ὑπάρξαι τοῖς οὖσι· καὶ γὰρ οὗτος ἦν ὡς ἔοικε τῶν οἰομένων πάντα τὰ ὄντα εἶναί που. εἰ δὲ ῾ Ησίοδος ὀρθῶς λέγει, θαυμαστή τις ἡ τοῦ τόπου φύσις ἀναφαίνεται. πρώτη γάρ ἐστ.ιν ἀπάντων τῶν ὄντων, εἴγε ἅπασι προυποβέβληται· καὶ τῶν μὲν ἄλλων οὐδέν ἐστιν ἄνευ τόπου, τὸ χάος δὲ καὶ ἄνευ τῶν ἄλλων· προυπῆρξε γὰρ τῶν ἄλλων τῷ χρόνῳ. ἀλλὰ καὶ τῇ φύσει πρῶτος ὁ τόπος· συναναιρεῖ μὲν γάρ, οὐ συναναιρεῖται δέ· οὐ γὰρ ἀπόλλυται τῶν ἐν αὐτῷ φθειρομένων· οὐ γὰρ εἰ τὸ πῦρ φθαρείη, συναπόλλυται καὶ ὁ τόπος, φθειρομένου δὲ τοῦ τόπου συμφθείρεται καὶ τὰ ὄντα, εἰ τὸ μηδαμοῦ εἶναι ταὐτὸν τὸ μὴ εἶναι. ᾿ Αλλ᾿ ὅρα, μὴ περαιτέρω τοῦ δέοντος τὸν τόπον ἀποσεμνύνωμεν· σκέψαι γὰρ καὶ τοὺς ἐναντίους λόγους, οἳ πρὸς τῷ μηδὲν αὐτῷ προστιθέναι καὶ καθάπαξ αὐτὸν ἀναιροῦσιν. ῾ εἰ γὰρ ἐπιχειρήσεις᾿, φασί, ‘τί ἐστιν ὁ τόπος ἀποδιδόναι, εἰς τὸ μὴ εἶναι αὐτὸν ὁμολογεῖν περιαχθήσῃ· πρῶτον γὰρ εἴς τι γένος ἀνάξεις τὸν τόπον, ἢ δῆλον ὅτι εἰς σῶμα· καὶ γὰρ ὁ τόπος ἐπὶ τρία διέστηκεν. ἀλλ’ οὕτω τὸ πάντων ἀτοπώτατον ἀπαντήσεται· σῶμα γὰρ διὰ σώματος χωρήσει δι’ ὅλου καὶ δύο σώματα τὸν αὐτὸν ἐφέξει τόπον· εἰ γὰρ καὶ ὁ τόπος σῶμα καὶ τὸ γενόμενον ἐν αὐτῷ σῶμα καὶ ἴσα τοῖς διαστήμασιν ἄμφω, τὸ σῶμα ἔσται ἐν ἴσῳ ἑτέρῳ σώματι᾿. τοῦτο δὲ Χρυσίππῳ μὲν καὶ τοῖς ἀπὸ Ζήνωνος <ἐν> δόγμασίν παλαιοὶ δὲ ἀπάγουσιν ὡς εἰς ἀδύνατον ἐναργῶς καὶ πολλοὶ παρίστανται τῷδε τῷ λόγῳ γενικῶς, ὅ τε Ἀφροδισιεὺς Ἀλέξανδρος ἐν τῷ περὶ κράσεως συγγράμματι καὶ τοῖς ὑπομνήμασιν τοῖς φυσικοῖς καὶ ἄλλοι τινές, οἷς οὐ χαλεπὸν ἐντυχεῖν. εἰ δὲ σῶμα οὐκ ἔστιν ὁ τόπος, σχολῇ γ’ ἂν ἕτερόν τι φανείη δυνάμενον εἶναι· τὸ γὰρ εἰς τρία διεστάναι τοῦ σώματός ἐστιν μόνου. ἀλλὰ δέχεται ὕδωρ ἐξ ἀέρος· τοῦτο γὰρ ὑπολαμβάνομεν τὴν ὕπαρξιν δεικνύναι τοῦ τόπου. ὅσα δὲ ὡς οὐ διαφεύγει καὶ τοῦτο δυσχερεῖς τινὰς ἀτοπίας· ὅταν γὰρ ὕδωρ ὁ τόπος δέχηται, ἐν ᾧ πρότερον ἀὴρ | ἦν, δῆλον ὡς καὶ τὴν ἐπιφάνειαν δέχεται τὴν τοῦ ὕδατος, ὥσπερ πρότερόν γε τὴν τοῦ ἀέρος· εἰ δὲ τὴν ἐπιφάνειαν δέχεται, δέξεται καὶ τὰς γραμμάς, δέξεται καὶ τὰ σημεῖα. ἔσται τοίνυν τις καὶ σημείου τόπος ὥσπερ καὶ σώματος· ἀλλὰ ἀδύνατον. τί γὰρ διοίσει τῆς στιγμῆς ὁ τόπος τῆς στιγμῆς; οὐδὲ τῆς γραμμῆς οὐδὲ τῆς ἐπιφανείας· τί γάρ ἐστιν ὁ τόπος τῆς ἐπιφανείας παρ’ αὐτὴν τὴν ἐπιφάνειαν; μείζων μὲν γὰρ αὐτῆς οὐκ ἔστιν (ᾠ γὰρ περιττεύει μέρει, τούτῳ μηδὲν αὐτῆς περιέχον, ὁ δὲ τόπος ἐστὶ κατὰ τοῦτο), ἴσως δὲ ὂν αὐτὸ τοῦτό ἐστιν ἐπιφάνεια εἰ δὲ τόπος μὲν τῆς γραμμῆς οὐ διοίσει γραμμῆς καὶ δεχόμενος ἐπιφάνειαν οὐχ ἕτερός ἐστι παρὰ τὴν ἐπιφάνειαν, καὶ περιέχον σημεῖον καὶ αὐτὸς σημεῖόν ἐστιν καί, ὅταν σώματος γένηται χώρα, σῶμα γενήσεται. ὅλως δὲ τῶν ὄντων ἕκαστον ἢ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων συνέστηκεν, εἴτε σῶμά τις εἴτε ἀσώματον λέγει· ἔστι δὲ τῶν μὲν σῶμ’ ἄτων σώματα καὶ τὰ στοιχεῖα, τῶν δὲ ἀσωμάτων ἀσώματα, ἐν οὐδενὶ δὲ τούτων ὁ τόπος οὐδὲ ἐν τοῖς νοητοῖς (νοητοῖς γὰρ ἔχει) οὐδὲ ἐν τοῖς σώμασι (σώματα μὲν γὰρ ὡς δέχεται). τὸ δὲ καὶ πρῶτον λέγειν τὸν τόπον καὶ ὡς ἀρχὴν πορρωτέρω σφαλλομένων ἐστίν· πῶς γὰρ ἔσται ἀρχή; πότερον ὡς ὕλη; τί οὖν ἐξ αὐτοῦ συνέστηκεν; ἀλλ’ ὡς εἶδος; ἀλλ’ ὡς τὸ κινοῦν; ἀλλ’ ὡς οὗ ἕνεκεν; ἀλλὰ πῶς; ἔχοι δ’ ἄν τινα λόγον καὶ ἡ Ζήνωνος ἀπορία, ὡς εἰ εἴη τῶν ὄντων ὁ τόπος, καὶ αὐτὸς ἄν ἐν τόπῳ εἴη καὶ ἡ τούτου τοὐ τόπου τόπος καὶ τοῦτο εἰς ἄπειρον. εἰ δὲ τὸ κενόν τις ἀναιροίη παντάπασιν, ὥσπερ ἔχει καὶ τἀληθές, | δῆλον ὡς, εἰ τόπος ἐστίν, οὐκ ἄν εἴη ποτὲ κενὸς σώματος, ἀλλὰ πᾶς ἐμπέπλησται τόπος· εἰ δὲ τοῦτο ἀληθές, περὶ τῶν αὐξανομένων τί λέξομεν; ᾧ γὰρ μείζω γίνεται σώματι, τούτῳ πόθεν ὑπάρξει τόπος; πάντα γὰρ ἤδη κατέχεται. ἀνάγκη δὴ μείζω γίνεσθαι τὸν τόπον καὶ συνογκοῦσθαι τῷ σώματι. πῶς οὖν ἢ πόθεν αὔξεται τόπος; χαλεπὸν γάρ ἐστιν ἀποδοῦναι. καλῶς οὖν ὡς ἔοικεν εἴρηται· ὁ πειραθεὶς ἀποδοῦναι, τι ἐστι τόπος, ὁμολογεῖν αὐτὸν μὴ εἶναι ἀναγκσθήσεται. 2. Πάλιν οὖν ἄλλην ἀρχὴν ποιησάμενοι λέγομεν, ὅτι τόπος ὁ μέν τις πρῶτος λέγεται, ὁ δὲ κατ’ ἄλλο· κατ’ ἄλλο μὲν ὁ κοινὸς πλειόνων σωμάτων, πρῶτος δὲ ὁ ἑκάστου ἴδιος μόνου. κατ’ ἄλλο μὲν καὶ τὴν οἰκίαν ὅλην σοῦ τόπον εἴποιμι ἄν καὶ τὴν πόλιν, μᾶλλον δὲ καὶ τὴν γῆν ἢ καὶ τὸν ἀέρα καὶ τὸν οὐρανόν. ἀλλὰ τίς ἐστιν ὁ πρῶτός σου τόπος; ὃς περιέχει οὐδὲν πλέον ἢ σέ· διὰ γὰρ τοῦτον καὶ τὰ ἐφεξῆς ἀληθεύσεται· εἰ γὰρ ἐν τῆ οἰκίᾳ, ὅτι ἐν τῷδε αὐτῆς τῷ τόπῳ, ὅς σοι ἐφαρμόζει, καὶ εἰ ἐν ᾖ πόλει, ὅτι ἐν τῇ οἰκίᾳ, καὶ εἰ ἐν τῇ γῇ, ὅτι ἐν τῇ πόλει· ἀλλ’ εἴπερ ὁ κυρίως τόπος ἐστι τὸ πρῶτον περιέχον ἕκαστον τῶν σωμάτων, πέρας τι ἄν εἴη ὁ τόπος· εἰς τοῦτο γὰρ περατοῦται τὰ σώματα καὶ εἰς πρῶτόν γε τοῦτο (οὐ γὰρ δὴ εἰς ἄλλο τι πρὸ αὐτοῦ) καὶ προσεχῶς γε εἰς τοῦτο (οὐδὲν γὰρ μεταξύ). εἰ δὲ ὁ τόπος καὶ πέρας καὶ πρῶιον καὶ προσεχές, τὸ εἶδος ἀναφαίνεται ἑκάστου καὶ τόπος ἑκάστου· ἐκεῖνο γὰρ τὸ | πρώτως περατοῦν καὶ ὁρίζον ἕκαστον τῶν σωμάτων καὶ τὴν ὑποκειμένην ὕλην τοῖς μεγέθεσιν. οὕτω μὲν οὖν σκοποῦσι τὸ εἶδος ἄν τόπος δόξειεν εἶναι. εἰ δὲ ἄλλο τι τῶν περὶ τὸν τόπον ὑπαρχόντων νοήσαιμεν, μᾶλλον ἂν ἡ ὕλη φανείη προσημμένη τῷ τόπῳ. δοκεῖ μὲν γὰρ εἶναι τόπος διάστημα τοῦ μεγέθους καὶ τοῦ σώματος, τοιοῦτον δέ τι καὶ ἡ ὕλη φαντάζεται. ὁρισθεῖσα μὲν γὰρ ὑπὸ τοῦ εἴδους καὶ περισχεθεὶσα ἐπιπέδοις καὶ πέρασι μέγεθος γίνεται καὶ σῶμα· καθ’ ἑαυτὴν διάστημα μέν ἐστιν, διάστημα δὲ ἀόριστον· ὅταν γὰρ ἀφαιρεθῇ τῆς σφαίρας τὸ πέρας καὶ τὰ συμβεβηκότα, λείπεται οὐδὲν παρὰ τὴν ὕλην καὶ τὸ διάστημα· οὐ γὰρ ἐν τῷ πέρατι τὸ διάστημα, ἀλλὰ ὁρίζεται μὲν ὑπὸ τούτων, ἔστι δὲ οὐκ ἐν τούτοις ἀλλ’ ἐν τῷ ὑποκειμένῳ. ἔστι μὲν οὖν καὶ διὰ τοῦτο προσοικειοῦν τῇ ὕλῃ τὸν τόπον, μᾶλλον δὲ ὅτι δέχεται πλείους μορφάς τε καὶ εἴδη τὰ ἐν τοῖς σώμασιν ὁ αὐτὸς μένων. ἀπὸ γὰρ ταύτης τῆς ὁμοιότητος καὶ Πλάτων’ τὴν ὅλην καὶ τὴν χώραν ταὐτόν φησιν εἶναι ἐν τῷ Τιμαίῳ· τὸ γὰρ μέτα· λαμβάνον τῶν εἰδῶν (ὅπερ ὕλη) καὶ τὴν χώραν (ὅπερ ἐστὶν ταὐτὰ λέγει. καίτοι τὴν ὕλην ἄλλως μὲν ἐν Τιμαίῳ φησὶ δέχεσθαι τὰ εἴδη, ἄλλως δὲ ἐν τοῖς ἀγράφοις δόγμασιν· ἐκεῖ μὲν γὰρ κατὰ μέθεξιν, ἐν τοῖς ἀγράφοις δὲ καθ’ ὁμοίωσιν. ἀλλ’ ὅμως. ὅπερ εἶπον, δόξειεν ἂν ταὐτὸν ἀποφαίνεσθαι ὕλην καὶ τόπον· λέγουσι μὲν γὰρ ἅπαντες εἶναί τι τὸν τόπον, τί δ’ ἐστὶν μόνος οὗτος ἐπεχείρησεν ἀποδοῦναι· ἀλλ’ ἔοικε μεταφορικῶς κεχρῆσθαι τῷ ὀνόματι· οὐδὲν γὰρ διασαφεῖ περαιτέρω. ἡ μέντοι χαλεπότης τοῦ σκέμματος καὶ | ἐντεῦθεν δήλη· εἴτε γὰρ εἶδος εἴτε ὕλη μᾶλλον ὁ τόπος, χαλεπὸς ὁ περὶ αὐτοῦ λόγος· εἰς γὰρ τὰς ἀρχὰς ἄπεισιν ὧν ἡ θέα καθ’ αὑτὴν ἀκροτάτη καὶ οὐ ῥᾳδία, διότι πειρώμεθα χωρίζοντες γινώσκειν ἃ γνῶναι χωρὶς ἀλλήλων οὐχ οἷόν τε. ᾿ Αλλὰ μὴν ὅτι ἀδύνατον ὁποτερονοῦν εἶναι τὸν τούτων τόπον, οὐ χαλεπὸν ἰδεῖν· ταῦτα μὲν γὰρ ἀχώριστα τοῦ πράγματος, ὁ τόπος δὲ οὔ· ἐν ᾧ γὰρ ἦν ἀήρ, ἐν τούτῳ πάλιν γίνεται ὕδωρ ἀντιμεθισταμένων ἀλλήλοις τῶν σωμάτων ὡς ἔφαμεν· οὐδὲ γὰρ ὅλως τι τοῦ σώματος ὁ τόπος οὐ μέρος οὐ πάθος οὐχ ἕξις οὐ δύναμις· οὐδὲν γὰρ τούτων χωρίζεται, ὁ τόπος δὲ χωριστὸς ἑκάστου. καὶ γὰρ δοκεῖ τοιοῦτόν τι εἷναι ὁ τόπος οἷον τὸ ἀγγεῖον· ἔστι γὰρ τὸ ἀγγεῖον τόπος μεταφορητός, τὸ δὲ ἀγγεῖον οὐδὲν τοὐ πράγματός ἐστιν. ἆρ’ οὖν, εἴποι τις ἄν, οὐδὲ συμβεβηκός ἐστι τοῦ σώματος, εἴπερ καὶ χωριστός; ἢ οὐ τοῦ σώματος κατὰ συμβεβηκός, οὗ χωρίζεται, ἀλλὰ τοῦ περιεχομένου πέρας ἐστὶν καὶ ἐπιφάνεια; ὕλη δὲ οὐκ ἂν εἴη καὶ δι’ ἄλλον λόγον· ἡ μὲν γὰρ περιέχεται, ὁ δὲ περιέχει· καὶ ἔτι ὁ μὲν τόπος ἕτερος καὶ ἔξω τοῦ πράγματος, οὔτε δὲ ἡ ὕλη οὔτε τὸ εἶδος τοιαῦτα. Πλάτων δὲ εἰ σφόδρα βούλεται τὴν ὕλην ποιεῖν τόπον, ὅρα αὐτὸν καὶ τὰς ἰδέας ἐν τόπῳ λέγειν καὶ τοὺς εἰδητικοὺς ἀριθμούς· καὶ γὰρ τούτοις ὑποτίθησι τὴν ὕλην, ὥσπερ ἔφην, ἣν ποτὲ μὲν τὸ μέγα καὶ τὸ μικρόν, ποτὲ δὲ τὸ μεθεκτικὸν ὀνομάζει. χωρὶς δὲ τούτων, εἰ τὰ κινούμενα κατὰ φύσιν ἐπὶ τοὺς οἰκείους φέρεται τόπους, ἐπὶ δὲ τὴν ὕλην καὶ τὸ εἶδος οὐδὲν φέρεται (σὺν αὑτῷ γὰρ καὶ ἐν αὑτῷ τούτων ἑκάτερον), οὐδέτερον τούτων τόπος ἔσται; ἡδέως δ’ ἂν ἔγωγε μάθοιμι, πῶς ἂν ὅλως καὶ κινοῖτο τὰ σώματα | ἔχοντά γε τὸν οἰκεῖον ἀεὶ σὺν ἑαυτοῖς τόπον, εἰ τούτων θάτερον τόπος· πῶς δὲ τὸ ἄνω καὶ κάτω διοίσει λοιπὸν ἐν τοῖς τόποις ἢ πῶς ἐπ’ αὐτὰ κίνησις ἔσται; τί γὰρ ἐν τῇ ὕλῃ τὸ ἄνω καὶ κάτω; τί δὲ ἐν τῷ εἴδει; περὶ ταῦτα δὲ ζητητέον τὸν τόπον, ἐφ’ ἃ τοῖς σώμασιν ἡ κίνησις ἡ κατὰ φύσιν. εἰ δὲ ἔσται τόπος ἢ ὕλη ἢ μορφή, συγκινεῖται δὲ ταῦτα τοῖς σώμασι καὶ συμπαραγίνεται οὗπερ τὸ πρᾶγμα, πρῶτον μὲν ἄτοπον κινεῖσθαι τοὺς τόπους, ἔπειτα πῶς οὐκ ἔσται ὁ τόπος ἐν τόπῳ; εἰ γὰρ τὸ σῶμα γίνεται ἐν τόπῳ, ὅταν ἔνθεν ἐκεῖσε μεταβαίνῃ, δῆλον ὅτι καὶ τὸ εἶδος ἐν τόπῳ· συμμεθίσταται γάρ. ὅταν τοίνυν εἰς ἄλληλα μεταβάλλῃ τὰ σώματα καὶ γένηται ἐξ ἀέρος ὕδωρ, εἰ μὲν τὸ εἶδος ἐρεῖς τὸν τόπον, φθείρεις τὸν τόπον (φθείρεται γὰρ τὸ εἶδος ἐν ταῖς μεταβολαῖς· τίς δὲ τόπου φθορά, χαλεπὸν ἀποδοῦναι)· εἰ δὲ τὴν ὕλην, διὰ τί ἐν ἄλλῳ τόπῳ γίνεται τὸ ὕδωρ καίτοι τῆς ὕλης οὐκ ἐκστὰν οὐδὲ χωρισθὲν ἐξ αὐτοῦ; αὕτη γάρ, φησι, μένουσα δέχεται διαφέροντα εἴδη. ταῦτα μὲν οὖν ἡμῖν προηπορήσθω. 3. Λέγομεν δὲ ἐφεξῆς, ποσαχῶς τὸ ἔν τινι λέγεται· προὔργου γὰρ ἄν τι γένοιτο πρὸς τὸν λόγον. ἕνα μὲν δὴ τρόπον ὡς ὁ δάκτυλος ἐν τῇ χειρὶ καὶ ὅλως τὸ μέρος ἐν τῷ ὅλῳ. ἄλλον δὲ ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν, ὡς τὸ πρόσωπον ἐν ὀφθαλμοῖς καὶ ῥινὶ καὶ στόματι. ἄλλον δὲ ὡς τὸ εἶδος ἐν τῷ γένει, ὡς ἄνθρωπος ἐν τῷ ζῴῳ. ἄλλον δὲ ὡς τὸ γένος ἐν τῷ εἴδει, ὡς τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ· καὶ μὴ θαυμά|σῃς, εἰ τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ λέγεται εἶναι, τὸ πλεῖον ἐν τῷ ἐλάττονι· εἰ γὰρ ἐπιστήσειας ἀκριβῶς, σχεδὸν ὡς μέρος εὑρήσεις τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ· ἐν γὰρ τῷ λόγῳ αὐτοῦ περιέχεται. ἔν τινι δὲ λέγεται καὶ ὡς τὸ εἶδος ἐν τῇ ὕλῃ, ὡς τὸ βάθρον ἐν τῷ ξύλῳ καὶ ὑγεία ἐν θερμοῖς καὶ ψυχροῖς. ἕκτον ὡς ἐν βασιλεῖ τὰ τῶν ῾ Ελλήνων, καὶ ὅλως ἐν τῷ πρώτῳ κινητικῷ, ὥσπερ Ὅμηρος ῾ Διὸς δ’ ἐν γούνασι κεῖται᾿. ἕβδομον ὡς ἐν τῷ τέλει καὶ τῷ ἀγαθῶ· ῾ πάντα μοι κεῖται ἐν τῇ εὐδαιμονίᾳ. εἰσὶ δὲ καὶ ἄλλοι τρόποι τοῦ ἔν τινι, ἀλλὰ καὶ τῶν εἰρημένων καὶ τῶν παραλελειμμένων κυριώτατός ἐστι, καθ’ ὃν ἔν τινι λέγεται τὸ ὡς ἐν ἀγγείῳ καὶ ὡς ἐν τόπῳ. τούτων ἡμῖν διωρισμένων ζητητέον ἐφεξῆς, εἴ τι δύναται ἔν τινι εἶναι, ὡς ἐν ἑαυτῷ, καὶ πότερον οὗτος ὁ τρόπος ὑφ’ ἕνα πίπτει τῶν εἰρημένων ἢ ἀδύνατόν τι παντελῶς αὐτὸ εἶναι ἐν ἑαυτῷ, ἀλλὰ τοῦτο ἀληθές, ὅτι πᾶν ἢ οὐδαμοῦ ἢ ἐν ἄλλῳ, ὡς λέγομεν τὸν ἄνθρωπον εἶναι ἐν ἑαυτῶ. γνωστέον τοίνυν, ὡς οὐ πρώτως λέγομεν, ἀλλὰ κατ’ ἄλλο, ὅτι γὰρ ἡ ψυχὴ τοῦ ἀνθρώπου ἐστὶν ἐν τῷ σώματι τοῦ ἀνθρώπου καὶ τοῦ ὅλου τούτου τὸ μόριον ἐν ἄλλῳ μορίῳ· οὕτω γὰρ δύναται μόνως αὐτό τι εἶναι ἐν ἑαυτῷ, ἐπειδὴ τὸ μέρος ἐν τῷ μέρει ὡς καὶ αὐτοκίνητον λέγεται τὸ ζῷον, ὅτι τὸ μέν τι μόριον αὐτοῦ κινεῖ τὸ δὲ κινεῖται, ἄλλως δὲ ἀμήχανον, ὡς ὅλον εἶναι ἐν ὅλῳ. ἀλλ’ οὐ λέγομεν φησί τις τὴν ψυχὴν ἐν σώματι εἶναι, ἀλλὰ τὸ ζῶον ἐν ἑαυτῷ. οὗτος δὲ ἔοικεν ἀγνοεῖν τὴν ἐξουσίαν τῆς | συνηθείας, ὅτι πολλὰ καὶ ἀπὸ τῶν μερῶν ὀνομάζει. ὡς οὖν λέγει Σωκράτη ὑποδεδέσθαι, οὐχ ὅτι καὶ ὅλον ὑποδέδεται τὸ σῶμα, ἀλλ’ ὅτι τοὺς πόδας, οὕτω καὶ τὸ ζῷον ἐν ἑαυτῷ, ὅτι τὸ μέρος αὐτοῦ ἐν τῷ μέρει, ἐπεὶ καὶ τὸν ἀμφορέα τοῦ οἴνου (λέγω δὲ τὸ σκεῦος τὸ κεραμεοῦν μετὰ οἴνου) ἂν εἶναι ἐν ἑαυτῷ, ὅτι ὁ οἶνός ἐστιν ἐν τῷ σκεύει, οὕτε δὲ τὸ σκεῦος χωρὶς ἐν τῷ σκεύει οὔτε ὁ οἶνός ἐστιν ἐν τῷ οἴνῳ. οὕτως οὖν μόνως αὐτό τι ἐν ἑαυτῷ, ὡς κατ’ ἄλλο· ὡς γὰρ κατὰ μέρος. πολλὰ δὲ οὕτως λέγεται ἔν τινι, ὡς κατ’ ἄλλο· λέγεται γὰρ τὸ λευκὸν ἐν τῶ ἀνθρώπῳ, ὅτι ἐν τῷ σώματι, καὶ ἐν σώματι ὅτι ἐν τῇ ἐπιφανεία, ἐν ταύτῃ δὲ οὐκέτι κατ’ ἄλλο, ἀλλὰ πρώτως· οὐ μὴν ἐπειδὴ πρώτως ἐν ἐπιφανείᾳ τὸ λευκόν, ταὐτόν ἐστιν ἐπιφάνειά τε καὶ λευκόν. ὡς διὰ τοῦτο δύνασθαι αὐτό τι εἶναι ἐν ἑαυτῷ· ἄλλος γὰρ λόγος ἐπιφανείας, ἄλλος λευκοῦ καὶ ἄλλη φύσις ἐπιστήμης, ἄλλη ψυχῆς. καίτοι πρώτως ἐν ψυχῇ ἐπιστήμη· καὶ γὰρ ἐν ἀνθρώπῳ, διότι ἐν ψυχῇ. ἀλλ’ ὅμως εἰ καθ’ ἕκαστον ἐπισκοποίης, πάντα τὰ πρώτως ἔν τινι ὄντα ἕτερα ἐκείνων τὴν φύσιν εὑρήσεις, τούτου δὲ οὕτως ἔχοντος πῶς ἔσται τι πρώτως ἐν ἑαυτῷ; ἕτερον γὰρ ἑαυτοῦ ἔσται. εἰ δὲ κατά τινα ὧν ἀπηριθμησάμεθα τρόπων, ἐστὶν ἐν ἑαυτῷ· πάντα γὰρ ἕτερα ἐν ἑτέρῳ· οὐδὲ γὰρ τὸ ὅλον, ὅταν λέγωμεν ἐν τοῖς μορίοις αὐτό, ἐν ἑαυτῷ λέγομεν εἶναι· ἄλλο γὰρ τὸ ὅλον καὶ ἄλλα τὰ μέρη· τὸ μὲν γὰρ ἓν καὶ ταὐτὸν [ἐν] ἑαυτῷ, τὰ δὲ πλείω καὶ ἀλλ’ οὐδὲ ὁ λόγος ἐφίησιν ὃν εἰρήκαμεν, | ὅτι διαφέρει τὸ τί ἦν εἶναι καὶ αἱ φύσεις κεχωρισμέναι τοῦ τε ἔν τινι πρώτως ὄντος καὶ ἐν ᾧ πρώτῳ ἐστίν, ὥστε εἴπερ τι γένοιτο ἐν ἑαυτῷ, τοὺς διαφέροντας λόγους ἀναδέξεται, μᾶλλον δὲ ἔσται ἅμα τὰ διαφέροντα· ἀλλὰ καθάπερ οὐκ ἐνδέχεται τὸν οἶνον οἶνόν τε ἅμα εἶναι καὶ ἀμφορέα κεραμεοῦν ἢ τὸν κεραμεοῦν ἀμφορέα ἀγγεῖόν τε ἅμα καὶ οἶνον, οὕτως οὐδὲ αὐτό τι ἐν ἑαυτῷ· ἀλλ’ ὥσπερ εἴρηται, κατὰ τὰ μόρια τάχα ἄν ἐνδέχοιτο μόνον αὐτό τι εἶναι ἐν ἑαυτῷ, ὥσπερ εἴποι τις ἄν καὶ τὸν ἀμφορέα τοῦ οἴνου, ἵνα τὸ μέν τι δέχηται μέρος τὸν οἶνον, οἷον ὁ κεραμεοῦς ἀμφορεύς, οὐχ ὡς αὐτὸς οἶνος ὤν, ἀλλ’ ἕτερον τοῦ οἴνου, τὸ δὲ ἐγγίνεται ἐν τῷ σκεύει οἷον ὁ οἶνος, οὐχ ὡς ἐν αὑτῷ σκεύει ὄντι ἀλλ’ ἐν ἑτέρῳ· ὅλως τε γὰρ ἕτεροι οἱ λόγοι παντελῶς τοῦ τε ἐν ὧ καὶ ἐν τούτω. ὅτι μὲν οὖν ἀδύνατον καθ’ αὑτό τι εἶναι καὶ ἐν ἑαυτῷ, ἐκ τούτων δῆλον· ἀλλὰ μὴν οὐδὲ κατὰ συμβεβηκός. οὐ ταὐτὸν δὲ τὸ κατὰ συμβεβηκὸς τῷ κατὰ μέρος, εἰ καὶ ἄμφω κατ’ ἄλλο, ἀλλὰ πάμπολυ διαφέρει. τὸ μὲν γὰρ ζῷον ὁρᾶν λέγεται κατὰ μέρος (μέρος γὰρ αὐτοῦ τὰ ὄμματα οἷς ὁρᾷ), ὁ δὲ ἱστὸς κινεῖται κατὰ συμβεβηκὸς ἐν τῷ πλοίῳ, ἐπειδὴ τῷ πλοίῳ συμβέβηκεν, ὃ κινεῖται, καὶ ἡ λευκότης κινεῖται κατὰ συμβεβηκός, ἐπειδὴ ὁ ἄνθρωπος, ᾧ ὑπάρχει· δύο γὰρ οὗτοι τρόποι τοῦ κατὰ συμβεβηκός, ὅταν ἢ τὸ μέρος τινὸς ταὐτόν τι λέγηται πάσχειν, ὅπερ καὶ τὸ ὅλον, ἢ τὸ συμβεβηκός, ὅπερ καὶ ᾧ συμβέβηκε. πῶς ἂν οὖν εἴη τι κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ; δεῖ γὰρ αὐτὸ ἢ μέρος ἢ πάθος ἑαυτοῦ εἶναι ὅπερ οὐδὲ ἐπινοῆσαι δυνατόν. καὶ οὕτως δὲ ἄν εἴη τι κατὰ συμβεβηκὸς ἐν | ἑαυτῷ, οἷον † αὐτῷ οὕτω καὶ τὸ ἀγγεῖον ὁ ἀμφορεὺς κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ, εἰ μέρος ἢ πάθος ὑποτεθείη τοῦ ὕδατος· ἐπεὶ γὰρ τὸ ὕδωρ ἐν τῷ ἀγγείῳ, ἔσται καὶ τὸ ἀγγεῖον ἐν ἑαυτῷ μέρος τι ὂν ἢ πάθος τοῦ ὕδατος. ἀλλὰ τοῦτο γελοῖον· χωρὶς γὰρ τοῦ τὴν ὑπόθεσιν ἄτοπον εἶναι καὶ δύο σώματα ἔσται ἐν τῷ αὐτῷ τόπῳ, τό τε ἀγγεῖον, εἴπερ τοῦτο ἐν ἑαυτῷ, καὶ τὸ ὕδωρ, εἴπερ καὶ τοῦτο ἐν τῷ ἀγγείῳ τούτων μὲν οὖν ἅλις. ἐκ δὲ τῶν προειρημένων τρόπων τοῦ ἔν τινι καὶ τὴν Ζήνωνος ἀπορίαν λύειν ἔστιν, καθ’ ἣν ᾤετο δεῖν τὸν τόπον εἰ ἔστι, καὶ ἔν τινι εἶναι· τὸ γὰρ ἔν τινι πολλαχῶς καὶ ἔσται ὁ τόπος ἔν τινι μέν, οὐκ ἐν τόπῳ δέ· ὁ γὰρ κυρίως λεγόμενος τόπος τὸ πέρας τοῦ περιέχοντος ἔν τινι (καὶ γὰρ ἐν τῷ σώματι οὗ μέρος ἢ πέρας ἐστίν), οὐ μὴν ὡς ἐν τόπῳ· καὶ γὰρ ἡ ὑγεία ἔν τινι (ἐν θερμοῖς γὰρ καὶ ψυχροῖς), ὡς ἕξις, καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἔν τινι, ἀλλ’ ὡς πάθος. οὕτως δὲ καὶ ὁ τόπος ἔν τινι, ἀλλ’ οὐκ ἐν τόπῳ. τοῦτο δ’ ἦν τὸ ἄτοπον καὶ τὸ εἰς ἄπειρον προϊέναι. ταῦτα μὲν οὖν ἔστι διηπορημένα. 4. Τί δ’ ἐστὶν ὁ τόπος, ὧδε ἄν γένοιτο φανερόν. ἐπειδὴ γὰρ δυσθήρατος ἡ φύσις αὐτοῦ, πρότερον θεωρήσωμεν, ὅσα ὑπάρχειν τῷ τόπῳ καθ’ αὑτὸν αἱ κοιναὶ βούλονται ἔννοιαι. ἀξιοῦμεν δὴ τὸν τόπον πρῶτον μὲν περιέχειν ἐκεῖνο, οὗ τόπος ἐστίν, δεύτερον μηδὲν αὐτὸν εἶναι τοῦ πράγματος, ὃ περιέχει· τουτὶ γὰρ ἤδη καὶ ἀποδέδεικται· τρίτον μήτε ἐλάττω μήτε μείζω τοῦ σώματος εἶναι τὸν πρῶτον τόπον· | ἐλάττων μὲν γὰρ οὐκ ἔσται· πῶς γὰρ περιέξει; μείζων δὲ εἴπερ εἴη, καὶ ἄλλο ἄν δέχοιτο σῶμα, ὥστε οὐκ ἄν εἴη πρῶτος, λοιπὸν οὐδὲ τούτου μόνου. ἔτι πρὸς τούτοις ἀπολείπεσθαι καὶ χωριστὸν εἶναι τοῦ σώματος. οὕτω γὰρ καὶ ἐξ ἀρχῆς ἐνοήθη ἐκ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων. ἔτι πάντα τόπον ἔχειν τὸ ἄνω ἢ κάτω καὶ ἕκαστον τῶν σωμάτων ἐν ἑνὶ αὐτῶν. ὑποκειμένων δὴ τούτων τὰ λοιπὰ θεωρητέον. δεῖ δὲ τοιοῦτόν τινα λόγον ἀποδοῦναι τοὐ τόπου, ὃς τά τε ἀπορούμενα λύσει καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ τόπῳ φυλάξει καὶ τὸ αἴτιον τῆς περὶ αὐτὸν δυσκολίας ἐμφανιεῖ. πρῶτον μὲν οὗν δεῖ κατανοῆσαι, ὅτι οὐκ ἄν ἐζητεῖτο ὁ τόπος, εἰ μὴ κίνησις ἦν ἡ κατὰ τόπον· διὰ γὰρ τοῦτο καὶ τὸν οὐρανὸν μάλιστα οἰόμεθα ἐν τόπῳ εἶναι, ὅτι μάλιστά ἐστιν ἐν κινήσει. τρία δὲ τῆς κτὰ τόπον κινήσεως εἴδη, φορὰ καὶ αὔξησις καὶ φθίσις· καὶ γὰρ ἐν τῇ αὐξήσει μεταβάλλει τόπον ἐκ τόπου καί, ὃ πρότερον ἦν ἐνταῦθα, πάλιν μεθέστηκεν εἰς ἐλάττονα ἢ μείζονα. ἔπειτα ὅτι μὴ πάντα τὰ κινούμενα εἰς τὴν περὶ τοῦ τόπου ἔννοιαν ἡμᾶς προήγαγεν, ἀλλὰ μόνα τὰ καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, ὥσπερ οὐδὲ κινεῖται κυρίως, οὕτως οὐδὲ τόπου προσδεῖται οὔτε εἰς τὴν γνῶσιν αὐτοῦ συντελεῖ. καίτοι διαφορὰ μέν τις ἔστιν τῶν κατὰ συνβεβηκὸς κινουμένων· τὰ μὲν γὰρ ἐνδέχεται καὶ καθ’ αὑτὰ κινηθῆναι, οἷον τὰ μόρια τοῦ σώματος καὶ τοὺς ἥλους τῆς νεὼς εἰ διαιρεθεῖεν, τὰ δὲ οὐδαμῶς ἐνδέχεται, οἷον τὴν λευκότητα καὶ τὴν ἐπιστήμην. ἀλλ’ | ὅμως οὔτε ταῦτα οὔτε ἐκεῖνα εἰς τὰς πρώτας ἐννοίας ἤγαγεν ἡμᾶς τοῦ τόπου, ἀλλὰ τὰ καθ’ αὑτὰ κινούμενα μόνα. καθ’ αὑτὰ δὲ κινεῖται, ὅσα ἀπολελυμένα τοῦ περιέχοντος ἅπτεται αὐτοῦ, οὐκ ὄντα αὐτῷ συνεχῆ, ἡ δὲ χεὶρ κινεῖται μὲν γράφουσα νῦν δίχα τοῦ λοιποῦ σώματος, οὐκ ἀπολέλυται δὲ τοῦ σώματος, ἀλλὰ συνεχὴς αὐτῷ καὶ οὐχ ἅπτεται τοὐ ὤμου. οὐκοῦν οὐδὲ κινεῖται κατὰ τοῦτο τὸ μέρος καθ’ αὑτὴν οὐδὲ ἐστὶν ἐν τόπῳ, ἀλλ’ ὅπερ εἶπον, ἐκ τῶν καθ’ αὑτὸ κινουμένων ἀναμφιλέκτως θηρευτέον τὴν φύσιν τοῦ τόπου. κινεῖται δὲ τὸ ζῷον καθ’ αὑτὸ ἐν κόσμῳ. ἆρα οὖν τὸν κόσμον εἴποις ἂν εἶναι τόπον τοῦ ζῴου; οὐδαμῶς. ἀλλὰ τὸν ἀέρα; οὐδὲ τοῦτον. τί δήποτε; ὅτι κεῖται τὸν τόπον μήτε μείζω μήτε ἐλάττω τοῦ σώματος εἶναι. τίς οὖν ὁ τόπος τοῦ Καλλίου; τὸ ἔσχατον τοῦ ἀέρος, ὃ περιέχει μόνον Καλλίαν· διὰ γὰρ τοῦτο ἦν ἐν τῷ ἀέρι καὶ διὰ τοῦτο ἦν ἐν τῷ κόσμῳ, ὥστε οὗτος ὁ πρῶτος τόπος. ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον, ἀλλὰ συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται εἶναι, ἀλλ’ ὡς μέρος ἐν ὅλῳ, ὡς ἔφην καὶ τὴν χεῖρα ἐν τῷ σώματι· ὅταν δὲ διῃρημένον ᾖ καὶ ἁπτόμενον, ὡς ἐν τόπῳ ἔσται τοῦ ἐσχάτου τοῦ περιέχοντος, τοῦτο δὲ οὐδὲ μέρος τοῦ σώματος (ἔξωθεν γάρ) οὔτε μὴν μεῖζον οὔτε ἀλλ’ ἴσον πανταχοῦ τοῖς πέρασι τοῦ σώματος, ὃ περιέχει· ἅμα γάρ ἐστι τὰ ἔσχατα τῶν ἁπτομένων. τὰ μὲν οὖν μόρια τοῦ συνεχοῦς οὐκ ἐν τῷ ὅλῳ κινεῖται, ἀλλὰ μετὰ τοῦ ὅλου, τὰ διῃρημένα δὲ ἐν τόπῳ, οὐ μετὰ τόπου κινεῖται, πλὴν εἰ μὴ τὰ ἐν ἀγγείοις· μεταφορητὰ γάρ ἐστι τὰ ἀγγεῖα. ἀλλὰ ταῦτα οὐκ εἰσὶν οἱ πρῶτοι τόποι· μείζω γὰρ τῶν | σωμάτων, ἀλλὰ τὰ ἔσχατα αὐτῶν ἡ κοίλη ἐπιφάνεια τοῦ κάδδου καὶ ἡ κοίλη ἐπιφάνεια τοῦ κεραμίου οἷς συμβάλλει τῷ ὕδατι ἢ τῷ οἴνῳ. εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, φανερὸν ἐκ τούτων, τί ἐστιν ὁ τόπος, ὅτι τὸ πέρας καὶ τὸ ἔσχατον τοὐ περιέχοντος, ὃ τοῦ σώματος ἅπτεται, ὃ περιέχει. τοῦτο δὲ καὶ ἄλλως ἄν ἀποδειχθείη. ἐπειδὴ γὰρ τέτταρά ἐστιν, ὧν εἶναί τι τὸν τόπον ἀνάγκη (λέγω δὲ εἶδος, ὕλη, διάστημα μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος, αὐτὰ τὰ ἔσχατα τοῦ περιέχοντος), εἰ μηδὲν τῶν τριῶν ἐστιν, ἀνάγκη τὸ λειπόμενον εἶναι τὸν τόπον. ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ὕλη, δέδεικται ἱκανῶς. ἀλλὰ καὶ ὅτι μηδὲ τὸ εἶδος, ἤδη φανερὸν γέγονε τὸ φενακίσαν τοὺς τὸ εἶδος ὑπολαμβάνοντας εἶναι τὸν τόπον· ἐπειδὴ γὰρ περιέχει μὲν ἡ μορφή, περιέχει δὲ καὶ ὁ τόπος, τὸ εἶδος ὑπέλαβον εἶναι τὸν τόπον δι’ ἄγνοιαν τῶν συλλογισμῶν· καίτοι πέρατα μὲν ἄμφω, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τὸ μὲν εἶδος τοῦ περιεχομένου, ὁ τόπος δὲ τοῦ περιέχοντος σώματος. ἐγὼ δὲ οὐδὲ πέρας εἴποιμι ἄν τὸ εἶδος. οὐδὲ γὰρ ἡ ἐπιφάνεια τὸ εἶδος, ἀλλ’ ὁ λόγος τοῦ [τὸ] τί ἦν εἶναι, ἀλλ’ ἐπεὶ περατοῖ τὴν ὕλην καὶ ὁρίζει (πέρας γὰρ λέγεται ὥσπερ καὶ ἀριθμός), λείπεται τοίνυν ἡμῖν, ὅτι μηδὲ τὸ διάστημα ὁ τόπος ἐστίν, ἀποδεὶξαι. διάστημα δὲ τὸ μεταξὺ νοούμενον τῶν περάτων τοῦ περιέχοντος, οἷον τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ κάδδου. παλαιὰ μὲν οὖν ἡ δόξα καὶ τοῖς τὸ κενὸν τιθεμένοις προσήκουσα, ἠκολούθει δὲ ὅμως αὐτῇ καὶ ὁ περὶ Χρύσιππον χορὸς καὶ Ἐπίκουρος ὕστερον. εἰσποιοῦσι δέ | τινες καὶ τὸν Πλάτωνα τῷ δόγματι· ἤρτηται δὲ ἐκ πιθανῆς μὲν αἰτίας, ψευδοῦς δὲ ἱκανῶς· ἐπειδὴ γὰρ εἰς ἐπίνοιαν ἤλθομεν ὅλως τοῦ τόπου ἐκ τῆς ἀντιμεταστασεως τῶν σωμάτων καὶ τοῦ γίνεσθαι συνεχῶς ἄλλοτε ἄλλα ἐν τῷ αὐτῷ τόπῳ, διὰ τοῦτο αὐτοῖς ὁ τόπος ἔδοξεν εἶναι τὸ διάστημα τὸ μεταξύ, ὃ ταὐτὸ μένον ὑπελάμβανον ὑποδέχεσθαι τὰ αντιμεθιστάμενα σώματα κεχωρισμενον ἑκάστου τούτων τῶν εἰσιόντων σωμάτων· ἐνῆγε δὲ αὐτοὺς εἰς ταύτην μάλιστα τὴν ὑπόνοιαν τὰ ἀγγεῖα· ἐπειδὴ γὰρ τῆς ἐπιφανείας ἐν τῷ κεραμείῳ τῆς κοίλης μενούσης τῆς αὐτῆς καὶ περιγεγραμμένης ἰδίοις πέρασι ποτὲ μὲν ὕδωρ ἐγγίνεται, ποτὲ δὲ ἀὴρ ἐν τῷ σκεύει, διὰ τοῦτο εἷναι τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας διάστημα ὑπενόησαν, ὃ ταὐτὸν μένον καὶ τῶν σωμάτων κεχωρισμένον ὥσπερ καὶ ἡ ἐπιφάνεια τοῦ ἀγγείου δέχεσθαι ἀνὰ μέρος τὰ σώματα. ἀλλ’ οὐκ ἔστι τοῦτο ὑγιές. εἰ μὲν οἷόν τε ἦν κενὸν σώματος γενέσθαι ποτὲ τὸ ἀγγεῖον, ἴσως ἄν ἐφωράθη καθ’ ἑαυτὸ τὸ λεγόμενον τοῦτο διάστημα· νῦν δὲ ἅμα ἐκχεῖται τὸ ὕδωρ καὶ ὁ ἀὴρ ἀντεισέρχεται, κἀντεῦθεν ἡ πλάνη· ἐπεὶ γὰρ σῶμα πᾶν μετὰ διαστήματος, μεταφέρουσι τὸ τῶν σωμάτων διάστημα ἐπὶ τὸν τόπον οὐκ ἐννοοῦντες, ὅτι διὰ τοῦτο ἀεὶ διάστημά ἐστιν ἐν τόπῳ, ἐπειδὴ καὶ σῶμα ἀεί, δηλοῖ δὲ τὰ χαλκᾶ καὶ στεγανὰ πανταχόθεν ἀγγεῖα· οὐ γὰρ ἄν ἐκρύσειε τὸ ὕδωρ, εἰ μὴ χώραν εἰσρύσεως ὁ ἀὴρ λάβη. φενακίζει δὲ αὐτοὺς καὶ τὸ μένειν ἀεὶ ἀσύγχυτον καὶ τὴν κοίλην ἐπιφάνειαν τῶν ἀγγείων, ὡς εἴγε συνέπιπτεν ἐξαιρουμένου τοῦ ὕδατος, ὥσπερ | ἐπὶ τῶν ἀσκίων, οὐκ ἂν ὁμοίως ἐξνπατῶντο. οὔκουν ὁμοίως ἐν τῷ ἀέρι φανταζόμεθα ὑπομένειν τὸ διάστημα τοὐμοῦ σώματος· συγχεῖται γὰρ εὐθὺς κινηθέντος ἡ περιέχουσά με ἐπιφάνεια καὶ ἑνοῦται πρὸς ἑαυτήν, τῆς δὲ ἐν τοῖς στερεωτέροις ἀγγείοις ἀεί τι ἅπτεται ἕτερον σῶμα ἀσυγχύτου φυλαττομένης, τὸ δὴ τὸ σῶμα τοῦτο ἐν διαστήματι εἶναι διὰ τοῦτο καὶ ἐκείνης ἀεὶ διάστημα μεταξὺ εἶναί φασιν. ᾿ Αλλ᾿ ὑποθώμεθα ἐξαιρεθέντος τοῦ ὕδατος μηδὲν ἕτερον εἰσρυῆναι σῶμα. μένει τοίνυν μεταξὺ τῆς ἐπιφανείς διάστημα κεχωρισμένον. ἀλλ’ ἄλογος ἡ ὑπόθεσις, ὦ σοφώτατε Γαληνέ (αὐτὸ γὰρ ὑποτίθεται ὃ ζητούντων γὰρ ἡμῶν, εἰ δύναται εἶναι διάστημα κεχωρισμένον, πλάττεις σεαυτῷ καὶ ἀναζωγραφεῖς, ὃ βούλει εἶναι διάστημα κεχωρισμένον, οὐχ ὅτι ὑπάρχει δεικνύεις. ὅλως τε † οὔτε δυνατὸν ἐννοεῖς· τὸ γὰρ ἀναιρεῖν τὴν ἀντιμετάστασιν τῶν σωμάτων τοῦ παντάπασιν ἀναιρεῖν σῶμα οὐδὲν διαφέρει, οὐδὲ δὴ τὸ λέγειν, ὡς εἴ τις ὑποθοῖτο μήτε οὐρανὸν ἔσεσθαί ποτε μήτε γῆν μήτε ἄλλο τι τῶν νῦν ὑπαρχόντων σωμάτων, ἀλλὰ μηδὲ ἕτερον ἂν τούτων γενέσθαι σῶμα· καὶ γὰρ οὕτως μόνον καταλιπεῖν βουλήσεται διάστημα, ἐν ᾧ τὰ σώματα νῦν ἐστι, τηνικαῦτα δὲ οὐκ ἔσται. ἀλλ’ οὔτε τοῦτο δυνατὸν οὔτε ὃ βούλεται ὁ Γαληνός· διάστημα γὰρ ἄνευ σώματος ἀμήχανον ὑποστῆναί ποτε, ἀλλὰ θᾶττον ἄν ὁ χαλκὸς συμπέσοι τῆς κόης ἐπιφανείας ἢ δίχα σώματος μείνειεν· τὸ γὰρ κενὸν ὅτι κενὸν ὄντως ἐστίν, εὐθὺς ἐπιδει|χθήσεται. τί δὲ δήποτε; ἐπὶ μὲν τοῦ τοίχου οὐκ ἄν ὑπολάβοις, ὅτι οὐ δύναταί ποτε αὐτοῦ μηδὲν σῶμα ἅπτεσθαι παντελῶς, εἴγε μὴ τὸ κενὸν οὕτως προσίεσθε, ἐπὶ δὲ τοῦ κρατῆρος οὐκέτι; καὶ γὰρ τούτου παραπλησίως ἀεί τι ἅπτεται, ἡ διαφορὰ δὲ ἐν τῷ σχήματι μόνον ἐστί. ῾ τῶς οὖν᾿, φησίν, ῾ ἐπινοοῦμεν τὸ διάστημα ὡς ἄλλο τι τῶν σωμάτων;’ πῶς δὲ λευκότητα, πῶς δὲ μελανίαν; ἕκαστον γὰρ τούτων ἀφαιροῦντες τοῦ σώματος καθ’ αὑτὸ νοοῦμεν, οὐχ ὡς καθ’ αὑτὸ ὑφεστὼς καὶ τοῦ σώματος κεχωρισμένον, ἀλλὰ τῷ λόγῳ μόνον χωρίζοντες. ἐπεὶ γὰρ μὴ ταὐτὸ τῷδε τῷ ὕδατι τοσοῦτόν τι διεστάναι καὶ ὕδατι εἶναι, ὁμοίως καὶ τῷ οἴνῳ, ὁμοίως καὶ τῷ ἀέρι, ἀφαιροῦντες τῷ νῷ τὰς ποιότητας, καθ’ ἃς τὸ μὲν ὕδωρ, τὸ δὲ οἶνός ἐστιν, τὸ δὲ ἀήρ, οὕτω νοοῦμεν τὸ διάστημα μόνον καθ’ ἑαυτό· εἶτα ἐπειδὴ συμβαίνει τὰ τρία σώματα ἐν τῷ αὐτῷ παρὰ μέρος ἀγγείῳ γίνεσθαι, ἃ ταῖς μὲν ἄλλαις ποιότησι διαφέρει, ἴσα δέ ἐστι τῷ διαστήματι αὐτῷ, καὶ μᾶλλον ὑπονοοῦμεν ἄλλο τι εἶναι τὸ διάστημα παρὰ τὰ σώματα ὁρῶντες, ὅτι εἰσρυεὶς ὁ ἀὴρ μετὰ τὸν οἶνον τὰς μὲν ἄλλας ποιότητας οὐκ ἔχει τοῦ οἴνου, τὸ διάστημα δὲ μόνον ταὐτὸ φυλάττει τῷ οἴνῳ· καὶ ἐπειδὴ κατὰ μὲν τὰς ἄλλας ποιότητας οὐκ ἔστιν ἐν τόπῳ τὰ σώματα οἷον θερμότητα ἢ ψυχρότητα, κατὰ δὲ τὸ διάστημα μόνον, οὕτω τὸ διάστημα τὸν τόπον ὑπολαμβάνομεν, οὐ καλῶς· οὐ γὰρ εἰ κατὰ διάστημα ἔστιν ἐν τόπῳ, ὁ τόπος ἐστὶ τὸ διάστημα ἢ καὶ ἡ κίνησίς ἐστιν ὁρμή, ἐπειδὴ κινούμεθα καθ’ ὁρμήν. τὰ μὲν οὖν αἴτια τῆς πλάνης τοῖς ἐπὶ ταύτην ἐλθοῦσιν τὴν δόξαν ταὐτά ἐστιν. | Ότι δὲ οὐκ ἔστι τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος διάστημα τόπος, ἀναμνησθῆναί σε δεῖ μόνον, ὅσα ὑπάρχειν τῷ τόπῳ ταῖς κοιναῖς ἀκολουθοῦντες ἐννοίαις ἐξ ἀρχῆς διωρισάμεθα. τὸν τόπον δεῖν περιέχειν, ἀλλ’ ἐμπεριέχεται τὸ διάστημα. τὸν τόπον δεῖν χωρίζεσθαι τῶν σωμάτων, ἀλλὰ τὸ διάστημα ἑκάστῳ τῶν σωμάτων σύνεισί τε καὶ συναπέρχεται· εἰρήκαμεν γάρ, ὡς ὁ μένειν αὐτὸ χωρὶς τῶν σωμάτων ἀξιῶν τὸ κενόν, κἄν μὴ βουλήσηται, παραδέχεται· εἰρήκαμεν δέ, ὅτι καὶ τὸ μὲν ποσὸν τοῦ διαστηματος μένει ταὐτόν, ταὐτὸν δὲ οὐ μένει διάστημα. ἔτι τὸν τόπον ᾠόμεθα δεῖν μηδὲν τοῦ σώματος εἶναι, τὸ διάστημα δέ ἐστιν μικροῦ δεῖν αὐτὸ τὸ σῶμα. ὅλως δὲ ὁ τὸ διάστημα τόπον λέγων τί μᾶλλον τὸ σῶμα ἐν τόπῳ ποιεῖ ἢ τὸν τόπον ἐν τῷ σώματι; μᾶλλον γὰρ τὸ διάστημα ἐν τῷ σώματι ἢ τὸ σῶμα ἐν τῷ διαστήματι, εἴγε τὸ μὲν συμβεβηκός (ποσὸν γάρ), τὸ δὲ οὐσία· (σῶμα γὰρ αἰσθητόν). καὶ τοῦτο δὲ ἡδέως ἂν αὐτῶν, ὅταν ἐν τόπῳ γένηται σῶμα, πότερον φυλάττον τὸ διάστημα τὸ οἰκεῖον (πᾶν γὰρ σῶμα ἐν διαστήματι) οὕτω γίνεται ἐν τῷ ἢ τὸ μὲν οἰκεῖον ἀποβάλλει, μόνῳ δὲ γίνεται τῷ τοῦ τόπου; εἰ μὲν τοίνυν ἐροῦσι τὸ δεύτερον, διδαξάτωσαν ἡμᾶς, πῶς φθείρεται τὸ διάστημα μὴ φθειρομένου τοῦ σώματος, πῶς δὲ τὸ μὲν ἴδιον αὐτοῦ φθείρεται, προςγίνεται δὲ τὸ ἀλλότριον; εἰ δὲ ἄμφω τὰ διαστήματα σῴζεσθαι λέξουσι καὶ τὸ τοῦ σώματος καὶ τὸ τοῦ τόπου, πῶς ἅμα ἔσται τὰ δύο καὶ πότερον ἐν ποτέρῳ; ποῖον γὰρ ἐρεῖς περιέχεσθαι; ποῖον δὲ περιέχειν; πῶς δὲ δύο μὲν διαστήματα ἅμα καὶ ἐν τῷ | αὐτῷ μέτρῳ γενέσθαι δυνατόν, ἐν ᾧ καὶ τὸ ἕτερον ἦν, δύο δὲ σώματα οὐκέτι; οὐ γὰρ τὰ ἄλλα γε συμβεβηκότα κωλύσει· οὐ γὰρ θερμότης ἢ ψυχρότης ἢ λευκότης ἢ μελανία τὸν ὄγκον μείζονα ποιοῦσιν, ἀλλὰ μόνον τὰ διαστήματα. ἢ τοῦτο μὲν ὡς ἐκείνῳ ἀκόλουθον παρδέχονται, ἡμῖν δὲ ψεῦδος τοῦτο ἀποδεικνύουσι συναναιρεῖν ὑπάρχει καὶ τὸ ἡγούμενον. ἔτι πότερον αὐξανομένου τοῦ σώματος αὔξεται καὶ τὸ τοῦ τόπου διάστημα ἢ τὸ μὲν τοὐ σώματος αὔξεται, τοῦ τόπου δὲ οὔ; αὔξεσθαι μὲν γὰρ πῶς ἂν εἴποι τις ἕτερον μέγεθος ἑτέρῳ γενομένης προσθήκης; ὅμοιον γὰρ ὡς εἰ ἔλεγε καὶ τὸν πῶλόν τις αὐξάνεσθαι ἐκ τῆς τροφῆς τοῦ σκυλακίου. μένειν δὲ ἴσον ἀμηχανώτερον· πῶς γὰρ ἔτι τοῦ μείζονος τόπος; οὐκ ἐπιστρέφει δὲ ὁ λόγος οὗτος ἐπὶ τὸ τοῦ περιέχοντος πέρας· οὐ γάρ ἔστιν αὔξησις ἐπιφανείας καθ’ ἑαυτήν. Ἃ μὲν οὖν ἡμεῖς λέγομεν πρὸς τὴν δόξαν, ταῦτά ἐστιν· οἷς δὲ χρῆται Ἀριστοτέλης, ἀσαφέστερον μὲν ἔχει, πειρατέον δέ, ὅπως ἐνδέχεται, κἀκεῖνα, ὡς ἐξ ἀρχῆς προὐθέμεθα, ἐκκαλύπτειν. εἰ, φησίν, ἦν τι διάστημα καθ’ αὑτὸ πεφυκὸς εἶναι καὶ μένειν ἐν ἑαυτῷ, ἄπειροι ἂν ἦσαν οἱ τόποι· τι δήποτε; ὅτι ἡνίκα ἄν μεταφέρηται τὸ ἀγγεῖον πλῆρες ὂν ὕδατος ἢ ἀέρος, ὃ ποιεῖ τὸ ὅλον ὕδωρ ἐν τῷ ἀγγείῳ, τοῦτο ποιήσει καὶ τὰ τοῦ ὕδατος μόρια. ὡς οὖν τὸ ὅλον ὕδωρ κατέχον τὸ οἰκεῖον διάστημα σὺν τῷ ἀγγείῳ κινεῖται μεταφερομένῳ, οὕτως ἕκαστον τῶν μορίων κατέχον τὸ οἰκεῖον διάστημα κινηθήσεται σὺν τῷ ἀγγείῳ. ὅταν τοίνυν ἐν ἄλλῳ τόπῳ γένηται ὁ ἀμφορεύς, δηλονότι καθέξει | τι διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος ἀέρος, οὗ διαστήματα καὶ τὸ ὕδωρ μέρος, καθέξει καὶ τὰ τοῦ ὕδατος μόρια. ὅρα δέ, πόσα ἐν ταὐτῷ γίνεται διαστήματα· ὃ κατέσχεν ὅλος ὁ ἀμφορεύς, ὃ κατέσχε τὸ τούτου μέρος τὸ ὕδωρ, ὃ κατέσχεν ἕκαστον τῶν μορίων τοῦ ὕδατος, πάλιν ὃ κατέσχεν ὅλον τὸ ὕδωρ ἐν τῷ ἀμφορεῖ (ἦν γὰρ ἐν τόπῳ τῷ ἀμφορεῖ) καὶ τὸ μεταξὺ τῶν ἐσχάτων αὐτοῦ κοίλης ἐπιφανείας, πρὸς τούτοις ὃ κατεῖχεν ἕκαστον τῶν μορίων τοῦ ὕδατος τούτοις εἰ προσθείης καὶ τὸ τοῦ ἀμφορέως ὡς τοῦ ὕδατος σώματος καὶ τὸ τοῦ μέρους ὡς σώματος, πολλὰ εὑρήσεις ἐν ταὐτῶ διαστήματα. ἓν μὲν τοῖς μορίοις καὶ ἕτερον ἔγωγε ἀτοπώτερον ὑφορῶμαι. ἕκαστον γὰρ ἔν τε τῷ οἰκείῳ διαστήματι ἔσται καὶ ἐν τῷ μείζονος μέρους· γινομένης δὲ εἰς ἄπειρον τῆς τομῆς εἰς ἄπειρον καὶ ἡ τῶν τόπων πρόσθεσις προελεύσεται. ὅλως γὰρ εἰ διάστημα ὁ τόπος, οὐδὲν ἄτοπον καὶ τῶν μορίων ἕκαστον ἐν τόπῳ εἶναι καθ’ αὑτό· καὶ γὰρ ἐν διαστήματι καθ’ αὑτό ἐστιν ἕκαστον, ὃ διάστημα μόριον ὅλου τοῦ τόπου· τοῖς μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντος τιθεμένοις κατὰ συμβεβηκὸς τὸ μέρος ἐν τῷ τόπῳ, ἐπειδὴ τὸ ὅλον ἐν τόπῳ· τοῖς δὲ ὅλον τὸ μεταξὺ διάστημα πῶς οὐκ ἔσται τὰ μόρια καθ’ αὑτὰ ἐν τόπῳ; ἔστιν οὖν ἐν ἀπείροις ἕκαστον τόποις. ὅτι δὲ καὶ ὁ τόπος ἐν τόπῳ γίνεται, δῆλον. τὸ γὰρ διάστημα τὸ μεταξὺ τῶν κοίλων τοῦ ἀμφορέως ἔσται ἐν ἄλλω διαστήματι μετατεθέντος τοῦ ἀμφορέως. ἆρ’ οὖν ταὐτὰ ἄτοπα ἀπαντᾷ τοῖς τὸ ἔσχατον τοῦ περιέχοντος λέγουσι τόπον; οὐδαμῶς. διὰ τί; οὐκέτι γὰρ ἄν εἴποιμι ἐν ἄλλῳ τόπῳ γίνεσθαι τὸ ὕδωρ καὶ τὰ | τοῦ ὕδατος μόρια κινουμένου τοῦ ἀμφορέως· ἐν. τῇ αὐτῇ γάρ ἐστιν ἐπιφανείᾳ καὶ οὐκ ἐξαλλάξει ταύτην οὐδὲ ἑτέραν προσεπιλαμβάνει τινά, ὥσπερ ἕτερον καὶ διάστημα. ῾ πῶς οὖν, εἰ τὸν αὐτὸν κατέχει τόπον ὁ οἶνος, καὶ καθ’ ὅλον καὶ κατὰ μόρια κινεῖται ἐνθένδε κἀκεῖσε ἐκ τοῦ οἰκήματος εἰς τὸ ταμιεῖον;’ ἐρήσεταί τις. ὅτι μηδὲ κινεῖται καθ’ αὑτόν (μένει γὰρ ἐν ἀμφορεῖ), ἀλλὰ κινεῖται καὶ μεθίσταται ὁ ἀμφορεύς, ἐν ᾧ ὁ οἶνός ἐστιν· ἐν ᾧ γάρ ἐστιν ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἢ ὅ τι δήποτε, τοῦτο μεθίσταται, οὐχ ὁ ἀὴρ οὐδὲ τὸ ὕδωρ οὐδὲ τὰ μόρια τούτων, ἀλλά ποτε ταῦτα κινεῖται, εἰ ἀλλήλοις ἀντιμεθίσταται τὰ ἐν τῷ κεραμείῳ. εἰ δὲ ἦν τὸ διάστημα ὁ τόπος, συμμεθίστατο ἄν τοῖς ἀγγείοις τὰ σώματα καθ’ αὑτὰ καὶ τὰ μόρια ὁμοίως γε ἐκείνοις ἐξαλλάττοντα τὸ διάστημα καὶ ἐγίνετο ἄν ἐν ἄλλω καὶ ἄλλῳ τόπῳ οὐ κατὰ συμβεβηκός, ὢν ἕκαστος τόπος μέρος τοῦ μείζονος καὶ πάλιν ὁ μείζων τοῦ μείζονος, καὶ τοῦτο ἄχρι τοῦ μεγίστου τόπου καὶ διαστήματος, ἐν ῴπέρ ἐστιν ὁ οὐρανός. καὶ γὰρ δὴ καὶ τοῦτο ὑπάρχει τῷ θαυμαστῷ λόγῳ τόπον τόπου μέρος ποιεῖν, καθάπερ καὶ διάστημα διαστήματος· καὶ τοῦτο μὲν ἔξωθεν αὐτοῖς ἐπισυμβαίνει. ᾿ Εκεῖνο δὲ ὅρα. ἡ γὰρ καθ’ αὑτὸν κινεῖσθαι τὸν οἶνον ἐν τοῖς κεραμείοις ἐροῦσιν, ὅταν ἐκεῖνα μετακομίζηται, καὶ εἴρηται, ὅσα ἄτοπα ἀναδέξονται, ἢ παντάπασιν ἀκίνητον εἶναι· καὶ ὅσος ὁ γέλως ἀκίνητον Ἀθήναζε τὸν Θάσιον μετακομίζεσθαι. οὐ γὰρ ἕξουσιν ἀποδιδόναι, πῶς κινουμένου τοῦ σκεύους ὁ οἶνος δύναται καθ’ ἑαυτὸν μὲν ἀκίνητος μένειν, κατὰ | συμβεβηκὸς δὲ κινεῖσθαι, οἱ τόπον τὸ διάστημα λέγοντες. ὅτι μὲν τοίνυν οὐκ ἔστι τὸ διάστημα ὁ τόπος, ἱκανῶς εἴρηται· ἀποδέδεικται δὲ ὡς οὐδὲ ἡ μορφὴ οὐδὲ ἡ ὕλη· χωρὶς γὰρ ὧν εἴπομεν πολλῶν ὄντων, ὅτι ἐνηρεμεῖν δεῖ τοῖς τόποις τὰ σώματα (ἐνηρεμεῖ γὰρ τῇ ὕλῃ) καὶ μὴ χωρίζεσθαι, ἡ παραβολὴ τῆς ὕλης ἡ πρὸς τὸν τόπον ἔχει τινὰ ὁμοιότητα· ἐπ’ ἐκείνης μὲν λέγομεν ῾ὃ πρότερον ὕδωρ ἦν, νῦν ἐστιν ἀήρ᾿, ἐπὶ τοῦ τόπου ῾ οὗ πρότερον ὕδωρ ἦν, νῦν ἐστιν ἀήρ’. ἀλλ’ ἐκεῖνο ὁμολογούμενόν γε ἤδη, ὡς εἴγε μηδέν ἐστι τῶν τριῶν ὁ τόπος, μήτε ὕλη μήτε εἶδος μήτε διάστημα, ἀνάγκη τὸ λοιπὸν τῶν τεσσάρων εἶναι, τουτέστι τὸ πέρας τοὺ περιέχοντος καθὸ συνάπτει τῷ περιεχομένῳ σώματι. ᾿ Εν τόπῳ δέ ἐστι πᾶν σῶμα, ᾗ κατὰ φορὰν οἷόν τε κινεῖσθαι καὶ πάλιν ἠρεμεῖν· οὐ ταὐτὸν δέ ἐστιν περιφορά τε καὶ φορά. δοκεῖ δέ τι μέγα εἶναι καὶ χαλεπὸν γνωσθῆναι ὁ τόπος· πολλὰ γὰρ παρεμφαινόμενα ἐπιθολοῖ τὴν περὶ αὐτοῦ θεωρίαν καὶ μάλιστα τὸ διάστημα· ὁμοιότητα γὰρ ἔχει τούτου πολλήν· μένειν γὰρ ἀκίνητον καὶ τοῦτο δοκεῖ καθάπερ ὁ πρῶτος τόπος καὶ δέχεσθαι ἕτερα καὶ ἕτερα τῶν σωμάτων. εἴρηται δὲ τὸ αἴτιον τῆς ἀπάτης, ὅτι τοῖς· σώμασι συνεισιόν τε καὶ ἐξιὸν (τῷ μὲν ἄλλαις ποιότησιν αὐτὰ διαφέρειν, τῷ διαστήματι δὲ ἴσα εἶναι, τά γε τὸν ἴσον ἐκπληροῦντα τόπον) ταὐτὸν εἶναι δοκεῖ κλεπτομένης αὐτοῦ τῆς ἐναλλαγῆς διὰ τὴν ὀξύτητα τῆς ἀντιμεταστάσεως τῶν σωμάτων. συμβάλλεται δέ τι καὶ ὁ ἀὴρ δοκῶν ἀσώματος εἶναι· | διὰ τοῦτο γὰρ οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου τόπος εἶναι δοκεῖ, ἀλλ’ ἤδη καὶ πᾶν τὸ μεταξύ· κενὸν γὰρ εἶναι φαντάζεται οὐχ ὁμοίως κινοῦντος τὴν αἴσθησιν τοῦ ἀέρος τοῖς ἄλλοις στοιχείοις. ἔστι δὲ οὐχ ἅπαν τὸ ἀγγεῖον ὁ τόπος, ἀλλὰ τὰ ἔσχατα αὐτοῦ τῆς κοίλης ἐπιφανείας, ὃς καὶ μεταφορηὸς ἂν εἴη· μεταφορητὸς δὲ οὐχ ἀπλῶς ἀλλὰ κατὰ συμβεβηκός· τὸ γὰρ σῶμα μεταφέρεται, λέγω δὲ τὸ κεράμειον ἢ ὁ κάδδος, οὗ πέρας ἐστίν. ἔστι δὲ ὥσπερ τὸ ἀγγεῖον τόπος μεταφορητός, οὕτως ὁ τόπος ἀγγεῖον ἀμετακίνητον· διόπερ ἐπειδὰν ἐν κινουμένῳ τι κινῆται ὡς πλοῖον ἐν ποταμῷ, τῷ περιέχοντι ὡς ἀγγείῳ χρῆται μεταφορητῷ μᾶλλον ἢ ὡς τόπῳ. βούλεται δὲ ἀκίνητος εἶναι ὁ τόπος καθ’ αὑτόν, εἰκότως (πέρας γάρ ἐστιν), καὶ ἅμα πράγματι (ἅμα γὰρ τὰ πέρατα), ὥστε ἐξ ἁπάντων τούτων τὸ τοῦ περιέχοντος πέρας ἀκίνητόν τε καὶ πρῶτον ὁ τόπος ἐστίν. 5. Διὰ τοῦτο δὲ τὸ μέσον τοῦ κόσμου καὶ τὸ ἔσχατον τοῦ οὐρανοῦ καὶ τῆς τῶν ὅλων φορᾶς δοκεῖ εἶναι μάλιστα πᾶσι κυρίως τὸ μὲν ἄνω, τὸ δὲ κάτω, ἐπεὶ ἑκάτερον αὐτῶν ἀκίνητον τὸ μέν ἐστιν, τὸ δὲ φαίνεται· καὶ ἐπὶ ταῦτα ἡ κίνησις κατὰ φύσιν τοῖς τε κούφοις καὶ τοῖς βάρος ἔχουσιν τῶν σωμάτων. κοῦφον μὲν γάρ ἐστι τὸ ἄνω φερόμενον, βαρὺ δὲ τὸ κάτω. τὸν μὲν οὖν κάτω ποιεῖ τόπον αὐτὸ τὸ μέσον καὶ παρὰ τὸ μέσον ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ· ἕκαστον γὰρ τῶν βαρέων σωμάτων ὑπὸ τούτων περιέχεται τῶν στοιχείων ἢ πάντων, ὡς οἱ τῶν ποταμῶν ἀνέχοντες λίθοι, ἢ τοῖν δυοῖν, ὡς οἱ βαδίζοντες ἡ νηχόμενοι. τὸν δὲ ἄνω τόπον τό τε ἔσχατον τῆς κύκλῳ φορᾶς καὶ εἴ τι πρὸς ἐκεῖνό ἐστιν. | ᾧ μὲν οὗν σώματί ἐστι σῶμα ἐκτὸς περιέχον αὐτό, τοῦτό ἐστιν ἐν τόπῳ· ᾧ δὲ μή, οὔ. διόπερ ἡ μὲν γῆ καίτοι μένουσά ἐστιν ἐν τόπῳ (ἔχει γὰρ ἄλλο σῶμα, οὗ τὸ πέρας ταύτην περιέχει), οὐκέτι δὲ τὸ κύκλῳ κινούμενόν ἐστιν ἐν τόπῳ (οὐδὲν γὰρ ἐκείνου ἔξωθεν)· οὐδὲ γὰρ εἰ ἀὴρ ἢ ὕδωρ ἦν, μηδὲν δὲ εἶχεν ἔξωθεν, ἦν ἄν ἐν τόπῳ. πῶς οὗν κινεῖται ὁ οὐρανὸς μὴ ὢν ἐν τόπῳ; ἢ ἔστι μὲν ὡς κινεῖται, ἔστι δὲ ὡς οὔ; ὅλος μὲν γὰρ οὐ κινεῖται· οὐδὲ γὰρ ἀμείβει τὸν ὅλον τόπον (αὕτη γὰρ κίνησις τῶν ὅλων ὥσπερ ἐπ’ εὐθείας μεθισταμένων), κύκλῳ δὲ κινεῖται. αὕτη δὲ κίνησις τῶν μορίων ἐστὶν καὶ τούτοις ἐστὶ τόπος· ἑκάστη γὰρ σφαῖρα τῶν ἐν κύκλῳ φερομένων ἀμείβει τῆς ἐφεξῆς σφαίρας ἐκείνης τὴν ἐπιφάνειαν. ταύτης οὖν καὶ τόπος ἐστίν· περιέχονται γὰρ ὑπ’ ἀλλήλων. ὁμοίως δὲ καὶ τὸ πᾶν καὶ τὸ ὅλον αὐτὸ μὲν οὐκ ἐν τόπῳ, τὰ μόρια δέ. τὰ μὲν γὰρ αὐτῶν κύκλῳ κινεῖται, τὰ δὲ ἄνω καὶ κάτω, ὅσα ἔχει πύκνωσιν καὶ μάνωσιν. ταῦτα δὲ Εὔδημος ἐν τῷ τρίτῳ τῶν αὑτοῦ Φυσικῶν παρίστησι, λέγει δὲ οὕτως ῾αὐτὸς δὲ πότερόν ἐστιν ἐν τόπῳ ἢ οὐκ ἔστιν; ἢ πῶς ἑκάτερον; ὅλως μὲν γὰρ οὐκ ἔστιν ἐν τόπῳ, εἰ μὴ ἔστι τι ἐκτός· οὕτω γὰρ ἄν περιέχοιτο· τοῦτο δὲ ἐπισκεψόμεθα. τὰ δὲ ἄστρα καὶ ὅσα ἐντὸς τοῦ ἐξωτάτω σώματος ἐν τῷ ἐκείνου πέρατί ἐστιν, ᾗ περιέχον ἐστίν. τὰ δὲ οὕτως ἔν τινι ἐν τόπῳ λέγεται, ἐν ᾧ δὲ τὰ μόρια καὶ τὸ ὅλον λέγομεν εἶναι. οὕτω μὲν οὖν εἴη ἄν ἐν τόπῳ, ἔστι δὲ καὶ ἄλλως που· ἐν τοῖς μορίοις γάρ ἐστι τὸ ὅλον, πολλαχῶς δὲ τὸ ποῦ᾿. Ἵνα δὲ σαφέστερον γένηται, πῶς λέγομεν ἐν τόπῳ εἶναι τὸν οὐρανὸν καὶ πῶς οὔ, μικρὸν ἄνωθεν εἴπωμεν ἀναλαβόντες. ὥσπερ γὰρ ἐλέχθη, τὰ μὲν κατὰ δύναμιν, τὰ δὲ κατ’ ἐνέργειάν ἐστιν ἐν τόπῳ· κατὰ δύναμιν μὲν τὰ μόρια τοῦ συνεχοῦς τοὐ ἐν τόπῳ ὄντος, ἃ καὶ οἷά τε διαιρεθῆναι· ταῦτα γάρ ἐστι κατὰ δύναμιν ἐν τόπῳ, ὅτι γένοιτο ἂν κατ’ ἐνέργειαν διαιρεθέντα καὶ ἀντὶ τοῦ συνεχῆ εἶναι ἅψαιτο ἄν ἀλλήλων ὥσπερ σωρός· κατ’ ἐνέργειαν δὲ αὐτά τε τὰ συνεχῆ, ὅταν ὑπό τινος περιέχηται, καὶ τὰ μόρια τούτων, ὅταν διαιρεθῇ. πάλιν τὰ μὲν καθ’ αὑτά ἐστιν ἐν τόπω, ὡς τὰ σώματα, ὅσα κατὰ φοράν ἐστιν κινητὰ ἢ κατ’ αὔξησιν καὶ μείωσιν· τὰ δὲ κατὰ συμβεβηκός, ὡς τὰ χρώματα, ὡς ἡ ψυχή, ἅπερ οὐκ ἂν γένοιτό ποτε ἐν τόπῳ καθ’ αὑτά, ὥσπερ τὰ κατὰ δύναμιν, οὐδὲ χωριστὰ τῶν ὑποκειμένων ἐστί. πῶς οὖν ὁ οὐρανὸς ἐν τόπῳ; ἆρα κατ’ ἐνέργειαν; ἀλλ’ ὑπ’ οὐδενὸς ἔξωθεν περιέχεται. ἀλλὰ κατὰ δύναμιν; ἀλλ’ οὐδ’ ἄν περισχεθείη ποτέ. ἀλλὰ καθ’ ἑαυτόν; ἀλλ’ οὐκ ἔστι κινητὸς κατὰ φοράν. οὐ γὰρ ταὐτὸν τὸ φέρεσθαι τῷ περιφέρεσθαι. ἀλλὰ τὸ μὲν ὅλον ἀμείβει τόπον, τὸ δὲ ἐν ταὐτῷ μένον ἐν ταὐτῷ κινεῖται. ἆρα οὖν κατὰ συμβεβηκός; Ἀριστοτέλης μὲν οὕτω βούλεται καὶ οἱ ἐξηγηταὶ συγχωροῦσιν· φησὶ γὰρ τὰ δὲ κατὰ συμβεβηκὸς οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός. ἐγὼ δὲ ἀπορῶ, πῶς οὐ μάχοιτο ἂν πρὸς αὑτόν, νῦν μὲν τὸ κατὰ συμβεβηκὸς ταὐτὸν ἡγούμενος τῷ κατὰ μόρια, πρὸ τοῦ δέ, ἐν οἷς ἐπεδείκνυε μηδὲν εἶναι ἐν ἑαυτῷ ὡς ἐν τόπῳ, τὸ μὲν κατὰ μόρια συγχωρῶν, τὸ κατὰ συμβεβηκὸς δὲ οὐ διδούς. ἴσως οὖν ἐνταῦθα κοινότερον κέχρηται τῷ κατὰ συμβεβηκὸς ἀντὶ τοῦ κατ’ ἄλλο. ἔθος δὲ αὐτῷ πολλάκις τοῖς εἴδεσιν ἀντὶ τῶν γενῶν κεχρῆσθαι, ἄλλως μὲν ἐκεῖ κατὰ μόρια, ἄλλως δὲ ἐνθάδε· ἐκεῖ μὲν ἐπειδὴ τὸ μέρος ἐν τῷ μέρει, ἐνταῦθα δὲ ἐπειδὴ τὸ ὅλον ἐν τοῖς μορίοις. πῶς οὖν ἐν τόπῳ κατὰ συμβεβηκός; ὅτι μὴ πᾶσι συνεχής, ἀλλὰ ἅπτεται ἀλλήλων αὐτοῦ τὰ μόρια καὶ ἄλληλα περιέχει, οἷον αἱ σφαῖραι, καὶ κίνησιν ἑκάστη ἰδίαν κινεῖται. ἐν τόπῳ μὲν οὖν τὰ μόρια διὰ τοῦτο. ἐν τόπῳ δὲ καὶ ὁ ὅλος κατὰ συμβεβηκός· ἐν γὰρ τοῖς μορίοις ὅλος καὶ οὐκ ἄν αὐτῶν χωρισθείη. οὐ πάντα δὲ ἐν τόπῳ τὰ μόρια (οὐδὲ γὰρ ἅπαντα περιέχεται), οὐδὲ ἡ ἔξω σφαῖρα, ἀλλ’ αὕτη κτὰ μὲν τὸ ἐντὸς εἴη ἄν ἐν τόπῳ (ἅπτεται τῆς τοῦ Κρόνου καὶ οἷον περιέχεταί πὼς), κατὰ δὲ τὸ ἔξω παντελῶς ἀμοιροῖ τόπου. καὶ τὰ μόρια δὲ ταύτης τὰ συνεχῆ ὁμοίως ἔχει· οὕτε γὰρ κατ’ ἐνέργειαν ἐν· τόπῳ οὔτε δυνάμει· πῶς γὰρ ἀχώριστα ὄντα τῆς ὅλης; οὔτε μὴν καθ’ αὑτά, μόνον δέ, εἴπερ ἄρα, κατὰ συμβεβηκὸς καὶ οὐδὲ τοῦτο ἁπλῶς· οὐδὲ γὰρ ἀπλῶς ἡ ἐξωτάτω σφαῖρα ἐν τόπῳ, ἀλλ’ ὡς ὅλη ἐν τόπῳ, οὕτως ἐκεῖνα κατὰ συμβεβηκὸς ἐν τόπῳ· ἐκείνη δὲ ἐπὶ τὰ ἔσω. καὶ τὰ μόρια δὴ τοῦτον τὸν τρόπον, ἐπεὶ κυρίως γε καὶ ἀπλῶς πῶς ἄν εἴη ἐν τόπῳ τὸ πᾶν; τοῦ γὰρ ἐν τόπῳ ἔξωθέν τι, τοῦ δὲ παντὸς οὐδὲν ἔξωθεν· πῶς γὰρ ἔσται τι πᾶν, εἴγε πᾶν ἀληθῶς, εἰ καὶ ἄλλο εἴη | παρὰ τοῦτο, ἐν ᾧ ἐστι; τί δὲ καὶ τὸ ἔξωθεν τοῦ παντός; κενὸν μὲν γὰρ οὐκ ἔστιν, σῶμα δὲ εἰ μὲν πεπερασμένον, ἄρα καὶ ἐκεῖνο ἐν τόπῳ· καὶ πῶς; εἰς ἄπειρον γὰρ ἡ πρόοδος. εἰ δὲ ἄπειρον, οἱ πρότερον λόγοι διαμαχοῦνται. εἰ δὲ ἀληθὴς ἡ παλαιὰ δόξα, ὅτι πάντα ἐν τῷ οὐρανῷ καὶ πᾶν ὁ οὐρανός, ἴσως δὲ οὐδὲ θεμιτὸν ἔξωθέν τι αὐτοῦ περιβλέπειν· αὐτὸς μὲν γὰρ οὐ δεῖται τόπου, ἐν ἐκείνῳ δὲ ὡς ἐν τόπῳ τὰ ἄλλα πάντα, οὐκ ἐν ἅπαντι δέ, ἀλλ’ ἐν τῷ ἐσχάτῳ αὐτοῦ τῷ πρὸς ἡμᾶς καὶ ἁπτομένῳ τοῦ παθητικοῦ σώματος· καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι, τοῦτο δὲ ἐν τῷ ἀέρι, οὗτος δὲ ἐν τῷ αἰθέρι, ὁ δὲ αἰθὴρ ἐν τῷ οὐρανῷ, ὁ δ’ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ. Ὃ τοίνυν ὑπεσχόμεθα, δείξομεν, ὅτι πᾶσαι λύονται αἱ ἀπορίαι, τί ἐστιν ὁ τόπος, καλῶς διαποροῦσιν. οὔτε γὰρ οὖν ἀνάγκη αὔξεσθαι τὸν τόπον· οὐδὲν γὰρ αὔξεται πέρας καθ’ ἑαυτό, ἀλλ’ ὑποχωροῦντος τοῦ περιέχοντος σώματος ἤτοι κατὰ ἀντιπερίστασιν ἢ κατὰ πύκνωσιν καὶ πίλησιν, καὶ τὰ πέρατα ὑπείκει, ὥστε καὶ τὰ αὐξανόμενα ἐν μείζονι γίνεσθαι τόπῳ. εἰ μέντοι διάστημα ἦν ὁ τόπος, ηὐξάνετο ἄν ὁ τόπος καθ’ ἑαυτὸν καὶ ἐπελάμβανεν ἄν μείζω τόπον, οὕτως δὲ ἦν ἄν ἐν τόπῳ τόπος. ἀλλ’ οὐδὲ στιγμῆς τόπος· οὐδὲ γὰρ χωριστὸν ἡ στιγμὴ οὔτε ὑπό τινος περιέχεται. ἀλλ’ οὐδὲ δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ· οὐ γάρ ἐστι διάστημα σωματικὸν ὁ τόπος, μᾶλλον δὲ οὐδὲ ὅλως διάστημα, ἀλλὰ πέρας, ἐν ᾧ διάστημα μὲν πάντως ἐστίν, ἀλλ’ οὐ καθ’ αὑτό, ἀλλὰ μετὰ τοῦ σώματος τοῦ τυχόντος. ὅ τε τόπος που μέν, οὐχ ὡς ἐν τόπῳ δέ, ἀλλ’ ὡς τὸ πέρας ἐν τῷ πεπερασμένῳ. οὐ γὰρ πᾶν τὸ ὂν ἐν τόπῳ, ἀλλὰ τὸ κινητὸν σῶμα κατὰ φοράν. καὶ φέρεται δὲ εἰς τὸν ἑαυτοῦ τόπον ἕκαστον, εὐλόγως· τὰ γὰρ μὴ βίᾳ ἁπτόμενά τε ἀλλήλων καὶ περιέχοντα ἄλληλα συγγενῆ, οἷον ὕδωρ μὲν γῇ, ἀὴρ δὲ ὕδατι, πῦρ δὲ ἀέρι, συγγενῆ δέ, ὅτι ῥᾷστα εἰς ἄλληλα τὰ ἐφεξῆς μεταβάλλει· ἔχει γάρ τι κοινόν. φερόμενα οὖν ἐπὶ τὰ συγγενῆ σώματα φέρεται ἐπὶ τοὺς οἰκείους τόπους· ὑπὸ γὰρ τῶν συγγενῶν περιέχεται· τὸ γὰρ ἅπτεσθαι ἀλλήλων καὶ ἔστιν ἐν τόπῳ καὶ ποιεῖ καὶ πάσχει εἰς ἄλληλα, ἐπεὶ τῶν γε συμπεφυκότων καὶ ἡνωμένων τὰ μόρια οὔτε ἐν τόπῳ καθ’ αὑτὰ οὔτε πάσχει τι ὑπ’ ἀλλήλων. καὶ μένει δὲ ἐν τῷ οἰκείῳ τόπῳ ἕκαστον, εἰκότως· εἰ γὰρ εὐλόγως φέρεται πρὸς τὸ συγγενές, καὶ μενεῖ ἄν εὐλόγως ἐν τῷ συγγενεῖ· σχεδὸν γὰρ μέρος γίνεται τοῦ περιέχοντος ὥσπερ ὁ ἀὴρ τοῦ ὕδατος, μόριον δὲ οὐχ ὡς συνεχὲς ὡς ὕδατος ὕδωρ, ἀλλ’ ὡς ἁπτόμενον καὶ διῃρημένον· ὕλη γὰρ γίνεται ἀλλήλων· μεταβάλλει γὰρ εἰς ἄλληλα, εἰ καὶ μὴ τὸν αὐτὸν τρόπον. ἀλλ’ ὕστερον περὶ τούτων. οὐ γὰρ οἷόν τε νῦν σαφῶς εἰπεῖν, ἀλλ’ ἐκεῖνό γε ἐξαρκεῖ. εἰ γὰρ ὕλη, πῶς ἀλλήλων; ὥσπερ τοίνυν τὰ συμπεφυκότα μόρια μένει ἐν τοῖς ὅλοις, οὕτως καὶ τὰ ἁπτόμενα. τῷ δὲ διάστημα λέγοντι τὸν τόπον πῶς οἰσθήσεται τά σώματα ἐπὶ τοὺς οἰκείους τόπους· τὸ μὲν γὰρ πέρας οὐ παντὸς σώματος οἰκεῖον αὐτοῖς, ἀλλὰ τοῦ συγγενοῦς, πρὸς ὃ φέρεται, εὐλόγες· τὸ δὲ διάστημα ἀδιάφορον καὶ οὐδὲν μᾶλλον ἕτερον ἑτέρου προσήκει τῷ φερομένῳ. περὶ μὲν τοῦ τόπου, ὅτι τέ ἐστι καὶ τί ἐστιν, εἴρηται. | 6. Ἔχεται δὲ ἐφεξῆς ὁ περὶ κενοῦ λόγος τῷ φυσικῷ. καὶ γὰρ ὅσοι διάστημα τὸν τόπον ὑπολαμβάνουσι, τῷ μὲν ὑποκειμένῳ ταὐτά φασιν εἶναι κενόν τε καὶ τόπον, τῷ λόγῳ δὲ διαφέρειν· τὸ γὰρ αὐτὸ τοῦτο διάστημα, ὅταν μὲν ἔχῃ σῶμα, τόπος αὐτοῖς ἐστιν· ὅταν δὲ μὴ ἔχῃ, κενόν. βούλονται γὰρ εἶναι τὸ κενὸν διάστημα, ἐν ᾧ μηδέν ἐστι σῶμα. οὕτω μὲν οὖν ἐφεξῆς ἡμῖν ἐστιν ὁ λόγος, θεωρητέον δὲ τὸν αὐτὸν τρόπον, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἐστι καὶ τί ἐστι. πρῶτον δὲ θετέον, ἐξ ὧν τε δοκεῖ εἶναι καὶ ἐξ ὧν οὔ, καὶ τάς γε κοινὰς δόξας προτέρας ἐξεταστέον. νῦν μὲν οὖν οἱ δεικνύναι πειρώμενοι, ὅτι τὸ κενὸν οὐκ ἔστιν, οὐ κατὰ θύρας ἀπαντῶσι τῷ πράγματι· οὐ γὰρ πρὸς τὴν τοῦ κενοῦ φύσιν ἀντιλέγουσιν, ἣν ὀνειροπολοῦσιν οἱ προἱστάμενοι τῆς δόξης· ἀλλ’ ὃ πλανώμενοι κενὸν ὑπολαμβάνουσι, τοῦτο ὅτι μὲν κενὸν οὐκ ἔστιν, ἐπιχειροῦσι δεικνύναι. ἡ γὰρ νόησις τοῦ κενοῦ γίνεται τοῖς ὑπάρχειν αὐτὸ τιθεμένοις διάστημα εἶναι τὸ κενόν, ἐν ᾧ μηδέν ἐστι σῶμα αἰσθητόν, οἰόμενοι δὲ τὸν ἀέρα μὴ εἶναι σῶμα αἰσθητὸν τὸ πλῆρες ἀέρος κενὸν νομίζουσι. δεῖ δὴ τὸν ὀρθῶς πρὸς τὴν δόξαν ταύτην ἐνιστάμενον οὐ τὸν ἀέρα μὴ ὄντα κενὸν ἐπιδεικνύναι, ὥσπερ Ἀναξαγόρας ἐποίει στρεβλῶν τοὺς πεφυσημένους ἀσκοὺς καὶ δεικνύς, ὡς ἰσχυρὸς ὁ ἀήρ, καὶ τὰς κλεψύδρας οὐκ εἰσδεχομένας τὸ ὕδωρ, εἰ μή τις ἔξοδον τῷ ἀέρι συγχωρήσειεν· ἀλλὰ πῶς χρὴ τὸ κενὸν ἀναιρεῖν; ὃ βούλεται σημαίνεσθαι διελέγχοντας, οὐχ ὃ λέγουσιν. ὅτι τοίνυν οὐχ οἷόν τε εἶναι διάστημα ἕτερον τῶν σωμάτων καὶ χωριστὸν ἐνεργείᾳ, τοῦτο δεικτέον. ὅπερ ἢ διαλαμβάνει τὸ πᾶν σῶμα καὶ οὐκ ἐᾶ συνεχὲς εἶναι | ἢ τοῦ παντὸς οὐρανοῦ συνεχοῦς ὄντος ἔξωθέν ἐστιν περιέχον αὐτόν· δύο γὰρ οὗτοι τῆς θέσεως τοὺ κενοῦ τρόποι, ἢ παρεσπάρθαι τοῖς σώμασιν αὐτό, καθάπερ λέγουσι Δημόκριτός τε καὶ Λεύκιππος καὶ ἄλλοι πολλοὶ καὶ ᾿ Επίκουρος ὕστερον (οὖτοι γὰρ πάντες τὴν τοῦ κενοῦ παρεμπλοκὴν τῆς διαιρέσεως τῶν σωμάτων, ἐπεὶ τό γε ἀληθὲς συνεχὲς ἀδιαίρετον κατ’ αὐτούς), ἢ κεχωρισμένον καὶ ἀθρόον εἶναι, καθ’ αὑτὸ περιέχον τὸν οὐρανόν, ὡς πρότερον μὲν ᾤοντο τῶν ἀρχαίων τινές, μετὰ δὲ ταῦτα οἱ περὶ χήνωνα τὸν Κιττιέα. Ἐπισκεπτέον τοίνυν, ἃ λέγουσιν οἱ συνιστάμενοι τῷ κενῷ. λέγουσι δὲ ἓν μέν, ὅτι κίνησις ἡ κατὰ τόπον οὐκ ἄν εἴη μὴ συγχωρουμένου τοῦ κενοῦ· κίνησις δὲ κατὰ τόπον φορὰ καὶ αὔξησις καὶ φθίσις. καὶ πρότερον πῶς οὐκ ἔστι φορά; τὸ γὰρ κινούμενον εἰ μὴ διὰ τοῦ κενοῦ, ἀνάγκη διὰ τοῦ πλήρους κινεῖσθαι· ἀλλ’ εἰ διὰ πλήρους, σῶμα διὰ σώματος κινηθήσεται καὶ σῶμα ἐν σώματι ἔσται, ὅλον ἐν ὅλῳ, καὶ δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ ἔσται. εἰ δὲ δύο, διὰ τί μὴ καὶ πλείω; οὐ γὰρ δὴ μᾶλλον νῦν ἐστι πλῆρες, ὅτε διπλοῦν γέγονεν ἢ πρότερον ἦν, ἡνίκα μόνον ὑπῆρχεν· ὁμοίως γὰρ ἦν συνεχὲς καὶ ὁμοίως μεστὸν καὶ πρὸ τοῦ, ἀλλ’ ὅμως ἐδέξατο καὶ ἄλλο. διὰ τί οὖν οὐ πάλιν καὶ ἄλλο καὶ αὖθις ἄλλο καὶ οὕτως ἔσται ἐν τῷ σμικροτάτῳ τὸ μέγιστον· πολλὰ γὰρ μικρὰ τὸ μέγα ἐστίν. οὐ μόνον τοίνυν τὰ ἴσα σώματα ἑαυτῷ, ἀλλ’ ἤδη καὶ ἄνισα δέξεται· <τὰ> γὰρ ἴσα πλείω καὶ ἄνισα ἑτέρως καὶ ἑτέρως διαιρούμενα γίνεται, | ὥστε ἀνάγκη κενὸν εἶναι, εἰ κίνησιν διασῴζομεν. τούτῳ δὲ καὶ Μέλισσος εἴξας τῷ λόγῳ, ἐπειδὴ κενὸν οὐκ ᾤετο, μηδὲ κινεῖσθαι τὸ πᾶν ἀπεφαίνετο. ὅτι δὲ μᾶλλον αὔξησις οὐκ ἔστι μὴ ὄντος κενοῦ, φανερόν. τὴν μὲν γὰρ αὔξησιν δεῖ γίνεσθαι πάντη προσκρινομένης τῷ αὐξανομένῳ σώματι τῆς τροφῆς, τοῦτο δὲ οὐκ ἄν γένοιτο μὴ πάντη διιούσης αὐτῆς, ἀδύνατον δέ ἐστι σῶμα οὖσαν δι’ ὅλου χωρεῖν τοῦ σώματος, πλὴν εἰ μὴ κενόν τι παρενείροιμεν τοῖς σώμασιν. οὕτω μὲν οὖν ἐκ τῆς κινήσεως ἐπιχειροῦσιν, ἄλλον δὲ τρόπον, ὅτι φαίνεται ἔνια συνιόντα καὶ πιλούμενα εἰς ἐλάττονα ὄγκον μένοντα νοντα ἐπὶ τῆς αὐτῆς οὐσίας· οἱ γὰρ πίθοι τὸν ἴσον δέχονται οἶνον καθ’ αὑτόν τε καὶ εἰς ἀσκοὺς ἐμβληθέντα μετὰ τῶν ἀσκῶν, δῆλον ὡς κενῶν τινων ὄντων ἐν τῷ οἴνῳ, εἰς ἃ σύνεισι καὶ πυκνοῦται ἐκθλιβόμενος ὑπὸ τῆς βίας. μαρτύριον δὲ ποιοῦνται καὶ τὸ περὶ τῆς τέφρας, ἣ δέχεται ἴσον ὕδωρ, ὅσον τὸ ἀγγεῖον κενόν. ὅλως τε οὔτ’ ἂν διαιρεῖσθαι τὰ σώματα οὔτ’ ἂν ἀπ’ ἀλλήλων διακεκρίσθαι, εἰ μὴ παρενέπιπτε τὸ κενόν, καὶ ἐκώλυεν αὐτὰ πάντα ἀλλήλοις ἡνῶσθαι· ταύτην γὰρ καὶ οἱ Πυθαγόρειοι τὴν αἰτίαν τῷ κενῷ προστιθέασιν, οὐκ οἶδ’ ὅπως αὐτὸ καὶ εἰσπνεῖσθαι λέγοντες ὑπὸ τοῦ παντὸς ἔξωθεν περικεχυμένον, ἐπεὶ καὶ τῶν ἀριθμῶν τὴν φύσιν μίαν εἶναι διωρισμένην, μᾶλλον δὲ μηδ’ ἂν ἀριθμοὺς εἶναι μὴ τοὺ κενοῦ διακρίνοντος τὰς μονάδας. 7. Ἅ μὲν οὖν εἶναι λέγουσιν οἱ τὸ κενὸν εἶναι τιθέντες, ταῦτά ἐστιν, εἴρηται δὲ καὶ ὅτι μὴ πρὸς ἔπος ἀντιλέγουσιν οἱ πρὸς τὸ δόγμα ἱστάμενοι. λέγομεν τοίνυν ἡμεῖς πότερον ἔχει τἀληθές. ἀρχὴ δὲ πάσης ζητήσεως τοιαύτης, τί σημαίνει τὸ προκείμενον, ἐξετάσαι· καὶ εἰ μὲν ἓν σημαίνει, τοῦτο ἰδεῖν εἴτε δυνατὸν εἴτε μή, εἰ δὲ πλείω, τίνα μὲν οἷόν τε, τίνα δὲ οὔ, καὶ εἰ μηθὲν ὅλως τῶν σημαίνεσθαι δυναμένων, τότε ἀνυπόστατον τὴν φωνὴν ἐπιδεικνύναι. αὐτῶν οὖν πυθώμεθα τῶν τὸ κενὸν τιθεμένων, ὅ τι δοκεῖ τοὔνομα αὐτοῖς τοῦτο σημαίνειν. ἐροῦσι δὲ οἱ μὲν ἁπλῶς τόπον, ἐν ᾧ μηδέν ἐστι σῶμα, τοῦτο δὲ ἴσον, ἐν ᾧ μηδέν ἐστιν· πᾶν γὰρ τὸ ὂν σῶμα ὑπολαμβάνουσιν εἶναι. εἰ δὴ τοῦτο κενὸν λέγουσιν, ἐν ᾧ μηδέν ἐστι σῶμα, πᾶν δὲ σῶμα ἁπτὸν κατ’ αὐτούς, ἅπαν δὲ ἁπτὸν βάρος ἢ κουφότητα ἔχει, εὑρίσκεται συλλογιζομένοις τὸ κενόν, ἐν ᾧ μηδέν ἐστι κοῦφον ἢ βαρύ. τούτοις μὲν οὖν οὕτως ἐκλαμβάνουσιν ἕπεται καὶ τὴν στιγμὴν κενὸν λέγειν· οὐδὲν γὰρ ἐν αὐτῇ οὔτε βαρὺ οὔτε κοῦφόν ἐστιν. εἰ γὰρ καὶ τὸν τόπον προστιθέασι, πλέον ἀνύσουσιν οὐδέν, ἕως ἄν μὴ διορίζωσιν, εἰ τοιοῦτον λέγουσιν τόπον, ἐν ᾧ διάστημά ἐστιν δεκτικὸν σώματος ἁπτοῦ. ἄλλοι δὲ διὰ τοῦτο προσθήσουσι τὸ διάστημα καὶ φήσουσιν εἶναι τὸ κενὸν διάστημα οὐ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν. τὴν μὲν οὖν στιγμὴν οὗτοί γε ἀποφεύξονται, θέα δὲ ἕτερον ἀπορώτρον, εἰ τὸ διάστημα τοῦτο ἢ χρῶμα ἢ ψόφον προσλάβοι ἤ τινα ἄλλην ποιότητα χωρὶς βάρους ἢ κουφότητος. πότερον ἔτι κενὸν ἐροῦσι τὸ διάστημα καὶ ἔσται τὸ κενὸν αἰσθητὸν ἢ οὐκέτι; καὶ πῶς ἐπιδέξεται τὸ σημαινό|μενον τοῦ κενοῦ (οὐ γὰρ ὂν κενόν); ὅμως οὐ πλῆρές ἐστιν αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν. οὐκ ἔστι δὲ ἀδύνατος ἡ ὑπόθεσις εἶναι σῶμα οὔτε κοῦφον οὔτε βαρὺ οὔτε ἁπτὸν ὅλως; τοιοῦτον γὰρ τὸ θεῖον ἐπιδειχθήσεται. εἴπερ οὖν εἴη τι τοιοῦτον ἐν τόπῳ, κενὸς ὁ τόπος ὑπάρξει καίτοι σῶμα ἔχων ὁρατόν. ἕτεροι τοίνυν ἵνα μηδὲ τούτῳ περιπίπτωσιν, ἄλλον τρόπον ἐξηγήσονται τὸ κενὸν διάστημα, ἐν ᾧ μὴ τόδε ἔστιν ἐνεργείᾳ, τουτέτιν ἐν ᾧ μηδὲν ὅλως σῶμά ἐστιν, μηδὲ φύσις σωματικὴ μήτε ἁπτὴ μήτε κατ’ ἄλλην τινὰ αἴσθησιν αἰσθητή. τούτοις δὲ ἀκολουθεῖ καὶ μέντοι καὶ λέγουσι τὴν ὕλην εἶναι τὸ κενόν· αὕτη γὰρ οὐδέν ἐστιν ἐνεργείᾳ σῶμα. οἱ δὲ αὐτοὶ καὶ τόπον τὴν ὕλην ποιοῦσιν. ἄμεινον μὲν οὖν τῶν ἄλλων συνίασιν οὗτοί γε τοῦ σώματος. τὸ μέντοι καὶ τὴν ὕλην κενὸν ποιεῖν πάντη μέμψαιτο ἄν τις αὐτῶν· ἡ γὰρ ὕλη οὐ χωριστὴ τῶν πραγμάτων, εἰ μὴ τῷ λόγῳ, τὸ κενὸν δὲ ζητοῦσιν εἶναι χωριστὸν κατ’ ἐνέργειαν, καὶ τοῦτο δὲ αὐτῶν παριᾶσιν. ὅμως οὐδὲ κατ’ αὐτὴν τὴν δόξαν οἷόν τε εἶναι τὸ κενόν. ἤδη μὲν οὖν ἐξήτασται ἡμῖν ὁ λόγος. ὅτε γὰρ τὸν τόπον ἐδείκνυμεν οὐκ ὄντα διάστημα τῶν σωμάτων κεχωρισμένον, τότε ὅτι μηδὲ τὸ κενὸν οἷόν τε εἶναι συναπεδείκνυμεν. εἰ γὰρ ἀδύνατον εἶναι διάστημα δίχα σώματος, οὔτε τόπος ἐστὶ διάστημα, ὃ οἷόν τε χωρίζεσθαι τῶν σωμάτων, οὔτε μὴν διάστημα ἤδη κατ’ ἐνέργειαν τῶν σωμάτων κεχωρισμένον· τὸ γὰρ κενὸν καὶ ὁ τόπος τοῖς οὕτως αὐτὸν τιθεμένοις ἐπινοίᾳ μόνον ἀλλήλων διοίσουσιν, ὥσπερ εἰρήκαμεν, ᾗ τὸν μὲν τόπον ὅταν ἤδη δέξηται σῶμα, νοοῦμεν (τινὸς γὰρ ὁ | τόπος), τὸ δὲ κενόν, ὅταν μήπω δέξηται σῶμα, ἐπεὶ τό γε εἶναι διαστήμασι τῶν σωμάτων τῇ φύσει κεχωρισμένοις ἀμφοῖν κατ’ αὐτοὺς ὁμοίως ὑπάρχει. ἐξήρκει μὲν οὖν ἴσως κἀκεῖνα, δεικτέον δ’ ὅμως καὶ νῦν, ὅτι μηδὲν τοιοῦτον κενὸν οἷόν τε ὑπάρχειν μήτε ἀθρόον μήτε ἐγκεκραμένον τοῖς σώμασιν, ὥσπερ τὰ λεπτομερέστερα σώματα παχυτέροις, καθάπερ τὸν ἀέρα ἐπιδεικνύουσιν οἱ κενὸν αὐτὸν ὑπολαμβάνοντες, οἳ μηδὲ τοῦτο ἴσασιν, ὅτι τὸ κενὸν οὐ σῶμα ἀλλὰ διάστημα σώματος βούλεται εἶναι. διὰ τοῦτο γὰρ ἔδοξε καὶ τὸ κενὸν ἀναγκαῖον, ὡς καὶ ὁ τόπος, τοῖς διάστημα αὐτὸν τιθεμένοις, ὅτι ἀεὶ δεῖ χώραν τινὰ εἶναι τῶν σωμάτων δεκτικήν. ἄμφω παράγουσιν καὶ ἄμφω κατασκευάζουσιν ἐκ τῶν αὐτῶν ὁρμώμενοι· ἀπὸ γὰρ τῆς κινήσεως τῶν σωμάτων καὶ οἱ τὸν τόπον φάσκοντες εἶναι διάστημα παρὰ τὰ ἐμπίπτοντα σώματα καὶ οἱ τὸ κενὸν τοιοῦτον· αἴτιον γὰρ τῆς κινήσεως τίθενται τὸ κενὸν οὐχ ἁπλῶς ἀλλ’ οὕτως αἴτιον, ὡς χώραν τινά, ἐν ᾗ κινεῖται τὰ σώματα. τοῦτο δὲ ἄν εἴη καὶ ταὐτὸν τῷ λέγειν ὡς τόπον αἴτιον εἶναι τὸ κενόν. εἰ γὰρ μή, σῶμά φασι διὰ σώματος καὶ ὅσα εἴρηται πρότερον. Ἐπειδὴ τοίνυν ἐκ τῆς κινήσεως μάλιστα οἴονται κατεσκευάσθαι τὸ κενόν, τοῦτον αὐτὸν πρῶτον ἐξετάζομεν τὸν λόγον. ὅλως μὲν οὖν ἁπάσης κινήσεως αἴτιον οἴεσθαι τὸ κενὸν οὔτε πιθανόν, οὔτε λέγουσιν· οὐ γὰρ καὶ ἀλλοίωσις τόπου προσδεῖται, ἀλλὰ τοῦτο καὶ Μέλισσον ἔλαθεν. ἀλλ’ οὐδὲ τῆς κατὰ τόπον κινήσεως· δύναται γὰρ ἀντιμεθίστασθαι ἀλλή|λοις τὰ σώματα καὶ κινεῖσθαι κατὰ τόπον ἀμείβοντα τοὺς ἀλλήλων τόπους καὶ μὴ προσδεόμενα κενοῦ διαστήματος κεχωρισμένου· ὁρῶμεν γὰρ καὶ τὸ ὕδωρ μὴ προσεπιλαμβανόμενον μήτε διάστημα μήτε τόπον, ὅμως οὐ κωλύεται κινεῖσθαι τῶν μορίων ἀλλήλοις ἀντιμεθισταμένων ὥσπερ ἐν ταῖς δίναις. τίς οὖν ἐνταῦθα τοῦ κενοῦ χρεία, ἵν.α μὴ σῶμα διὰ σώματος χωρήσῃ; ὃν γὰρ εἶχε τόπον τουτὶ τὸ μόριον ἐν τῷ ὕδατι, τοῦτον ἔχει τὸ ἕτερον νῦν. Δεύτερον τοίνυν ἔλεγον, ‘εἰ πυκνοῦται τὰ σώματα, ἔσται κενόν· συνίεται γὰρ εἰς τοῦτο᾿. καὶ τοῦτο δὲ ψεῦδος· πυκνοῦται γὰρ ἐκθλιβομένου τοῦ λεπτοῦ σώματος καὶ οἷον ἐκπυρηνίζοντος, οἷον ὕδωρ μὲν πιλοῦται ἀέρος ἐκπυρηνιζομένου καὶ ἀὴρ δὲ πυρός, γῆ δὲ ὕδατος· ἐγκέκραται γὰρ ἀεὶ λεπτότερόν τι τῷ παχυτέρῳ, διὸ πυρὸς πίλησις οὐκ ἔστι. Τρίτον φασὶν ῾εἰ αὔξησις ἔστιν, καὶ διάστημα· σῶμα γὰρ οὐ χωρεῖ διὰ σώματος᾿. εἰ μὲν οὖν αὔξησιν λέγουσιν πᾶσαν μεγέθους ἐπίδοσιν, ἀπιθάνως ψεύδονται· πάνυ πολλὰ γὰρ αὔξεται εἰς πλείονα ὄγκον μηδὲ προσθήκης τινὸς αὐτοῖς γινομένης, ὡς καὶ τὸ ὕδωρ, ἡνίκα ἄν εἰς ἀέρα μεταβληθῇ. ἐνταῦθα ὁ μὲν ὄγκος αὔξεται, σῶμα δὲ οὐ προστίθεται. εἰ δὲ τὴν κυρίως τὴν ἐκ τῆς τροφῆς, οὐκέτι ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλίσκονται τὸ τοῦ λόγου· ὅλως γὰρ ὁ περὶ τῆς αὐξήσεως λόγος αὐτὸς ἑαυτὸν ἐπιλυμαίνεται. ἵνα γὰρ λύσῃ κοινὴν ἀπορίαν, τὸ κενὸν εἰσάγειν ἐπιχειρῶν, ὅταν φαίνηται καὶ εἰσαχθέντος μηδὲν περαίνων, τὴν χρείαν αὐτοῦ διαβάλλει· βούλεται | γὰρ σῴζειν τὴν αὔξησιν τὰς ἐπιφερομένας ἀπορίας διαφυγγάνων, φυλάττει δὲ αὐτὰς μᾶλλον ἢ φυλάττεται. εἰ γὰρ διιούσης διὰ τοῦ κενοῦ τῆς τροφῆς πρόσκρισις γένηται τῷ λοιπῷ σώματι, ὅρα δέ, πῶς ταῦτα ἀπορεῖν ἔνεστιν. ἢ γὰρ οὐ πάντη γίνεται ἡ προσθήκη τη τῷ σώματι, ἀλλὰ κατὰ μόνα τὰ κενὰ καὶ οὐκ ἔστιν αὔξησις· ἤ, εἰ πά τῶν δυοῖν θάτερον ἀναγκαῖον, ἢ πάντη κενὸν εἶναι τὸ σῶμα ἢ σῶμα χωρεῖν διὰ σώματος ἤ, εἴπερ ἄτοπα ταῦτα, πάλιν θάτερον τοῖν δυοῖν, ἢ τὴν τροφὴν εἶναι κενὸν ἢ μηδαμῶς αὔξησιν εἶναι. ἆρά σοι προὔργου τι πεποιηκέναι δοκοῦσιν οἱ τὸ κενὸν εἰσάγοντες πρὸς τὴν ἀπορίαν, ἀλλ’ οὐχ ἑαυτοὺς καταβάλλειν φάσκοντες μὲν γὰρ ἀναγκαῖον εἶναι διὰ τὴν αὔξησιν τὸ κενόν, μὴ σῴζοντες δὲ αὐτήν, εἰ καὶ τοῦτο παραδεξαίμεθα· ταὐτὰ δὲ καὶ περὶ τῆς τέφρας ὑπομένει ὁ λόγος· ἢ γὰρ ἔλαττον ἐχρῆν εἶναι τὸ ὕδωρ τὸ μετὰ τὴν τέφραν ἐμβαλλόμενον τῇ κύλικι, ἐπειδὴ καὶ τὰ κενὰ ἐλάττω τὰ μετὰ τῆς τέφρας τῶν πρὸ τοῦ· ἤ, εἴπερ ἴσον (τοῦτο γὰρ ὡς ἄπορον λέγεται), ἀνάγκη διὰ τῆς τέφρας χωρεῖν τὸ ὕδωρ ὅλον δι’ ὅλης, ὃ πάνυ καλῶς ποιοῦντες οὐ παραδέχονται. ὅλως δὲ οὐδ’ ἀπόδειξις τοῦτο· οὐ γάρ, πῶς ἐστι κενόν, ἐπιδεικνύουσιν, ἀλλὰ πρὸς ἄπορον ἵστανται, ὃ μηδὲ αὐτοὶ διορθοῦνται. 8. Ταῦτα μὲν οὖν ὅπως δεῖ λύειν, εἰρήσεται καὶ τοῦ κενοῦ χωρίς. νῦν δὲ ἐπειδὴ μάλιστα κινήσεως αἴτιον τὸ κενὸν ὑπολαμβάνουσιν αὖθις τοῦτο ἐπισκεψόμεθα· καὶ ἐπειδή τινες μὲν αὐτὸ ἐν τοῖς σώμασι καταμιγνύουσιν, | τινὲς δὲ ἀθρόον κεχωρισμένον ποιοῦσι, πρῶτον τοῦτο ἐξετάσομεν, εἰ τὸ τοιοῦτον κενὸν (λέγω δὲ τὸ κεχωρισμένον) δύναται κινήσεως εἶναι. ἄτοπον δὴ τὸ λέγειν κενὸν αἴτιον εἶναι κινήσεως ὁρῶντας ἑκάστου τῶν ἁπλῶν σωμάτων τὴν οἰκείαν φύσιν τῆς κινήσεως αἰτίαν οὖσαν. ἑκάστου γάρ ἐστι φύσει φορά τις ἰδία· πυρὸς μὲν γὰρ ἐπὶ τὸ ἄνω, γῆς δὲ ἐπὶ τὸ κάτω· τὸ κενὸν δὲ πῶς αἴτιον τοῦ ἄνω ἡ κάτω κινεῖσθαι; ἀδιάφορον γὰρ πανταχῆ τὸ κενόν, ὥστε ἡνίκα ἄν ἐν αὐτῷ τεθῇ τὰ σώματα, ἢ πανταχοῦ δεῖ αὐτὰ φέρεσθαι ἡ πανταχοῦ μένειν καὶ μονῆς αἴτιον μᾶλλον εἶναι τὸ κενὸν ἡ κινήσεως. οὗτος ὁ λόγος ἁρμόζει καὶ πρὸς τοὺς ποιοῦντας διάστημα τὸν τόπον κεχωρισμένον. πῶς γὰρ ἐπὶ τὸν οἰκεῖον τόπον οἰσθήσεται ἕκαστον τῶν φυσικῶν σωμάτων ἢ πῶς ἐν αὐτῷ μενεῖ, δεικτέον αὐτοῖς· ἡμεῖς μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντος λέγοντες ἐφελκόμεθα τῇ συγγενείᾳ καθὰ προείρηται, τὸ δὲ διάστημα ἀδιάφορον πανταχοῦ. τί γὰρ διοίσει τὸ ἄνω τοῦ κάτω; νῦν μὲν γὰρ ἐπειδὴ τὰ σώματα διαφέρει τὰ ἄνω ὄντα τῶν κάτω, καὶ τὰ πέρατα αὐτῶν διαφέρει, οἷς περιέχει τὰ συγγενῆ (οὐ καθ’ αὑτὰ τὰ πέρατα ποιοῦμεν τόπους ὡς τὴν μαθηματικὴν ἐπιφάνειαν, ἀλλὰ τὴν ἐν φυσικῷ σώματι καὶ ἀχώριστον), οἱ δὲ τὸ διάστημα λέγοντες εὐθὺς χωριστὸν αὐτὸ βούλονται εἶναι τῶν φυσικῶν καὶ ἁπλῶν σωμάτων. οὐδὲν οὖν διοίσει τὸ ἐν πυρὶ τοῦ ἐν ὕδατι· οὐδὲ γὰρ ἀπολαύει τι τοῦ σώματος, ἀλλ’ ἔστι καθ’ αὑτό, καθάπερ δὴ καὶ τὸ κενόν, εἴπερ ἔστιν· εἴρηται γάρ, ὅτι τὸ κενὸν οὐδὲν | ἄλλο ἢ τόπον ἡγοῦνται οἱ τὸ διάστημα παράγοντες εἰς τὸν τόπον. εἰ μὴ οὖν τοῦτο αἴτιον κινήσεως τὸ διάστημα, ἀναίτιον ὁμοίως καὶ τὸ κενόν· καθάπερ γὰρ ἄλληλα συνεισάγει, οὕτως ἀλλήλοις καὶ συναπόλλυται. προστίθησι δὲ Ἀριστοτέλης, ὅτι τῷ διάστημά τι λέγοντι τὸν τόπον ἕπεται καὶ τὰ μέρη καθ’ αὑτὰ ποιεῖν ἐν τόπῳ. τοῦτο δὲ προλαβόντες ἡμεῖς ἐν τοῖς περὶ τοῦ τόπου τί ἄν πάλιν λέγωμεν; Συμβαίνει δὲ τοῖς λέγουσιν ἀναγκαῖον εἶναι κενόν, εἴπερ ἔστι κίνησις, τοὐναντίον μᾶλλον, ἐάν τις ἐπισκοπῇ μὴ ἐνδέχεσθαι κινεῖσθαι μηδέν, ἄν ᾖ κενόν. ὥσπερ γὰρ λέγουσί τινες διὰ τὸ ὅμοιον τοῦ περιέχοντος τὴν γῆν ἠρεμεῖν, τοῦτο ἀκολουθεῖ καὶ τοῖς τὸ κενὸν τιθεμένοις. οὐ γὰρ ἔστιν οὗ μᾶλλον ἢ ἧττον κινήσεται· ᾗ γὰρ κενόν, οὐκ ἔχει διαφοράν. ἔπειτα ὅτι πᾶσα κίνησις ἢ βίᾳ ἢ κατὰ φύσιν, ἀνάγκη δὲ ἄνπερ ᾖ βιαία, πρώτην εἶναι τὴν κατὰ φύσιν· ὑστέρα γὰρ αὕτη ἐκείνης καὶ ἐκτροπή. οὐδὲ γὰρ ἄν βίαιος εἴη καὶ παρὰ φύσιν μὴ τῇ κατὰ φύσιν ἀντικειμένῃ. ἄν τοίνυν ἐπιδείξωμεν μὴ σῳζομένην τὴν κατὰ φύσιν ἐν τῷ κενῷ, δῆλον ὡς οὐδὲ ἄλλη τις τῶν παρὰ φύσιν σωθήσεται. ἀλλὰ μὴν φύσει πῶς ἔσται μηδεμιᾶς οὔσης διαφορᾶς ἐν τῷ κενῷ καὶ ἀπείρῳ; καθὸ μὲν γὰρ ἄπειρον λέγουσιν, ἀναιροῦσι τὸ ἄνω καὶ κάτω καὶ ὅλως τὸ μέσον καὶ ἔσχατον, ἐφ’ ἃ κατὰ φύσιν ἡ κίνησις τοῖ σώμασιν τοῖς φυσικοῖς· καθὸ δὲ κενόν, πᾶσαν αὐτοῦ διαφορὰν ἀφαιροῦσιν· ὥσπερ γὰρ τοῦ μηδενὸς οὐδεμία ἐστὶ διαφορά, οὕτω καὶ τοῦ κενοῦ· τὸ γὰρ κενὸν μὴ ὄν τι καὶ στέρησιν | λέγει Δημόκριτος, ὥστε, εἴπερ ἡ κατὰ φύσιν κίνησις διαφορᾶς δεῖται τοῦ περιέχοντος, αὕτη δὲ οὐκ ἔστιν ἐν τῷ κενῷ, οὐδ’ ἄν ἡ παρὰ φύσιν κίνησις εἴη, μὴ οὔσης δὲ ταύτης οὐδ’ ἂν ἄλλη τις τῶν μετὰ ταύτην ὑπάρχοι. οἴχεται οὖν ἡ κίνησις, εἰ τὸ κενὸν εἴη, καὶ ἀληθὲς ἄρα τὸ εἰρημένον, ὡς εἴπερ ἔσται κίνησις, ἀναιρετέον τὸ κενόν, οὐκ εἰσακτέον. ἐξήρκει μὲν οὖν καὶ οὕτως ἀποδεῖξαι τὴν παρὰ φύσιν κίνησιν μὴ σῳζομένην ἐκ τοῦ μὴ σῴζεσθαι τὴν κατὰ φύσιν. τυγχανέτω δὲ καὶ καθ’ αὑτὸ λόγου τινός· πᾶσα γὰρ ἡ παρὰ φύσιν κίνησις ἢ παρόντος καὶ βιαζομένου τοῦ κινοῦντος γίνεται ἢ ἀφισταμένου καὶ οὐχ ἁπτομένου τοῦ τὴν ἀρχὴν ἐνδόντος, ὡς ἐπὶ τῶν ῥιπτούντων καὶ τοξευόντων, σῴζεται δὲ αὐτῶν οὐδετέρα. οὐδὲ γὰρ ῥίψις ἔχοι ἄν εὔλογον αἰτίαν· νῦν μὲν γὰρ κινεῖται τοῦ ῥίψαντος καὶ ὤσαντος οὐχ ἁπτομένου ἢ τῶ ἀντιπεριίστασθαι τὸν ἀέρα τὸν πρὸ τοῦ ῥιπτομένου σώματος ὑπὸ τῆς ῥύμης καὶ γίνεσθαι κατόπιν ἐπωθοῦντα μέχρι τοσούτου, μέχρις ἄν ἡ ῥύμη χαλασθῇ εἴτε κατεκλυθῇ, ἢ τῷ τὸν ἀέρα αὐτὸν ὠθεῖν οἷον συνωθούμενον τῷ βληθέντι ἐπισυρρυέντος αὐτῷ τοῦ μετ’ αὐτὸν ἀέρος ἀθρόου. εὐκίνητος γὰρ ὤν, εἰ μόνον ἀρχὴν λάβοιτο, πρόεισιν ἐπὶ πλεῖστον τὴν ἐνδοθεῖσαν κίνησιν διαφζουλάιτων καὶ θάττω κινούμενος κίνησιν τῆς τοῦ ὠσθέντος φορᾶς, ἣν φέρεται κατὰ φύσιν ἐπὶ τὸν οἰκεῖον τόπον. τούτων δὲ οὐδὲν ὑπάρχει λέγειν ἐν τῷ κενῷ. ἀλλὰ μὴν οὐδ’ ὡς· παρόντος τοῦ βιαζομένου καὶ οἷον ὠθοῦντος ἢ ἕλκοντος· αὐτὸ γὰρ ἐκεῖνο τὸ βιαζόμενον πῶς κινεῖται; πότερον κατὰ φύσιν ἢ | παρὰ φύσιν; ἕξει γὰρ πάλιν τὸ αὐτὸ ἄτοπον. ἔτι οὐδεὶς ἄν ἔχοι εἰπεῖν, διὰ τί κινηθὲν στήσεταί που; τί γὰρ μᾶλλον ἐνταῦθα ἢ ἐνταῦθα; εἰ δὲ ἐνταῦθα, διὰ τί οὐ πανταχοῦ ὥς τε ἠρεμήσει; ἢ γὰρ ἀεὶ ἑστάναι ἀναγκαῖον ἢ ἀεὶ φέρεσθαι. ἀλλ’ ἴσως ἐμποδιεῖ τι τῇ κινήσει τὸ κρεῖττον καὶ ἰσχυρότερον, μεταβήσεται δὲ πάλιν ἐπὶ τοῦτο ὁ λόγος. τοῦτο γὰρ τὸ κρεῖττον πότερον ἕστηκε καὶ διὰ τί ἐνθάδε καὶ οὐκ ἀλλαχοῦ; ἢ κινεῖται καὶ πῶς κινεῖται ἢ πῶς ἐμποδιεῖ; ἔτι φασὶν αὐτοὶ διὰ μὲν τοῦ πλήρους μηδὲν κινεῖσθαι· μὴ γὰρ ὑπείκειν, διὰ τοῦ κενοῦ δέ, ὡς οὐκ ἔχοντος ἀντιτυπίαν οὐδὲ κωλύοντος· οὕτω γὰρ καὶ δι’ ἀέρος μὲν μᾶλλον κινεῖσθαι, ἐπειδὴ μᾶλλον ἐγγὺς τοῦ κενοῦ, ἧττον δὲ δι’ ὕδατος, διὰ γῆς δὲ οὐκέτι. ἐν κενῷ δὲ ἀπείρῳ οὐκ ἔστιν εἰκτικώτερον οὐδὲν ἄλλο ἄλλου, ὥστε πάντη ὁμοίως οἰσθήσεται. τοῦτο καὶ πρὸς τοὺς περὶ Χρύσιππον ῥητέον· διὰ τί ὁ κόσμος οὐκ εἰς ἄπειρον οἰσθήσεται φερόμενος ἐπὶ πᾶν τοῦ κενοῦ μέρος ὁμοίως ἢ διὰ τί ἐνταῦθα μὲν βούλονται στηρίζειν αὐτόν; πρὸς μὲν γὰρ τὸ μὴ διασπᾶσθαι ἀρκείτω ἡ συνέχουσα ἕξις· πρὸς δὲ τὸ ὅλον μετὰ τῆς συνεχούσης ἕξεως ἐνταῦθα μένειν τί ἂν ποιοῖ; Ἔτι δὲ καὶ ἐκ τῶνδε φανερόν, ὅτι οὐκ ἔστιν ἡ κίνησις ἐν κενῷ. ἀναιρεῖται γὰρ τὸ θᾶττον καὶ βραδύτερον ἐν κινήσει, πρᾶγμα ἐναργὲς καὶ οὐδὲ λόγου δεόμενον. ὁρῶμεν γὰρ τῆς ἀνισοταχοῦς κινήσεως τοῖς ὁμογενέσι σώμασι καὶ ὁμοίαν ἔχουσι τὴν ῥοπὴν οἷον ἐπὶ τὸ κάτω ἢ ἐπὶ τὸ ἄνω δύο οὔσας αἰτίας, εἰ καὶ τὰ σχήματα | ταὐτὰ εἴη· ἢ γὰρ τῷ διαφέρειν τὸ δι’ οὗ κινεῖται (οἶον εἰ τὸ μὲν δι’ ὕδατος φέροιτο τὸ δὲ διὰ ἢ τὸ μὲν δι’ ὕδατος τὸ δὲ δι’ ἀέρος ἢ τὸ μὲν διὰ μένοντος τὸ δὲ δι’ ἀντικινουμένου· ἀνακρουόμενον γὰρ ὑπὸ τούτου βράδιον κινεῖται) ἢ τῷ τὸ βάρος αὐτὸ μὴ ἴσον εἶναι τῶν φερομένων. καὶ γὰρ ἄν τἆλλα πάντα ταὐτὰ ὑπάρχῃ, θᾶττον τὸ βαρύτερον κινηθήσεται, οἷον εἰ σφαῖρα χρυσοῦ τε καὶ ἀργύρου δι’ ἀέρος ἄμφω κινοῖντο. ἀλλ’ αὕτη μὲν ἡ διαφορὰ ἀναβεβλήσθω· λόγου γὰρ τεύξεται κατ’ ἰδίαν. ἀλλ’ ὅταν γε τὸ μὲν παχύτερον ᾖ τὸ δὲ λεπτότερον τῶν σωμάτων, δι’ ὧν φέρεται τὸ κινούμενον, σκεπτέον τὸ συμβαῖνον. τὸ γὰρ ἴσον βάρος, εἰ καὶ τὸ σχῆμα ταὐτὸ ἔχει, διὰ τοῦ λεπτοτέρου θᾶττον δίεισιν ἢ παχυτέρου, λέγω δὲ τὸ ἴσον διάστημα· οὐ γὰρ ὁμοίως εὐδιαίρετον ὕδωρ ἀέρι. οἷον ἔστω σφαῖρα χρυσοῦ καὶ κινείσθω δι’ ἀέρος τε καὶ ὕδατος σταδιαίαν γραμμήν, ὧν θᾶττον δὴ κινηθήσεται διὰ τοῦ ἀέρος ἡ σφαῖρα καὶ τοσούτῳ θᾶττον, ὅσῳπερ ὁ ἀὴρ λεπτότερος τοῦ ὕδατος ᾖ. ἔσται δὲ καὶ τῶν χρόνων ἀναλογία, οὓς κινεῖται ἡ σφαῖρα, πρὸς τὰ σώματα δι’ ὧν κινεῖται. ὡς γὰρ ὕδωρ πρὸς ἀέρα ἔχει, οὕτως ὁ χρόνος, ἐν ᾧ δι’ ὕδατος κινεῖται, πρὸς τὸν χρόνον, ἐν ᾧ δι’ ἀέρος. ὅσῳ γὰρ μανώτερον καὶ λεπτότερον ἀὴρ ὕδατος, τοσοῦτον ὁ χρόνος ἐλάττων τοῦ χρόνου καὶ ἀνάπαλιν ἀρχόμενος τῆς ἀναλογίας ὁμοίως ἔχε. ὡς γὰρ ὁ χρόνος πρὸς τὸν χρόνον, οὕτως τὸ σῶμα πρὸς τὸ σῶμα. τούτων οὖν κειμένων φανερόν, ὅτι τὸ κενὸν οὐδένα λόγον ἔχει πρὸς τὸ πλῆρες, ᾧ ὑπερέχει αὐτοῦ κατὰ λεπτότητα· οὐδὲ γάρ | ἐστι σῶμα ὅλως, εἰ δέ, ὡς τὸ σῶμα πρὸς τὸ κενὸν ἔχει, οὕτω καὶ ὁ χρόνος. ἐν ᾧ διὰ σώματος κινεῖται, ταὐτὸ διάστημα πρὸς τὸν χρόνον, ἐν ᾧ διὰ τοῦ κενοῦ, τὸ δὲ σῶμα πρὸς τὸ κενὸν οὐκ ἔχει λόγον, οὐδὲ ὁ χρόνος ἕξει πρὸς τὸν χρόνον. ἀλλὰ παντὸς χρόνου πεπερασμένου πρὸς πάντα χρόνον ἐστὶ λόγος· πρὸς ὃν ἄρα οὐκ ἔσται λόγος, οὐδὲ χρόνος ἐστίν· οὐκ ἄρα ἐν χρόνῳ διὰ τοῦ κενοῦ κινηθήσεται· οὐδὲ κινηθήσεται ἄρα. πᾶσα γὰρ κίνησις ἐν χρόνῳ. ἵνα γὰρ μᾶλλον γένηται τὸ λεγόμενον δῆλον, ὑποκείσθω τὸ αὐτὸ βάρος ἐν ὥρα μιᾷ δι’ ἀέρος λεπτοτάτου σταδιαῖον κινεῖσθαι διάστημα. διὰ τοίνυν τοῦ κενοῦ τὸ στάδιον τοῦτο ἐν πόσῳ κινηθήσεται χρόνῳ; εἰ γὰρ ἐν ἡμίσει καὶ διπλασίων ὁ χρόνος τοῦ χρόνου, καὶ ὁ ἀὴρ ἔσται διπλασίῳ παχύτερος τοῦ κενοῦ καὶ εἰ ἐν τριτημορίῳ τῆς ὥρας καὶ εἰ δεκατημορίῳ καὶ εἰ μυριοστῷ, παραπλήσιον ἄτοπον· οὐδένα γὰρ ἔσται λόγον εὑρεῖν τοῦ σώματος πρὸς τὸ κενόν, ἀλλὰ παντὸς ὑπερβάλλει τοῦ λαμβανομένου. εἰ γὰρ δή τις βιάζοιτο καὶ διὰ τοῦ κενοῦ. κινεῖσθαι ἐν χρόνῳ τὸ βάρος, ὅρα καὶ ἄλλο τι ἄτοπον. κινείσθω γὰρ διὰ τοῦ κενοῦ τὸ σταδιαῖον μέγεθος ἐν ὥρᾳ μιᾷ. κινηθήσεται τοίνυν αὐτὸ δι’ ἀέρος ἐν πλείονι χρόνῳ, κινείσθω λόγου χάριν ἐν δυσὶν ὥραις. δῆλον οὖν, ὡς ἐν ὥρᾳ μιᾷ μόριόν τι κινηθήσεται, κινείσθω τὸ ἡμιστάδιον τοῦ ἀέρος ἐν ὥρᾳ μιᾷ. ἐν ἴσῳ ἄρα χρόνῳ διά τε πλήρους καὶ διὰ κενοῦ κινηθήσεται. εὐθὺς μὲν δὴ καὶ τοῦτο ἄτοπον, ἔσται δὲ καὶ ἕτερον ἀτοπώτερον. τὸν γὰρ αὐτὸν ἕξει λόγον τὸ πλῆρες πρὸς τὸ πλῆρες, τὸ ἡμιστάδιον τοῦ | ἀέρος πρὸς τὸ στάδιον καὶ τὸ κενὸν στάδιον πρὸς τὸ πλῆρες στάδιον τοῦ ἀέρος, εἴπερ καὶ ὁ χρόνος ἐν ἀμφοῖν τῆς κινήσεως ἔν τε τῷ σταδιαίῳ κενῷ καὶ ἡμισταδίῳ ἀέρι τουτέστιν ἡ ὥρα) πρὸς τὸν χρόνον τῆς κινήσεως τὸν ἐν τῷ σταδιαίῳ ἀέρι, λέγω δὲ τὰς δύοὥρας. ταῦτα μὲν οὖν σφόδρα ἀποδεικτικῶς προσηπόρησεν Ἀριστοτέλης τοῖς κινεῖσθαί διὰ τοῦ κενοῦ τιθεμένοις· ὃ δὲ προστίθησι τούτοις, οὔτε πάντη ἀληθὲς καὶ ὄχλον ἄν παράσχοι πάνυ ἀσαφῶς εἰρημένον. τοῦτο μὲν οὖν, ὅτῳ σχολὴ περίεστιν, ἐκ τῶν ἐξηγήσεων ἀναλέξεται. ὄντων δὲ οὕτως ἀτόπων τῶν ἀκολουθούντων τῇ τοὐ κενοῦ θέσει τὴν ὑπόθεσιν ἀναιρετέον, ᾗ ταῦτα ἕπεται, ἡ δέ αἰτία φανερὰ τῆς ἑπομένης ἀτοπίας ἐστίν. ἐπειδὴ γὰρ πᾶσα κίνησις ἐν χρόνῳ, ἀνάγκη καὶ τῆς ἐν τῷ κενῷ κινήσεως εἶναί τινα χρόνον, ἀλλὰ παντὸς χρόνου πρὸς πάντα χρόνον, ἄν ὦσι πεπερασμένοι, λόγος ἐστίν. ὁ αὐτὸς ἄρα ἔσται καὶ τοῦ κενοῦ πρὸς τὸ πλῆρες, ὃν οἱ χρόνοι πρὸς ἀλλήλους ἔχουσιν, ἐν οἷς τι διὰ τοῦ κενοῦ καὶ διὰ τοῦ πλήρους κεκίνηται ἴσον διάστημα. αὕτη μὲν οὖν οὕτω τῆς ἀνισοταχοῦς κινήσεως ἡ αἰτία παραπόλλυται τοῖς τὸ κενὸν τιθεμένοις καὶ ἑτέρα δὲ ὁμοίως ἡ περὶ τὴν διαφορὰν τῶν δι’ ὧν φέρεται· οὐ γὰρ οἷόν τε τὸ μὲν τοῦ κενοῦ μένειν τὸ δὲ ἀντικινεῖσθαι· τίς γὰρ κενοῦ κίνησις γένοιτο ἄν; ἴδωμεν δὲ καὶ τήν γε τοῖς βαναύσοις γνώριμον διασῴζουσι; καὶ γὰρ χαλκοτύποι καὶ σιδηρεῖς καὶ χρυσοχόοι καὶ μάγειροι καὶ ναῦται καὶ ἁλιεῖς καὶ ἁπλῶς οἱ τὴν θάλασσαν ἐργαζόμενοι, ὅταν ἢ τρυτάνην ἕλκωσιν ἢ δίκτυα χαλῶσιν ἢ βυθίζωσιν τὰς ἀγκύρας καὶ συμ|βαίνῃ τοῖς μὲν θᾶττον, τοῖς δὲ σχολαιότερον φέρεσθαι κάτω. οὐκ ἀποροῦσιν ἀποκρίσεως, εἰ πύθοιο παρ’ αὐτῶν, πῶς διὰ τῆς αὐτῆς θαλάσσης τὸ ἴσον βάθος ὅμοιον ἔχουσα τὸ σχῆμα ἥ τε δεκατάλαντος ἄγκυρα καὶ ἡ τριτάλαντος οὐ κατὰ τὸν ἴσον φέρονται χρόνον, ἀλλὰ τῆς μὲν θᾶττον αἰσθάνονται προσερεισαμένης τῷ βυθῷ, τῆς δὲ βράδιον. ἐροῦσι γὰρ ἐπιγελάσαντες, οἶμαι, ὅτι τὰ δέκα τῶν τριῶν ἐστι βαρύτερα. ταύτην τοίνυν οὐχ ἕξουσιν ἡμῖν οἱ πάνσοφοι οὗτοι τὴν αἰτίαν ἀποδιδόναι, ἀλλ’ ὅταν ἐν τῷ κενῷ κινῶνται μολίβδου τε σφαῖρα καὶ κισσήρεως, ἢ κινεῖσθαι ἰσοταχῶς ἐροῦσιν αὐτὰς ἢ τοῦ γε θᾶττον τὴν μολιβδίνην κινεῖσθαι τίνα ἕξουσι λόγον λέγειν; ἐν μὲν γὰρ τοῖς πλήρεσιν ἐξ ἀνάγκης θᾶττον φέρεσθαι τὸ βαρύτερον· μᾶλλον γὰρ διαιρεῖ τὴν ὑποκειμένην οὐσίαν τῇ δυνάμει, ἄν τε ὕδωρ ἄν τε ἀὴρ ᾖ, δι’ οὗ φέρεται. ἐν δὲ τῷ κενῷ τί πλέον ἕξει τάχους μόλιβδος τοῦ φελλοῦ; εἴκει γὰρ ἀμφοτέροις ὁμοίως, μᾶλλον δὲ οὐδὲ εἴκει· καὶ γὰρ τοῦτο τῶν ματαίων ἐστίν. ἀνῄρηται γοῦν τὸ βαρύτερον καὶ κουφότερον καὶ πάντα ἰσοταχῶς κινηθήσεται, ὥστ’, εἰ ταῦτα ἀδύνατα τὴν ὑπόθεσιν, παραιτητέον δι’ ἣν ταῦτα συμβαίνει. ἀλλὰ τὴν περὶ τὰ σχήματα τῶν κινουμένων τῆς κινήσεως διαφορὰν φυλάττουσιν μόνην· ζητεῖται γάρ, διὰ τί πλατὺς σίδηρος ἢ μόλιβδος ἐπιπολάζει τῷ ὕδατι, στρογγύλος δ’ οὐκέτι, οὐδὲ μακρὸς κἂν πάνυ μικρότερος ᾖ. ἡμῖν μὲν γὰρ ὑπάρχει λέγειν, ὅτι τὰ πλατέα μὲν διὰ τὸ πολὺν ἐπιλαμβάνειν ἀέρα ἢ ὕδωρ, οἷς ἐποχεῖται, οὐ ταχέως φέρεται κάτω· οὐδὲ γὰρ διασπᾶται ῥᾳδίως τὸ ὑποκείμενον ὑπὸ τῆς ἀμβλύτητος τοῦ σχήματος· τὰ 1 δ’ ἄλλως ἐσχηματισμένα ὀλίγον ἐπιλαμβάνει τόπον, διὸ τάχιστα, ὅπῃ ἄν ῥέψῃ, ῥήγνυται ὁ ἀήρ· μαλακώτερος γὰρ ὢν μᾶλλον δὲ διίσταται. τούτοις δὲ εἰ τὰ αὐτὰ δυνατὸν λέγειν, οὐκ οἶδα. ταῦτα γὰρ καὶ ὑπὲρ τῶν ἀτόμων ἐρωτητέον· εἴτε γὰρ ἀνισοταχῶς ἐν τῷ κενῷ φέρονται, τὴν αἰτίαν λεγέτωσαν ἡμῖν, εἴτε ἰσοταχῶς, δεικνύτωσαν, πῶς ἀλλήλας καταλήψονται ἢ πῶς συμπλακήσονται καὶ γεννήσουσιν ἕτερον. ὅτι μὲν οὗν ἀναιρεῖ κίνησιν μᾶλλον τὸ κενὸν ἢ κατασκευάζει, δῆλόν ἐστιν. Καὶ τῆς κινήσεως δὲ ἀφισταμένοις καὶ καθ’ αὑτὸ τὸ κενὸν ἐξετάζουσι φανείη ἄν τὸ λεγόμενον κενὸν ὡς ἀληθῶς κενόν. ἐπεὶ γὰρ δέδεικται σῶμα διὰ σώματος μὴ χωρεῖν, ὅταν τιθῆται ἄλλο σῶμα ἐν ἄλλῳ σώματι, ἀναγκαῖον ἐκστῆναι τῷ ἐπιόντι τὸ προυπάρχον καὶ τοσοῦτόν γε, ὅσον ὄγκος τοῦ τιθεμένου· καὶ τοῦτο δῆλον ἐπ’ ἐνίων εὐθὺς, ὥσπερ εἴ τις εἰς ὕδωρ ἐμβάλλοι λίθινον κύβον. τοσοῦτος γὰρ ὁ ὄγκος τοῦ ὕδατος ὑπεκστήσεται, ὅσοσπερ ἐστὶ τοῦ κύβου. ἐπ’ ἐνίων δὲ οὐ πρόδηλον μὲν τῇ αἰσθήσει, συμβαίνει δὲ ὁμοίως καὶ φωρᾶται ἔκ τινων κατασκευασμάτων. ἐν γὰρ ταῖς κλεψύδραις ὅταν μεσταῖς οὔσαις ἀέρος ἐγχέηται ὕδωρ, δίοδον τοῦ ἀέρος γλῶσσαι αὐλητῶν ἢ σαλπίγγων προστιθέμεναι ταῖς ὀπαῖς διελέγχουσι· ψοφεῖ γὰρ ἐπειγόμενος πρὸς τὰ ὄργανα. εἰ δὲ μηδεμίαν ἔξοδον δοίης, βιάζοιο δὲ ἕτερον σῶμα ἐπεμβάλλειν, ἢ πιλοῦται εἰς αὑτὸν μεταβάλλων εἰς ὄγκον ἐλάττω καὶ παχύνεται συστελλόμενος, ὥστε δέξασθαι τὸ ἀγγεῖον τοῦ ἐπεισαγομένου τοσοῦτον, ὅσον ἡ πίλησις τοῦ πρώτου ὄγκου συνέστειλεν, ἢ | θᾶττον ἄν διαρρήξειε τὸ ἀγγεῖον, εἰ σῶμα ἕτερον ἐκβιάσαιο· ταῦτα τοίνυν οὕτως ἐναργῶς φαινόμενα καὶ δεικνύμενα ὑπὸ τῶν δημιουργῶν ὅσαι ἡμέραι ὁ περὶ τοῦ κενοῦ λόγος οὐ προσποιεῖται ἢ ἀγνοεῖ. καίτοι τί ποτε ἐροῦσιν, ὅταν ἐν κενῷ τιθῆται σῶμα; πότερον ὑπεξίστασθαι τὸν ἴσον ὄγκον τοῦ κενοῦ; καὶ πῶς οὐ γελοῖον, ἀλλὰ μένειν; καὶ πῶς οὐ θαυμαστὸν διεξιέναι διὰ τοῦ κύβου τὸ ἴσον διάστημα τοῦ κενοῦ; εἰ γὰρ μηδὲν παντάπασίν ἐστι τὸ κενόν, οὐδὲ ἡμεῖς ἄλλο τι λέγομεν· εἰ δέ τινα ἔχει φύσιν καὶ ἔστι διάστημα ἐπὶ τρία, πῶς διὰ τοῦ τοιούτου διαστήματος δίεισι; τοῦτο γὰρ ὁμοίως ἄτοπον, ὡς εἰ μηδὲ τὸ ὕδωρ μεθίστατο τῷ λιθίνῳ κύβῳ, μηδὲ ὁ ἀήρ ἀλλὰ πάντη διῄεσαν δι’ αὐτοῦ. οὐ γὰρ ταῦτα μὲν κωλυθήσεται δι’ ἀλλήλων χωρεῖν καὶ ἐν ταὐτῷ γίνεσθαι τόπῳ, ὅτι θερμὰ καὶ ψυχρὰ καὶ κοῦφα δὴ καὶ βαρέα καὶ μετὰ τῶν ἄλλων παθῶν, τὸ κενὸν δὲ ἁπάντων τῶν τοιούτων ἐστερημένον οὐκέτι· εἴρηται γὰρ καὶ πρότερον ἤδη, ὅτι τοῖς σώμασιν τὸ εἶναι ἐν τόπῳ κατὰ μόνα ὑπάρχει τὰ διαστήματα, ἅπερ εἰ καὶ ἀχώριστα τῶν ἄλλων συμβεβηκότων ἐστίν, ἀλλὰ τό γε εἶναι αὐτοῖς διαστήμασιν ἕτερον, καὶ ὁ λίθος οὐκ, ἐπειδὴ λευκὸς ἢ μέλας ἢ θερμὸς ἢ ψυχρὸς ἢ κοῦφος ἢ βαρύς, τοσόνδε δεῖ κατέχειν τόπον, ἀλλ’ ἐπειδὴ τοσοῦτον αὐτοῦ τὸ διάστημα. καίτοι φέρεται μὲν διὰ τὴν βαρύτητα εἰς τοῦτον τὸν τόπον, ὅταν δὲ ἐν τόπῳ ᾖ, κατὰ τὸν ὄγκον ἐστὶν ἐν τόπῳ· καὶ γὰρ τούτῳ μόνῳ τῶν ὑπαρχόντων τῷ κύβῳ καὶ τὸ τοῦ τόπου μέγεθος ἔσται, οὐ τῇ βαρύτητι ἢ κουφότητι ἤ τισιν | ἄλλοις τῶν παθῶν. εἰ τοίνυν καὶ ὑπόθοιο λόγου χάριν τὸν λίθινον κύβον ἁπάντων κεχωρίσθαι τῶν ἄλλων συμβεβηκότων, ἐν μόνῳ δὲ εἶναι τῷ διαστήματι, οὐδέν ἧττον καθέξει τὴν ἴσην χώραν, ὅσην κατεῖχε καὶ μετὰ τῶν ἄλλων παθῶν, ὥστε καὶ ἐν τῷ κενῷ τὸ ἴσον καθέξει κενόν, ὅταν τε μετὰ τῶν συμβεβηκότων ὅταν τε χωρὶς τούτων νοῆται. τί οὖν τηνικαῦτα διοίσει τὸ τοῦ κύβου σῶμα τοῦ ἴσου κενοῦ καὶ τόπου; καὶ εἰ δύο τοιαῦτα ἐν τῷ αὐτῷ, διὰ τί μὴ καὶ πλείω καὶ ἄπειρα; ὅρα τοίνυν ἀναλαβὼν καὶ τὴν ἀνάγκην τῆς ἀποδείξεως· εἰ σῶμά ἐστιν ἐν ἐκείνῳ, διάστημά ἐστιν ἐν διαστήματι (τὔτε γὰρ τὸ κενὸν καὶ τῷ σώματι τὸ εἶναι ἐν τόπῳ κατὰ διάστημα μόνον ὑπάρχει)· εἰ δὲ διάστημα ἐν διαστήματι, καὶ σῶμα ἐν σώματι ἔσται· ἐπεὶ γὰρ κατὰ μόνους τοὺς ὄγκους τὰ σώματά ἐστιν ἐν τόπῳ, καὶ κατ’ οὐδὲν ἄλλο τῶν ὑπαρχόντων, εἰ δυνατὸν τὸν ὄγκον ἐν ὄγκῳ εἶναι, τά γε ἄλλα συμβεβηκότα οὐδὲν κωλύει τὸ σῶμα ἐν σώματι εἶναι. ἀλλὰ μὴν ἄτοπον σῶμα ἐν σώματι εἶναι· ἀδύνατον ἄρα καὶ σῶμα ἐν κενῷ εἶναι· ὄγκον μὲν γὰρ ἐν ὄγκῳ ποιεῖ τὸ σῶμα ἐν κενῷ, ποῖον δὲ σῶμα ἐν σώματι ὄγκον ἐν ὄγκῳ; καὶ οὕτως μὲν οὖν ἐξήλεγκται μάταιον τὸ κενόν, εἴγε παράγεται μὲν ὑπὲρ τοῦ τὰ σώματα δέχεσθαι, δέχεσθαι δὲ αὐτὸ σῶμα οὐχ οἷόν τε. φανερώτερον δὲ ἐντεῦθεν· εἰ γὰρ τὸ ἐν ἑκάστῳ διάστημα χωριζόμενον τῷ λόγῳ τῶν παθῶν οὐδὲν διαφέρει τοῦ κενοῦ, κινούμενα δὲ καὶ μεταφερόμενα τὰ σώματα σὺν τοῖς ἰδίοις κινεῖται διαστήμασιν, τί δεῖ τοῖς σώμασιν ἄλλων τοιούτων διαστημάτων; εἰ γὰρ καθὸ διάστημα ἕκαστον ἔχει, | ἑτέρου διαστήματος δεῖται, πῶς οὐ τὸ κενὸν ἄλλου δεήσεται, κἀκείνου ἄλλο, καὶ ἐπ’ ἄπειρον οὕτω προελευσόμεθα; ὅτι μὲν τοίνυν οὐκ ἔστι κεχωρισμένον κενόν, ἐκ τούτων δῆλον. 9. εἰσὶ δέ τινες, οἳ ἀπὸ τοῦ μανοῦ καὶ πυκνοῦ φανερὸν οἴονται εἶναι, ὡς ἔστι κενόν. εἴπερ ἐστὶ πύκνωσις ἡ εἰς ἐλάττονα ὄγκον τοῦ αὐτοῦ σώματος συστολὴ καὶ μάνωσις ἡ εἰς πλείονα καὶ μείζονα ὄγκον τοῦ αὐτοῦ σώματος ἄνεσις, ἀνάγκη κενὸν ἐν τοῖς σώμασι παρεσπάρθαι, εἰς ὃ τὰ πιλούμενα συστέλλεται καὶ διαχεῖται τὰ ἀραιούμενα. οὐ μόνον δὲ πύκνωσιν καὶ μάνωσιν ἀναιροῦσι τὸ κενὸν ἀναιροῦντες, ἀλλ’ ἤδη καὶ πᾶσαν κίνησιν. καὶ γὰρ ὅταν τι κατὰ τόπον κινῆται, συστελλόμενα τὰ παρακείμενα σώματα δι’ ὧν δίεισι, παρέχει χώραν τοῖς δι’ αὐτῶν κινουμένοις, ὥσπερ τοῖς διὰ πλήθους βαδίζουσιν. εἰ δὲ μὴ τὸ κενὸν ἐν τοῖς σώμασιν ὑπάρχει, ἀνάγκη κινουμένου τινὸς τὸ πᾶν κυμαίνειν, προωθοῦντος ἀεὶ τοῦ πλησίον τὸ ἐφεξῆς καὶ οἷον ὑπερχεῖσθαι τὸν οὐρανὸν εἰς τὸ ἔξω, ὅπερ καὶ ἐν ταῖς κολυμβήθραις συμβαίνει, ὅταν τι κινῆται ἐν αὐταῖς σῶμα. τοῦτο δὲ καὶ Ξοῦθος ἔλεγε, τὴν ἀντιπερίστασιν τῶν σωμάτων οὐ προσποιούμενος, ἣ γίνεται οὐκ ἐπὶ μόνων τῶν κύκλῳ μεθισταμένων. φανερώτερον μὲν ἐπὶ τούτων· ὅσον ἔμπροσθεν προωθεῖται, τοσοῦτον ὄπισθεν ἕπεται. γίνεται δ’ οὖν καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὕτως δὲ καὶ ὁ Ξοῦθος καὶ τοῦτο ὑπελάμβανεν, ὡς, εἰ μὴ τὸ κενὸν | παραδεξόμεθα, ἀνάγκη τὰς μεταβολὰς τῶν σωμάτων κατ’ ἴσον γενέσθαι ὄγκον, οἷον εἰ ἐξ ὕδατος κυαθιαίου κυαθιαῖον ἀέρα γενέσθαι· ἐπεὶ πῶς ἂν γένοιτο μείζων οὐκ ἔχων τόπον καὶ χώραν, εἰς ἣν διαχεθήσεται, εἰ μή τις, φησί, κυμαίνειν τὸ πᾶν συγχωροίη καὶ τοὔλαττον φεύγων κενὸν πλεῖον ἔροιτο; ποῦ γὰρ δὴ τὸ πᾶν κυμαίνει; εἰς σώματα μὲν γὰρ οὐκ ἐνδέχεται, ἀνάγκη δέ εἰς κενὸν ἀθρόον ἔξωθεν περικεχυμένον. ὅτι δὲ τὰ μανούμενα σώματα εἰς ὄγκον πλείονα μέτα. βάλλει, δῆλον καὶ ἐκ τῶν ῥηγνυμένων ἀγγείων ἐξαερουμένου τοῦ ὕδατος ἢ τοῦ ὑγροῦ, ὡς καὶ οἱ τοῦ γλεύκους πίθοι μεταβάλλοντος εἰς ἀέρα. ποῦ δὲ χώρα ἔσται τῷ μείζονι ὄγκῳ, εἰ μὴ τὸ περιέχον ἐνδιδοίη συνθλιβόμενον εἰς τὰ κενά; εἰ μὲν οὖν οὕτω λέγουσιν ἐν τοῖς σώμασι τὸ κενὸν παρεσπάρθαι, ὡς εἶναι ἐν τῷ μανῷ διαστήματα κεχωρισμένα δεκτικὰ σωμάτων, ἐκ τῶν αὐτῶν ἂν καὶ τοῦτο ἀναιροῦμεν, ἐξ ὧν καὶ τὸν τόπον καὶ τὸ κεχωρισμένον κενόν· οὐδὲν γὰρ ποιεῖ τὸ κατακερματίζειν αὐτοὺς τὸ κενὸν πρὸς τὸ διαφεύγειν ἐκείνας τὰς ἀπορίας, αἷς περιέπιπτον οἱ τὸ ἀθρόον λέγοντες· διάστημα γὰρ ποιοῦσι κεχωρισμένον καὶ οὗτοι. εἰ δὲ μὴ χωριστόν, ἐγκεκραμένον δὲ καί, ὡς ἄν εἴποι τις, συγκεχυμένον τοῖς μανωτέροις τῶν σωμάτων λέγοιεν μὲν ἄν τι πιθανώτερον, ὅμως δὲ οὐδὲ τοῦτο ἀληθές· συμβαίνει γὰρ αὐτοῖς πρῶτον μὲν οὐ πάσης τῆς κατὰ τόπον κινήσεως αἴτιον τὸ κενόν, ἀλλὰ μόνης τῆς ἄνω. εἰ γὰρ ὅπου ἂν πλέον ἐνῇ, τοῦτο μανώτερον ποιεῖ καὶ κουφότερον, τὰ δὲ | μᾶλλον τοιαῦτα μᾶλλον ἐπὶ τὰ ἄνω κινεῖται, τὸ κενὸν αἴτιον γίνεται τῆς ἐπὶ τὰ ἄνω κινήσεως μόνον. διὰ τοῦτο καὶ τὸ πῦρ μάλιστα μανὸν εἶναί φασιν, ὅτι μάλιστα ἐπὶ τὰ ἄνω κινεῖται. ἔπειτα οὐχ ὡς τόπον λέγουσιν αἴτιον κινήσεως τὸ κενόν, ἀλλ’ ὥσπερ οἱ ἀσκοὶ τῷ φέρεσθαι αὐτοὶ ἄνω καὶ δίκτυα μετεωρίζουσιν, οὕτω καὶ τὸ κενὸν τῷ φέρεσθαι αὐτὸ ἄνω ἀνέχει καὶ κουφίζει τὰ μανὰ σώματα. καίτοι πῶς οἷόν τε φορὰν εἶναι κενοῦ ἢ τόπον κενοῦ; δεῖ γὰρ ἄλλο κενὸν εἶναι πάλιν, ἐν ᾧ γίνεται τὸ κενόν. ἔτι δὲ ἐπὶ τῶν βαρέων τίνα αἰτίαν ἀποδώσουσι τοῦ φέρεσθαι κάτω; οὐ γὰρ δὴ καὶ τὸ ἐν τούτοις κενὸν κάτω ῥέπον αὐτὰ συγκαθέλκει. τί ποι’ οὖν ἐρεῖς αἴτιον; εἰ γὰρ τὴν φύσιν τῶν σωμάτων, ἐξαρκέσει σοι καὶ πρὸς τὴν ἑτέραν κίνησιν ἡ αὐτή. ἔτι πρὸς τούτοις, εἰ ὅσῳ μανώτερον καὶ κενώτερον, τοσούτῳ θᾶττον κινεῖται, δῆλον ὡς αὐτὸ τὸ κενὸν τάχιστα ὄν φέροιτο τῶν ἄλλων. ἀλλὰ τὸ τάχιστα ἐπ’ αὐτοῦ λαβεῖν οὐχ οἷόν τε· οὐδὲ γὰρ χρόνον ὅλως τῆς κινήσεως· εἰ γὰρ ἔσται τις χρόνος, λόγον ἕξει καὶ τὸ κενὸν πρὸς τὸ πλῆφεῦγον ρες. εἰ δὲ φήσουσι μὴ κινεῖσθαι καθ’ αὑτὸ τὸ κενόν (διὰ τοῦτο γὰρ αὐτὸ καὶ ἐγκιρνάναι τῷ σώματι, ἵν’ ἀχώριστον ἡ), διδαξάτωσαν ἡμᾶς, ἡνίκα ἄν συστέλλωσι τὰ πυκνούμενα σώματα εἰς τὰ κενά, ἆρ’ ἐκθλίβουσι τὰ κενὰ ἡ καταλιμπάνουσιν ἐν τοῖς σώμασιν. ἐκθλιβόμενα μὲν γὰρ δῆλον ὅτι κινεῖται καθ’ αὑτά, μένοντα δὲ τί συμβάλλεται πρὸς τὴν πίλησιν, εἴγε καὶ πιλουμένων τῶν σωμάτων οὐκ ἐκχωρεῖ, ἀλλ’ ἔστιν ὁμοίως ἐν αὐτοῖς; καίτοι τὸ κενὸν μάλιστα ἐν ταῖς πιλήσε|σιν ἀναγκαῖον ὑπολαμβάνουσιν, ὅπως εἰς ἐκεῖνο τὰ σώματα συστέλληται καὶ συνθλίβηται. πῶς οὖν ἐνδέχεται τὸ ἴσον ἐγκεκρᾶσθαι κενὸν πρὸ τῆς πιλήσεως καὶ μετὰ τὴν πίλησιν αὖθις; πῶς δέ, εἰ τοῦτο δυνατόν, οὐ τὸν ἴσον ὄγκον ἀεὶ φυλάττει τὰ πιλούμενα μηδενός γε ἐξ αὐτῶν ἀπιόντος μήτε κενοῦ μήτε σώματος; πῶς δὲ οὐκ εἰς ἄπειρον ἔνεστι πιλοῦσθαι τὰ σώματα ἀεὶ τῶν ἴσων κενῶν ἐνυπαρχόντων; εἰ οὖν ἐξίσταται τὸ κενόν, πῇ χωρεῖ; πῶς δὲ κινεῖται; τίς δὲ ἡ κατὰ φύσιν κίνησις τοῦ κενοῦ; λέγουσι μὲν γὰρ τὴν ἄνω. πῶς οὖν ἐν χρόνῳ; ἀσύμβλητα γὰρ τὰ τάχη. Ἐπειδὴ δὲ μάλιστα πιθανῶς δοκοῦσιν εἰσάγειν τὸ κενόν, ἵνα πύκνωσιν διασῴζωσι καὶ τὴν εἰς ἀνίσους ὄγκους τῶν σωμάτων μεταβολήν, πῶς ἔνεστι καὶ ταῦτα φυλάττειν καὶ μὴ προσδεῖσθαι τοῦ κενοῦ, λέγομεν ἤδη. ἐνῆν μέν τοίνυν καὶ οὕτω μὴ νομίζειν τὸ κενὸν ἀναγκαῖον, ὅταν ἐξ ὕδατος ἀὴρ γίνηται καὶ ἐξ ἐλάττονος μείζων ὄγκος, ἐννοοῦντας ὡς οὐδὲν κωλύει κατὰ ταὐτὸν ἄλλοθί που μεταβάλλειν ἀέρα εἰς ὕδωρ καὶ ἀντανισοῦσθαι τὸν σύμπαντα ὄγκον, ἀλλ’ ὅμως κἀκ τῶν κειμένων ἡμῖν ἐπιδείξομεν, ὡς ἐνδέχεται πυκνοῦσθαι καὶ μανοῦσθαι τὰ σώματα μὴ ὄντος κενοῦ. εἴρηται τοίνυν ἡμῖν, ὅτι τῶν ἐναντίων μία ἐστὶν ὕλη θερμοῦ καὶ ψυχροῦ, σκληροῦ καὶ μαλακοῦ, πικροῦ γλυκέος, ὑγροῦ ξηροῦ, πάσης ἐναντιώσεως φυσικῆς ἀγένητος καὶ ἄφθαρτος καθ’ ἑαυτήν, ἐκ δυνάμει ὄντος ἐνεργείᾳ γινομένη καὶ αὐτὴ οὐ χωριστὴ μέν, τὸ δὲ εἶναι ἄλλο καὶ ἄλλο, ἐπὶ * * * ὁμιλήσασα τῇ κατὰ λόγον οὐσίᾳ καὶ συνδυασθεῖσα, καὶ μία μὲν οὖσα τῷ ἀριθμῷ, μυρίας δὲ μεταμ|πισχομένη μορφάς, χεομένη καὶ πιλουμένη καὶ παντοίως σχηματιζομένη τε καὶ ἀλλοιουμένη. πιληθεῖσα μὲν γὰρ πυκνόν τε καὶ βαρὺ ἀπειργάσατο, ἀραιωθεῖσα δὲ μανόν τε καὶ κοῦφον. ὥσπερ δέ, ὅταν μεταβάλλῃ εἰς τὸ θερμὸν ἢ ψυχρόν, οὐ μίξει τῶν διαφόρων φύσεων θερμὴ γίνεται καὶ ψυχρά (καίτοι τὸ θερμὸν καὶ τὸ ψυχρὸν παντελῶς ἕτερα, ἀλλ’ ἡ αὐτὴ ὕλη μένουσα κατὰ τὴν ἑαυτῆς φύσιν παρὰ μέρος γίνεται τἀναντία μεταβάλλουσα ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ), οὕτω δὲ καὶ ἐπὶ πασῶν ὁμοίως τῶν ἐναντιώσεων χροιᾶς εἰ τύχοι καὶ χυμοῦ καὶ τῶν λοιπῶν ποιοτήτων. ὥσπερ δὲ μία καῖ’ ἀριθμὸν οὖσα θερμὴ γίνεται καὶ ψυχρὰ καὶ οὐκ ἄλλη μὲν ἡ θερμή, ἄλλη δὲ ἡ ψυχρά, οὕτω καὶ μεγάλη καὶ μικρὰ γίνεται μία οὖσα καὶ ἡ αὐτή. δῆλον δέ· τὸ γὰρ αὐτὸ μόριον τῆς πάσης ὕλης ποτὲ μὲν ὕδωρ γίνεται, ποτὲ δὲ ἀήρ, καὶ ποτὲ μὲν ἐπ’ ἐλάττονος ὄγκου, ποτὲ δὲ ἐπὶ μείζονος· οὐ γὰρ ἄλλο μέν ἐστιν τὸ γενόμενον ἀήρ, ἄλλο δὲ τὸ γενόμενον ὕδωρ, ἀλλ’ ἡ αὐτὴ φύσις ἀμφότερα. καὶ ὅταν μὲν οὖν αὐτὴ ἡ ὕλη ἐξ ὕδατος ἀὴρ γένηται, μείζων μὲν γίνεται, οὐ μὴν καὶ ἔξωθέν τι προσλαβοῦσα ἢ κενοῦ μιχθέντος· καὶ ὅταν ὕδωρ ἐξ ἀέρος, ἔλαττον μὲν οὖν. οὐ μὴν ἀφαιρεθέντος τινός. τούτῳ γὰρ μάλιστα τῶν συγκρίσει καὶ διακρίσει ποιούντων τῶν τὰς γενέσεις διενηνόχαμεν, ὅτι οἱ μὲν προσθέσει καὶ ἀφαιρέσει τὰς γενέσεις καὶ τὰς φθορὰς μηχανῶνται καὶ οὐ ποιοῦσι τὸ αὐτὸ ὑποκείμενον πᾶσι τοῖς στοιχείοις, ἡμεῖς δὲ μίαν εἶναι τὴν ὕλην ὅλην δι’ ὅλης ἀλλοιουμένην καὶ τρεπομένην. ὥσπερ τοίνυν ἡ αὐτὴ οὖσα κατ’ ἀριθμὸν θερμὴ γίνεται καὶ ψυχρά, οὐ διότι μίγνυται αὐτῇ τι ἕτερον ἢ προστίθεται, ἀλλ’ ὅτι δυνάμει ταὐτά ἐστιν, οὕτω καὶ μικρὰ γίνεται καὶ μεγάλη τῷ δύνασθαι ἄμφω οὐχὶ τῷ προσ|λαμβάνειν μέγεθος ἢ ἀπολλύναι. κἄν τοίνυν ὁ ἀὴρ μένων ἀὴρ εἰς πλείονα ὄγκον χέηται λεπτυνόμενος ἢ εἰς ἐλάττονα συστέλληται παχυνόμενος, τὴν ὑποκειμένην ὕλην αἰτιατέον, ὅτι δυνάμει οὖσα σμικρὰ καὶ μεγάλη μεταλαμβάνει ποτὲ μὲν ἐνεργείᾳ, ποτὲ δὲ τὸ δυνάμει τούτων ἑκάτερον ε·ἶναι. ὥσπερ γὰρ ὅταν ἐκ θερμοῦ εἰς θερμότερόν τι μεταβάλλῃ, οὐχ οὕτω μεταβάλλει τῷ τὰ πρότερον οὐκ ὄντα τῆς ὕλης θερμὰ νῦν γεγονέναι θερμά θερμὸν γὰρ ὁμοίως πᾶν ἦν τοιοῦτον τὸ ὑποκείμενον), καὶ οὐχὶ μίξει τινῶν οὐ θερμῶν, καὶ νῦν, ὅτε ἐπιδίδωσιν εἰς θερμότητα, πᾶσα ὁμοίως εἰς τοῦτο πᾶν ἐπιδίδωσιν· ἂν γὰρ ἄλλα μένῃ τῆς ὕλης θερμά τε, ὅτε ἧττόν ἐστι θερμή, ἄλλα δὲ ὅταν μᾶλλον, οὐκέθ’ ἡ αὐτὴ γίνεται κατ’ ἀριθμὸν δεχομένη τὸ μᾶλλον καὶ ἧττον, ἀλλ’ ὅτι θερμὸν τῷ προυπάρχοντι προσγίνεταί τε καὶ προσμίγνυται. ὡς οὖν ἐπὶ τούτων, οὕτως ἔχει καὶ ἐπὶ τοῦ μανουμένου καὶ πηγνυμένου· ἡ αὐτή ἐστιν ὕλη ταὐτὰ δεχομένη καὶ οὐκ ἔξωθέν τι εἰσιὸν ἢ ἐξιόν, ὡς οἱ τὸ κενὸν εἰσάγοντες· ἀγνοοῦσι γὰρ οὗτοι τὴν τῆς ὕλης φύσιν, καθάπερ δὴ καὶ οἱ λέγοντες ἐπὶ τοῦ πεπυρωμένου σιδήρου, ὅτι ‘σίδηρος τὸ πῦρ ἐδέξατο’, καὶ οὐχὶ ἰή ὕλη καὶ ὁ σίδηρος εἰς πῦρ μετέβαλλεν.’ χρῆσθαι δὲ ἔστιν καὶ ἑτέρῳ παραδείγματι, ᾧ ὁμολογεῖ καὶ ὅτι τὰ μέρη τῆς περιφερείας τοῦ κύκλου πάντα ὁμοίως ἐστὶ κυρτά, ὅταν δὲ εἰς ἐλάττονα ὄγκον συνάγηται ἐκ μείζονος ὁ αὐτὸς κύκλος ὁμοίως τῆς περιφερείας συνιούσης ἁπανταχόθεν, γίνεται μὲν τὰ μόρια κυρτότερα τηνικαῦτα, ἀλλ’ οὐχὶ τῷ γενέσθαι κυρτὰ ἐν αὐτοῖς, ἃ οὐκ ἦν ἐν τῷ μείζονι κύκλῳ κυρτά, ἀλλ’ εὐθέα, ἀλλὰ τῷ κυρτότερα | γενέσθαι αὐτὰ τὰ πρότερον ὄντα κυρτά. ὅλως γὰρ τὸ μᾶλλον καὶ ἧττον λέγεται οὐκ ἐν τῷ διαλείπειν τι καὶ αὖθις μὴ διαλείπειν, ἀλλὰ τὸ δι’ ὅλου ἐπιτείνεσθαι ἢ ἀνίεσθαι, ὡς τὸ θερμότερον, ὡς τὸ γλυκύτερον, ὡς τὸ λευκότερον· οὕτως δὲ καὶ ἐπὶ σμικρότητος καὶ μεγέθους οὐ προσλα- βοῦσα ἡ ὕλη ἕτερον μέγεθος ἐπεκτείνεται ἢ ἀποβάλλουσα συστέλλεται, ὡς λέγουσιν οἱ τὸ κενὸν αἰτιώμενοι, ἀλλ’ ἔστι τὸ αὐτὸ ὑποκείμενον, ὃ τέως ἦν ἐπ’ ἐλάττονος διαστήματος, εἰς πλεῖον ὕστερον ἐκτεινόμενον καὶ ἀνάπαλιν ἐπὶ τῆς πιλήσεως καὶ συστολῆς, καθάπερ ἐπὶ τῆς περιφερείας ἐδείχθη τοῦ κύκλου. τὸ αὐτὸ τοίνυν ἐστὶ τὸ γενόμενον πυκνὸν καὶ μανὸν καὶ μία ἀμφοτέρων ἡ ὕλη καὶ οὐ προσλήψει καὶ στερήσει κενοῦ τὸ μανὸν καὶ πυκνόν. ἔστι δὲ τὸ μὲν πυκνὸν βαρύ, τὸ δὲ μανὸν κοῦφον καὶ τὸ μὲν ἐπὶ τὸ ἄνω, τὸ δὲ ἐπὶ τὸ κάτω κινεῖται. εἰ οὖν πρὸς τὸ μανὸν εἶναι μὴ προσδεῖται κενοῦ, οὐδὲ πρὸς τὸ ἄνω κινεῖσθαι καὶ εἰ μὴ πρὸς τὸ πυκνόν, οὐδὲ πρὸς τὸ κάτω. ἔστι δὲ τὸ μὲν πυκνὸν πρὸς τὸ βαρὺ εἶναι καὶ σκληρόν, τὸ δὲ μανὸν πρὸς τὸ κοῦφον εἶναι καὶ μαλακόν, ἀλλ’ οὐκ ἐπὶ πάντων· οὐ γὰρ ἅπαντα τὰ βαρύτερα καὶ σκληρότερα· διαφωνεῖ γὰρ ἐπὶ σιδήρου καὶ μολίβδου. ἐκ δὴ τῶν εἰρημένων φανερόν, ὡς οὔτε ἀποκεκριμένως κενόν ἐστιν οὔτε ἀθρόον οὔτε ἐν τοῖς σώμασιν τοῖς μανοῖς οὔτε μὴν ὡς ἐγκεκραμένον καὶ οἷον δυνάμει. εἰ δέ τις βούλεται πάντως καλεῖν κενὸν τὸ τοῖς σώμασιν τῆς κινήσεως αἴτιον καὶ τοῦ βαρύ τι εἶναι ἢ κοῦφον, τὴν ὕλην ἄν οὗτος λέγοι τὸ κενόν· αὕτη γὰρ ἐστιν ἡ μανότητος καὶ πυκνότητος δεκτική, | οἷς ἕπεται τὸ βαρὺ καὶ κοῦφον καὶ τὸ σκληρὸν καὶ τὸ μαλακόν· τούτων δὲ τὰ μὲν φορᾶς αἴτια καὶ κινήσεως, τὰ δὲ πάθους τε καὶ ἀπαθείας καὶ ἀλλοιώσεως μᾶλλον. περὶ μὲν οὖν κενοῦ διωρίσθω τοῦτον τὸν τρόπον. 10. ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶ σκέψασθαι περὶ χρόνου· πρῶι ’τον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ καὶ διὰ τῶν ἔξωθεν λόγων, πρότερον εἰ ἔστιν, εἶτα τί ἐστιν ἐφεξῆς. ὅτι μὲν οὖν ἢ ὅλως οὐκ ἔστιν ἡ μόλις ἐστὶ καὶ ἀμυδρῶς, ἐκ τῶνδε ἄν τις ὑποπτεύσειεν. σύγκειται ἐκ μὴ ὄντων· τὸ μὲν γὰρ αὐτοῦ γέγονε καὶ οὐκ ἔστιν, τὸ δὲ μέλλει καὶ οὔπω ἔστιν, ἐκ δὲ τούτων καὶ μὴν καὶ ἐνιαυτὸς καὶ ὁ ἄπειρος καὶ ὁ ἀτελεύτητος χρόνος· τὸ δὲ ἐξ οὐκ ὄντων συγκείμενον οὐκ ὂν ἐξ ἀνάγκης † ἀναγκαίως. οὐδὲ γὰρ τὸ νῦν μέρος τοῦ χρόνου, ἀλλὰ πέρας ἐστίν. ἔτι πᾶν μεριστόν, ἔστ’ ἂν ὑφεστήκῃ, πάντως αὐτοῦ καὶ τῶν μερῶν ἤ τινα ὑφέστηκεν ἡ καὶ σύμπαντα· σύμπαντα μὲν ὡς ἐπὶ τῆς πηχυαίας γραμμῆς, ἔνια δὲ ὡς ἐπὶ πολέμου καὶ πομπῆς καὶ ἀγῶνος. μεριστοῦ δὲ ὄντος τοῦ χρόνου καὶ συνεχους μόριον οὐδέν ἐστιν ὅλως, ἀλλὰ τὰ μὲν γέγονε τὰ δὲ μέλλει, τὸ δὲ νῦν προέφην εἶναι μὴ μέρος· ἦν γὰρ ἄν καὶ αὐτὸ μεριστὸν καὶ κατεμέτρει τὸ ὅλον καὶ εἶχεν ἄν τι διάστημα τοιαῦτα γὰρ τὰ μέρη τῶν μεριστῶν), ἀλλ’ οὐδὲ σύγκειται ὁ χρόνος ἐκ τῶν νῦν, ἀλλ’ ἐκ τοῦ παρελθόντος καὶ μέλλοντος. οὐκ ἄρα μέρος τὸ νῦν τοῦ χρόνου, ὅλως γὰρ καὶ καθ’ αὑτὸ ζητητέον περὶ τοῦ νῦν, ὃ διορίζει τὸ παρελθὸν καὶ τὸ μέλλον, πῶς ποτε ὑφέστηκεν, πότερον διαμένον τὸ νῦν ἓν καὶ ταὐτὸν γίνεται ἢ ἄλλο | καὶ ἄλλο, ὡς τὸ μὲν φθείρεσθαι τὸ δὲ γίνεσθαι· ἅμα γὰρ εἶναι πλείω τὰ νῦν παντελῶς ἀμηχανώτατον, οὐδὲ ἄλλα μέρη τινὰ τοὐ χρόνου δυνατὸν ἅμα πλείω συνυπάρχειν ἀλλήλοις, εἰ μὴ τὸ μὲν αὐτῶν ὡς περιέχον τὸ δὲ περιεχόμενον ὑπολαμβάνομεν, ὡς φαμὲν ἐνεστάναι τὸν μῆνα καὶ τὴν νουμηνίαν. ἐπὶ δὲ τοῦ ἀκριβῶς νῦν κυρίως τοῦθ’ ὑπονοεῖν οὐκ ἔστιν· οὐ γάρ ἐστι τὸ μὲν περιεχόμενον νῦν τὸ δὲ περιέχον νῦν. οὐδὲ τὸ μὲν πλέον τὸ δὲ ἔλαττον, ὥστε ἀνάγκη φθείρεσθαι τὸ πρότερον νῦν, ἵνα γένηται τὸ ἐφεξῆς. ἐπεὶ τοίνυν πᾶν τὸ φθειρόμενον ἐν χρόνῳ φθείρεται, καὶ τὸ νῦν ἢ ἐν αὑτῷ φθείροιτ’ ἂν ἢ ἐν ἄλλῳ χρόνῳ. ἀλλ’ εἰ μὲν ἐν ἑαυτῷ, ἅμα ταὐτὸν εἶναί τε καὶ μὴ εἶναι καὶ γίνεσθαί τε καὶ φθείρεσθαι συμβήσεται, ὥσπερ εἰ καὶ τοῦτο τὸ ξύλον ἐν αὑτῷ τις φθείρεσθαι λέγοι καὶ εἰς ἑαυτὸ μεταβάλλειν. εἰ δὲ ἐν ἄλλῳ χρόνῳ, πότερον κἀκεῖνό ἐστιν νῦν ἢ ἕτερον τοῦ νῦν; εἴτε γάρ, δύο ἅμα γίνεται νῦν, τὸ φθειρόμενον νῦν καὶ ἐν ᾧ φθείρεται· εἰ δ’ ἕτερον, ἢ τὸ παρελθὸν ἔσται ἢ τὸ μέλλον. ἐν οὐδετέρῳ δὲ τούτων φθείρεσθαι δυνατόν· τῷ μέν, ὅτι προλαμβάνει τὴν γένεσιν τοῦ νῦν ἔσται οὗν ἐφθαρμένον πρὶν γενέσθαι), τῷ μέλλοντι δέ, ὅτι οὐδέποτ’ ἄν φθείροιτο τὸ νῦν, ἀλλὰ μέλλει ἂν ἀεὶ φθαρήσεσθαι· ἀεὶ γὰρ ἐν ᾧ φθείρεται μέλλει. ἢ τοίνυν οὕτως ἢ μᾶλλον ὅτι ὁ χρόνος ὁ παρελθὼν καὶ ὁ μέλλων, ἐν χρόνῳ δὲ φθείρεσθαι τὸ νῦν οὐ δυνατόν· συμπαρεκτείνοιτο γὰρ ἄν τὸ ἀμερὲς καὶ ἐλάχιστον αὐτοῦ ἔχοντι ποσόν τι διάστημα. καὶ τοιαῦτα μὲν ἁπλούστερον ἔτι λέγεται. εἰ δὲ μὴ ἔχεται τὰ νὺν ἐξ ἀλλήλων μηδὲ σύγκειται ὁ χρόνος ἐκ τῶν νῦν, ὥσπερ οὐδὲ ἐκ τῶν στιγμῶν ἡ γραμμή, καὶ ἄλλο ἀτοπώτερον ἀπαντᾷ. οὐ γάρ, εἰ ἐν ἄλλῳ νῦν φθείρεται τὸ νῦν, πάντως μεταξὺ ἑαυτοῦ καὶ ἐν ᾧ φθείρεται χρόνος ἐστίν, ὥσπερ ἐν τῷ μεταξὺ τῶν σημείων γραμμή; τοῦτον δὲ πάντα τὸν χρόνον ὑπάρξει τὸ νῦν. ἀλλ’ ἄπειρα ἐν τῷ μεταξὺ χρόνῳ τὰ νῦν, εἴγε διότι συνεχὴς ὁ χρόνος καὶ εἰς ἄπειρα διαιρετέος· ἔσται ἄρα πλείω καὶ ἄπειρα. εἰ μὲν τοίνυν ἄλλο καὶ ἄλλο τὸ νῦν, τοσαῦτα ἄτοπα ἀναφαίνεται. εἰ δὲ ταὐτὸν ἀεὶ διαμένει, πρῶτον μὲν πῶς συνεχὴς ὢν καὶ διὰ παντὸς ὁ χρόνος οὐκ εἰς δύο πέρατα διαστίξει ἀλλ’ εἰς ἕν; καὶ μάλιστα ὅταν πεπερασμένος νοῆται ὡς ὁ μὴν καὶ ἐνιαυτός· πῶς γὰρ ἓν ἔσται καὶ ταὐτὸν τὸ νῦν, ἀφ’ οὗ τε ἤρξατο ὁ μὴν καὶ εἰς ὃ ἐτελεύτησεν; οὐδενός τε ὅλως διαιρετοῦ πεπερασμένου ἐπὶ θάτερον μέρος πέρας ἐστίν, οὐ γραμμῆς, οὐκ ἐπιφανείας σώματος δεύτερον δὲ εἰ ταὐτὸν καὶ ἓν διαμένει τὸ νῦν, ἅμα δὲ λέγεται καὶ εἶναι καὶ γεγονέναι τὰ κατὰ τὸν αὐτὸν χρόνον ἢ ὄντα ἢ γεγονότα, τὰ παλαιὰ τοῖς ἄρτι καὶ τὰ νεώτατα τοῖς πρεσβυτάτοις εἴη ἂν ἅμα, ἡ Νηλέως καὶ ἡ Καίσαρος βασιλεία· οὐδὲ γὰρ ὅλως ἔσται τι παρῳχημένον, εἰ διαμένει τὸ νῦν ἓν ἀκριβῶς. ἐξ ὧν μὲν οὖν ἔστιν κατασκευάσαι, ὅτι μὴ ἔστιν ὁ χρόνος, εἰρήσθω τοσαῦτα. Τὰ δὲ πρότερον παραδεδομένα περὶ τοῦ χρόνου τοσοῦτον ἀπέχει τοῦ δῆλον ὅτι ποιεῖν ὑπὲρ αὐτοῦ, ὥστε ἐπιχειροῦντας τὴν οὐσίαν τοῦ χρόνου διδάσκειν ἀμ|φισβητήσιμον αὐτοῦ ποιεῖν καὶ τὴν ὕπαρξιν ἐξ ἴσου τοῖς ἀρτίως ὑφ’ ἡμῶν εἰρημένοις. πῶς γὰρ οὐκ ἀσαφῆ καὶ ἀλλόκοτα τὰ λεγόμενα; ὅπου γέ τισιν ἔδοξεν ἡ τοὐ ὅλου σφαῖρα χρόνος εἶναι, διότι ἐν χρόνῳ τὰ πάντα καὶ ἐν τῷ οὐρανῷ τὰ πάντα· οὓς πρῶτον μὲν αἰτιάσαιτο ἄν τις ἀγνοήσαντας τὴν ὁμωνυμίαν τοῦ ἔν τινι, εἶθ’ οὕτως ἀπείρως ἔχοντας τῶν ἀναλυτικῶν, ὥστε μὴ καταμαθεῖν τὴν μοχθηρίαν τοῦ σχήματος, δι’ ὃ ταὐτὸν ὑπελάμβανον τὸν χρόνον τε εἶναι καὶ τὴν σφαῖραν τοῦ οὐρανοῦ καὶ ἄλλα πολλὰ καὶ ἀδύνατα. τοῦ χρόνου μὲν γὰρ μέρη τὸ παρελθὸν καὶ τὸ μέλλον, τῆς σφαίρας δὲ οὔ, καὶ ὁ μὲν γίνεται, ἡ δὲ ἔστι, καὶ ἡ μὲν οὐσία, ὁ δὲ οὔ· ἀλλὰ ταύτην εὐηθέστερον ἴσως ἐπὶ πλέον ἐξετάζειν τὴν δόξαν λίαν οὖσαν ἁπλῆν καὶ ἀρχαίαν. ἕτεροι δὲ οὐ καθ’ αὑτὸν διὰ ταῦτα τὸν οὐρανόν, ἀλλὰ τὴν περιφορὰν τοῦ παντὸς οὐρανοῦ τὸν χρόνον ποιοῦσιν, καθ’ οὓς πρῶτον μὲν ἡμέρα χρόνος οὐκ ἔσται οὐδὲ νὺξ καθ’ αὑτήν· οὐδὲν γὰρ τούτων περιφορὰ τοῦ παντὸς οὐρανοῦ, ἀλλὰ τῶν ἡμισφαιρίων καὶ μέρος τῆς ὅλης περιφορᾶς. πρὸς τούτοις δὲ ἡ μὲν περιφορὰ τοῦ παντὸς οὐχ ἁπλῆ ἀλλὰ ἐκ πλειόνων κινήσεων καί τινων ἐναντίων, ὁ χρόνος δὲ εἷς καὶ ἀπλοῦς καὶ κίνησις μὲν οὐχ ὁμοία τοῦ παντὸς οὐρανοῦ, ἀλλὰ καὶ θάττων αὐτοῦ καὶ βραδυτέρα, θάττων μὲν περὶ τὸν ἰσημερινόν, βραδυτέρα δὲ περὶ τοὺς πόλους, ὁ χρόνος δὲ ἅπασιν ὁ αὐτός. πῶς δὲ ἐν γῇ ὁ χρόνος; πῶς δὲ ἐν θαλάττῃ; οὐ γὰρ δὴ καὶ ταῦτα συμπεριφέρεται τῷ παντί. εἰ δ’, ὥσπερ αὐτοὺς Πλάτων’ ποιεῖ, δεσμώ|τας τινὰς ἐκ παίδων ἐν ὑπογείαις οἰκήσεσιν διαζῶντας ὑποθοίμεθα, τούτοις πῶς ἔστιν αἴσθησις χρόνου οἷς οὐκ ἔστιν αἴσθησις τῆς περιφορᾶς τοῦ παντός; ἔτι εἰ πλείους ἦσαν οἱ οὐρανοὶ καθάπερ Δημόκριτος λέγει, πλείους ἂν ἦσαν ἅμα καὶ χρόνοι καὶ ἐν τῷ αὐτῷ, ἀλλ’ ἄλογον· κινήσεις μὲν γὰρ ἅμα δύνανται εἶναι πλείους ἐν τῷ αὐτῷ, χρόνους πλείους δὲ οὐρανοὶ] οὐ δυνατόν· πλὴν δὲ καὶ πρὸ τοῦ γενέσθαι τὸν οὐρανὸν ὁ κίνησιν ἄτακτον ὑποτιθέμενος οὐ συμπαράγει καὶ χρόνον πρὸ τῆς περιφορᾶς τοῦ παντός· πᾶσα γὰρ κίνησις ἐν χρόνῳ, κἂν τεταγμένη κἄν ἄτακτος ᾖ. ἀλλὰ ταῦτα μὲν οὐ πολλοῦ λόγου προσδεῖται. Τὸ δὲ καθόλου μᾶλλον ἐπισκεπτέον, εἰ δύναται κίνησις εἶναι καὶ μεταβολή τις ὁ χρόνος. ἡ μὲν οὖν ἑκάστου κίνησις ἐν τῷ κινουμένῳ μόνον ἐστὶν καὶ ὅπου ἂν ᾖ τὸ κινούμενον (οὐ περιγράφεται γὰρ τῇ οὐσίᾳ κινουμένου), ὁ δὲ χρόνος ὁμοίως καὶ πανταχοῦ καὶ παρὰ πᾶσιν. ἔτι δὲ ἡ κίνησις μὲν θάττων ἐστὶν καὶ βραδυτέρα, χρόνος δὲ οὔ· ὅπερ οὐ χαλεπὸν ἐπιδεῖξαι. τὸ μὲν γὰρ θᾶττον καὶ βραδύτερον ὁρίζεται χρόνῳ· θᾶττον μὲν γάρ ἐστι τὸ ἐν ἐλάττονι χρόνῳ πλεῖον διάστημα κινηθέν, βραδύτερον δὲ τὸ ἐν πλείονι ἔλαττον· ὁ χρόνος δὲ οὐχ ὁρίζεται χρόνῳ· οὐ γὰρ οἷόν τε ἐν ὀλίγῳ χρόνῳ πολὺν γεγονέναι χρόνον ἢ τοὔμπαλιν. οὐ μόνον δὲ κατὰ τὸ ποιόν, τουτέστι κατὰ τὸ ταχὺ καὶ βραδύ, διαφέρουσιν ἡ κίνησις καὶ ὁ χρόνος, ὅτι τῇ μὲν ὑπάρχει τῷ δ’ οὔ, ἀλλὰ κατὰ τὸ ποσὸν τὸν αὐτὸν τρόπον. τῆς μὲν γὰρ κινήσεως καὶ τὸ ποσὸν ὁρίζεται χρόνῳ (μακρὰ γὰρ | καὶ πολλὴ κίνησις ἡ ἐν πολλῷ χρόνῳ καὶ ὀλίγη ἡ ἐν ὀλίγῳ χρόνῳ), τοῦ χρόνου δὲ οὐδὲ τὸ ποσὸν ὁρίζεται χρόνῳ· λέγεται μὲν γὰρ καὶ πολὺς καὶ ὀλίγος χρόνος, ἀλλ’ οὐχὶ κατὰ τὴν ἐπὶ χρόνον ἀναφοράν, ὥσπερ ἡ κίνησις, ἀλλ’ ἕτερον τρόπον, ὡς ἐφεξῆς μαθησόμεθα. ὅτι μὲν τοίνυν οὐκ ἔστιν ἡ κίνησις ἢ μεταβολή τις ὁ χρόνος, φανερὸν ἐκ τ ων εἰρημένων. 11. Ἀρ’ οὖν οὐδὲ ὅλως κινήσει προσήκων, οὐδὲ ἐγγύς που κινήσεως αὐτὸν ζητητέον, ἀλλὰ μᾶλλον στάσις καὶ ἠρεμία; πῶς οὖν τοῦτο ἄν τις ἐξεύροι, ἐννοήσωμεν εἰ δοκεῖ, πότε καὶ πῶς ἔχοντες αἰσθανόμεθα τοῦ χρόνου. τάχα δὲ ἄν οὕτω γένοιτο φανερόν. ἀναμνήσθητι γάρ, εἰ [ποτε] ἐκ χρόνου πολλοῦ ποτε καὶ συνεχοῦς ἀγρυπνίας βαθὺν ὕπνον ἐκάθευδες, οἷον ὁ ποιητὴς ἐπ᾿ Ὀδυσσέως φησίν, νήγρετον ἥδιστον θανάτῳ προσεοικότα· τηνικαῦτα οἶσθ’, ὅτι κἀν νύκτα ἡμέρᾳ συνάψας καθεύδων ὅμως ἐξεγειρόμενος οἴει μηδένα μεταξὺ γεγονέναι χρόνον. τοιοῦτον δέ τι καὶ ἐν Σαρδοῖ μυθολογεῖται συμβαίνειν τοῖς λεγομένοις καθεύδειν παρὰ τοῖς ἥρωσιν ὅταν ἐγερθῶσιν· οὔτε γὰρ οὗτοι τοῦ χρόνου λαμβάνουσιν αἴσθησιν, ὃν ἀνάλωσαν ἐν τῷ ὕπνῳ, ἀλλὰ συνάπτουσι τὸ πρότερον νῦν τῷ ὕστερον νῦν καὶ ἓν ποιοῦσιν ἐξαιροῦντες τὸ μεταξὺ διὰ τὴν ἀναισθησίαν. ὥσπερ τοίνυν ὅταν κατ’ ἀλήθειαν ᾖ ταὐτὸ καὶ ἓν τὸ νῦν, οὐκ ἔστι χρόνος, οὕτως καὶ οἷς οὐκ ἔστι μὲν ἕν, δοκεῖ δέ, οὐδὲ χρόνος εἶναι δοκεῖ· ὅλως γάρ, ὅταν ἢ μηδὲν αὐτοὶ μεταβάλλωμεν καὶ κινώμεθα ἡ λανθάνωμεν ἑαυτοὺς μεταβάλλοντες καὶ κινούμενοι, οὐδεμίαν αἴσθησιν ἔχομεν χρόνου, οὕτω καὶ ἔλαθε νὺξ ἐπελθοῦσα πολλάκις καὶ ἄσιτοι διηγάγομεν, ὅταν ἐνεργοῦντές τι μεθ’ ἡδονῆς καὶ προσκείμενοι πρὸς τὸ ἔργον διὰ μὲν τὴν ἡδονὴν μὴ κάμνωμεν ὑπὸ τῆς κινήσεως, διὰ δὲ τὸ μὴ κάμνειν μηδὲ αἰσθανώμεθα τῆς κινήσεως, ἐπεὶ ὅσοις γε ἡ ἐνέργεια σὺν πόνῳ καὶ ἀλγηδόνι, οὗτοι διὰ τὸ σφόδρα αἰσθάνεσθαι τῆς κινήσεως σφόδρα αἰσθάνονται καὶ τοῦ χρόνου. διὰ τοῦτο καὶ οἱ νοσοῦντες μείζους ὑπολαμβάνουσι τὰς ἡμέρας καὶ φροντίζοντες ἀναβοῶσιν ὦ χεῦ’ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον. ἐκ δὴ πάντων τῶν εἰρημένων δῆλόν ἐστιν, ὡς τῇ τῆς κινήσεως αἰσθήσει συνυφίσταται καὶ ἡ τοῦ χρόνου καὶ συνέζευκται ἐκείνῃ καὶ συνήρτηται ἀκριβῶς. δῆλον οὖν, ὡς οὐκ ἔστιν ὁ χρόνος ἄνευ κινήσεως, ἄνευ κινήσεως δὲ οὐχ ὃν τρόπον οἴεται Γαληνός, ἐπειδὴ κινούμενοι νοοῦμεν τὸν χρόνον· οὕτω γὰρ ὑπολαμβάνει λέγειν Ἀριστοτέλην, ἀλλ’ ἐπειδὴ τῇ τῆς κινήσεως ἐννοίᾳ συνήρτηται ἡ τοῦ χρόνου. τί οὖν μάτην ἤθλει πρὸς τοῦτο δῆθεν ἀντιλέγειν ἐπιχειρῶν; ‘καὶ γὰρ τὰ ἀκίνητα’, φησί, ‘νοοῦμεν κινούμενοι, οἷον τοὺς πόλους τοῦ κόσμου καὶ τὸ κέντρον τῆς γῆς, καὶ ὅμως οὐκ ἔστι ταύτα μετὰ κινήσεως’ ἐχρῆν γὰρ καὶ ἀκούσαι διαρρήδην λέγοντος Ἀριστοτέλους ‘ἄμα γὰρ κινήσεως αἰσθανόμεθα καὶ χρόνου’. πλεῖστον δὲ δήπου διαφέρει ἢ διὰ τοῦτο κινήσεως τι τὸν χρόνον ὑπολαμβάνειν, διότι τῇ τῆς κινήσεως ἐπινοία συνήρτηται, ἢ διὰ τοῦτο, ὅτι κινούμενοι νοοῦμεν τὸν χρόνον, ἀλλ᾿ οὖτος μὲν ἐν πολλοῖς τοιοδτος. Ἡμεῖς δὲ ἀναλαβόντες λέγομεν, ὡς, εἴπερ τότε | μὲν οὐκ αἰσθανόμεθα χρόνου, ὅταν μηδεμιᾶς αἰσθανώμεθα μεταβολῆς, ἀλλ’ ἐν ἑνὶ καὶ ἀδιαιρέτῳ φαίνηται ἡ ψυχὴ μένειν καταστήματι, ὅταν δὲ αἰσθανώμεθα καὶ ὁρίσωμεν τὴν μεταβολήν, ὅτι τοσήδε, τότε ὑπολαμβάνομεν γεγονέναι τὸν χρόνον, φανερὸν ὡς οὐκ ἔστιν ἄνευ μεταβολῆς καὶ κινήσεως ὁ χρόνος, ἐπεί, κἄν ἠρεμῶμεν αὐτοὶ καὶ μηδ’ ὁτιοῦν μεταβάλλωμεν, ἐννοῶμεν δὲ κίνησιν μόνον τινά, συνεννοοῦμεν εὐθὺς καὶ χρόνον. καὶ γὰρ ἄν σκότος ᾖ καὶ μηδὲν διὰ τοῦ σώματος πάσχωμεν, φανταζώμεθα δὲ ἄλλους ἡ καὶ αὑτοὺς ὁδοιποροῦντας ἢ πλέοντας ἢ γυμναζομένους ἢ πολεμοῦντας, εὐθὺς ἡμῖν καὶ χρόνος δοκεῖ γεγονέναι. οὐ μόνον δὲ ὁ χρόνος ἀκολουθεῖ τῆ κινήσει, ἀλλὰ καὶ ἡ κίνησις τῷ χρόνῳ. πάλιν γάρ, ὅταν χρόνος τις δοκῇ γεγονέναι, ἅμα καὶ κίνησίς τις γεγονέναι δοκεῖ. οἷον ‘δύο ὧραι παρεληλύθασι’. πόθεν τοῦτο δῆλον; ‘ἐβαδίσαμεν τοσονδί, γεγράφαμεν τοσονδί’. ἀχώριστον ἄρα ἑκατέρου. ὁ μὲν οὖν πρότερος λόγος οὐκ εἶναι ταὐτὸν κίνησιν ἔφη καὶ χρόνον, ὁ δ’ ἐφεξῆς οὐκ εἶναι τὸν χρόνον δίχα κινήσεως. ἆρ’ οὖν τι συμβεβηκὸς ἢ πάθος ἡ ὑπάρχον ὅλως τι τῇ κινήσει θετέον τὸν χρόνον; καὶ γὰρ ταῦτ’ ἀχώριστα μὲν τῶν ὑποκειμένων, οὐ τὰ αὐτὰ δέ. λέγωμεν οὖν ἄνωθεν ἀναλαβόντες· πᾶν τὸ κινούμενον κατὰ τόπον, ὥσπερ ἔκ τινος εἴς τι κινεῖται, οὕτω καὶ ἐπί τινος διαστήματος, πᾶν δὲ διάστημα συνεχές, πᾶν ἄρα κινούμενον κατὰ τόπον ἐπὶ συνεχοῦς κινεῖται διαστήματος. τοῦτο τοίνυν αἴτιον λέγω τοῦ καὶ τὴν κίνησιν εἶναι συνεχῆ· συμπαρεκτείνεται γὰρ τῷ μεγέ|θει καὶ συμπαρισοῦται τῷ διαστήματι καὶ ταῦθ’ ὑπομένοντι μὴ ὑπομένουσα. ὥσπερ δὲ ἡ κίνησις διὰ μέγεθος συνεχής, οὕτως ὁ χρόνος διὰ τὴν κίνησιν. τὸ μὲν δὴ συνεχὲς οὕτως ὑπάρχει τῇ κινήσει τε καὶ τῷ χρόνῳ διὰ τὸ μέγεθος πρῶτον, ἐφ’ οὗ γίνεται ἡ κίνησις, λέγεται δέ τι καὶ πρότερον καὶ ὕστερον ἐν τῷ μεγέθει. πρότερον μὲν τοδὶ τὸ σημεῖον, ὕστερον δὲ τοδὶ κατὰ τὴν θέσιν, οἷον ἀπὸ τῶν ἀθλοθετῶν ἐπὶ τὸ πέρας τοῦ σταδίου. ἐπειδὴ δὲ ἐν τῷ μεγέθει τὸ πρότερόν ἐστι καὶ τὸ ὕστερον, ἀνάγκη ἐν κινήσει εἶναι τὸ πρότερον καὶ τὸ ὕστερον· προτέρα γὰρ ἡ κίνησις ἡ κατὰ τὸ πρότερον σημεῖον, ὑστέρα δὲ κατὰ τὸ ὕστερον. ἀλλ’ ἐπὶ μὲν τοῦ μεγέθους τὸ πρότερον καὶ τὸ ὕστερον ἅμα τέ ἐστιν καὶ συνυπάρχει· ἅμα γὰρ τοδὶ τὸ σημεῖον καὶ τοδί, ἐπὶ δὲ τῆς κινήσεως ἀεὶ τὸ πρότερον ἀπόλλυται καὶ οὐκ ἀναμένει τὸ ἐν κινήσει πρότερον, εἰ μὴ ἐν τῷ μεγέθει πρότερον ἦν, οὐ μὴν ὑπομένει γε ὥσπερ ἐκεῖνο· ὥσπερ γε καὶ τὸ συνεχὲς ὑπάρχει μὲν τῇ κινήσει διὰ τὸ πρότερον ὑπάρχειν τῷ διαστήματι, οὐ μὴν τὸν αὐτὸν τρόπον· ἐκείνῳ μὲν γὰρ ἅπαντι συνυφεστῶτι, τῇ κινήσει δὲ οὔ. ὅτι μὲν τοίνυν ὑπάρχει τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει καὶ διὰ τί, φανερὸν ἐκ τῶν εἰρημένων· πότερον δὲ κίνησις] ταὐτὸν ἡ διαφέρει τῆς κινήσεως, ἐπισκεπτέον. ἢ τῷ μὲν ὑποκειμένῳ κίνησις ἄμφω τὸ πρότερον καὶ ὕστερον, τῷ λόγῳ δὲ διαφέρει τῆς κινήσεως. οὐ γὰρ ταὐτὸν κινήσει τε εἶναι καὶ προτέρῳ τε καὶ ὑστέρῳ, ὥσπερ καὶ τὸ τῇ θέσει πρότερόν τε καὶ ὕστερον τῷ μὲν ὑποκειμένῳ μεγέθει, τὸ δὲ εἶναι προτέρῳ καὶ μεγέθει εἶναι οὐ ταὐτόν· τὸ μὲν γὰρ πρότερον ἀποδιδοὺς τὴν κατὰ τόπον θέσιν συμπαραλήψῃ, τὸ μέγεθος δὲ ὁριζόμενος οὐ συνεφάψῃ τοῦ | τόπου. ὁμοίως τοίνυν διαφέροντες οἱ λόγοι κινήσεως τε καὶ τοῦ ἐν αὐτὴ προτέρου καὶ ὑστέρου· κίνησιν μὲν γὰρ ὁριζόμενοί φαμεν ἐντελέχειαν τοῦ κινητοῦ, τοὐ δὲ ἐν αὐτῇ προτέρου τε καὶ ὑστέρου ζητητέον ἕτερον λόγον. ὥσπερ οὖν ὁ πατὴρ τῷ μὲν ὑποκειμένῳ Σωκράτης, οὐ ταὐτὸν δὲ τὸ πατρὶ εἶναι καὶ τὸ Σωκράτει, καὶ ὥσπερ τὰ πέντε τῷ μὲν ὑποκειμένῳ ξύλα, τὸ μέντοι πέντε αὐτοῖς εἶναι καὶ ἄλλο τί ἐστι παρὰ τὰ ξύλα (ἀριθμὸς γὰρ τὰ πέντε καθὸ πέντε, ἀλλ’ οὐχὶ ξύλα), οὕτω καὶ τὸ πρότερον καὶ τὸ ὕστερον ἐν κινήσει τῷ μὲν ὑποκειμένῳ κίνησις ἄμφω, τὸ μέντοι γε εἶναι αὐτοῖς προτέρῳ τε καὶ ὑστέρῳ ἄλλο τι ἐστιν καὶ οὐ κίνησις. τί οὖν τὸ εἶναι αὐτῶν, ζητητέον, καθὸ διαφέρουσι τῆς κινήσεως, ἐπισκεπτέον δέ, πῶς νοοῦμεν τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει. ὥσπερ τοίνυν ἐπὶ τῆς γραμμῆς, ἕως μὲν ἄν μίαν αὐτὴν καὶ συνεχῆ πᾶσαι νοῶμεν, οὐ νοοῦμεν αὐτῆς τὸ μέν τι πρότερον τῇ θέσει μέρος, τὸ δὲ ὕστερον, ὅταν δὲ διελώμεθα καὶ ὁρίσωμεν τοῖς σημείοις, εὐθέως τὸ μέν τι πρότερον τῇ θέσει μέρος ποιοῦμεν τὸ δὲ ὕστερον, οὕτως καὶ ἐπὶ τῆς κινήσεως οὐκ ἄλλως νοοῦμεν τὸ πρότερον ἐν αὐτῇ καὶ τὸ ὕστερον, εἰ μὴ διελοίμεθα αὐτὴν καὶ διορίσαιμεν εἰς μέρη καὶ λάβοιμεν αἴσθησιν ὡς ἄλλου καὶ ἄλλου. πότερον οὗν αὐτὴν στιγμαῖς διαιρούμεθα; καὶ πῶς; οὐ γὰρ ἔχει θέσιν· ἀλλά † τινα θέσιν· οἷον γράφω νῦν ἐγὼ συνεχῶς καὶ ὑποκείσθω κινεῖσθαι τὴν χεῖρα μὴ διαλείπουσαν ὅλως. λέγω τοίνυν προτέραν εἶναι κίνησιν ἣν κεκίνηται, ἧς κινήσεται. τί δήποτε; ὅτι | τοίνυν τὴν μὲν ἐπλήρωσε, ἰῆς δὲ ἄρχεται. εὕρηται τοίνυν τὸ τὴν κίνησιν δυνατὸν διαιρεῖν καί τι λάβοις ἄν ἐπ’ αὐτῆς οἷον σημεῖον ἐπὶ γραμμῆς, ὃ τοῦ μὲν αὐτῆς μέρους ἔσται πέρας, τοῦ δὲ ἀρχή. εἶεν. εἰ δὴ πάλιν καὶ δὶς βουληθείη τὴν κίνησιν τῆς χειρὸς διελεῖν, πότερον ταὐτῷ χρήσομαι νῦν, ᾧ καὶ πρότερον ἐχρησάμην, ἢ τῷ παρόντι νῦν, ὃ νῦν λέγω, μᾶλλον δὲ ὃ μὴ δύναταί τις εἰπεῖν; δῆλον οὖν, ὡς ἑτέρῳ καὶ τῷ παρόντι. τούτων δὴ τῶν νῦν τί μὲν πρότερον εἴποις ἂν, τί δὲ ὕστερον; ἢ πρὶν σε ἀποκρίνασθαι γέγραπται, ὅτι πρότερον μέν, ᾧ πρότερον ἐχρησάμην εἰς τὴν τομὴν τῆς κινήσεως, ὕστερον δέ, ᾧ μετὰ ταῦτα. διὰ τί οὖν πρότερον ἐκεῖνο τοῦδε; ἆρ’ ὅτι τῆς σελίδος ἐνθάδε γέγραπται, τὸ δὲ ἐνθάδε; εἰ οὖν μὴ γέγραπται ὅλως, οὐκ ἄν ἦν πρότερον, τὸ δὲ ὕστερον; ἀλλὰ γελοῖον. ἀλλὰ διὰ τί; φανερὸν οὖν, ὅτι τὸ μὲν πρότερον παρελήλυθε, τὸ δὲ ἐφεξῆς. ὅταν τοίνυν διαιρῶμεν τὴν κίνησιν καὶ τοῖς νῦν τέμνωμεν εἰς πολλά, τί ποιοῦμεν ἄλλο ἢ χρόνον ἐροῦμεν καὶ χρόνου μέρη; τὸ γὰρ παρελθὸν καὶ τὸ μέλλον, ἐξ ὧν ὁ χρόνος, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πρότερόν τε καὶ τὸ ὕστερον τῆς κινήσεως, ἃ τοῖς νῦν ἀεὶ διορίζεται καὶ ἀριθμεῖται ὡς ἄλλα καὶ ἄλλα. ταὐτὸν ἄρα χρόνος τε καὶ τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει, ὅταν διορίζηται καὶ ἀριθμῆται, διορίζεται δὲ οὐκ ἄλλως, ἢ ὅταν δύο προσπέσῃ τῇ ψυχῇ τὰ νῦν, τὸ μὲν ὡς πρότερον καὶ προτέρας κινήσεως πέρας, τὸ δὲ ὡς ὕστερον καὶ ὡς ὑστέρας, καὶ ὥσπερ ὅταν ἄκρα αὐτὰ καὶ ἕτερα τοῦ μέσου νοήσωμεν· ὅταν γὰρ ὁ νοῦς ἀνα|μνησθεὶς τοῦ νῦν, ὃ χθὲς εἶπεν, ἕτερον πάλιν εἴπῃ τὸ τήμερον, τότε καὶ χρόνον εὐθὺς ἐνενόησεν ὑπὸ τῶν δύο νῦν ὁριζόμενον οἷον ὑπὸ περάτων δυεῖν, καί, οὕτω λέγειν, ὅτι ποσόν ἐστι πεντεκαίδεκα ὡρῶν ἢ ἑκκαίδεκα, οἷον ἐξ ἀπείρου γραμμῆς πηχυαίαν δύο σημείοις ἀποτεμνόμενος. ἐξαρκεῖ μέντοι γε πολλάκις καὶ ἓν τὸ νῦν προσπεσεῖν τῇ ψυχῇ πρὸς τὸ γνωρίσαι χρόνον, ἀλλ’ οὐχ ἀπλῶς, ἀλλ’ ὅταν ὡς πέρας καὶ ἀρχή· γίνεται γὰρ καὶ τηνικαῦτα προτέρου τε καὶ ὑστέρου συναίσθησις· οὗ μὲν γὰρ πέρας, τοῦτο πρότερον· οὗ δὲ ἀρχή, τοῦτο ὕστερον· ὥστε δῆλόν ἐστιν, ὅτι πανταχόθεν ἡ τοῦ χρόνου φύσις ἀναφαίνεται τὸ εἷναι ἔχουσα ἐν τῷ διαλαμβάνεσθαι τὸ πρότερόν τε καὶ ὕστερον τῆς κινήσεως. τὸ πρότερον ἄρα καὶ τὸ ὕστερον ἐν κινήσει χρόνος ἐστίν, ὅταν διαλαμβάνηται ὡς ἄλλου καὶ ἄλλου, τουτέστιν ὅταν ἀριθμῆται· ὁ γὰρ ἀριθμὸς οὐχ ἑνὸς οὐδὲ ταὐτοῦ παντάπασίν ἐστιν, ἀλλὰ τοῦ ἔχοντος ἄλλο καὶ ἄλλο. οὐκ ἄρα ἡ κίνησις ὁ χρόνος ἐστίν, ἀλλὰ τὸ ἀριθμούμενον τῆς κινήσεως κατὰ τὸ πρότερόν τε καὶ ὕστερον. συνάγοντι δὴ τὰ εἰρημένα τὸν χρόνον ἀφοριστέον, ὅτι ἐστὶν ἀριθμὸς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον. ὅτι μὲν οὖν ἀριθμός, τοῦτο σημεῖον. πᾶν πλέον ἢ ἔλαττον ἀριθμῷ κρίνεται, ἀριθμὸς ἄρα τις ὁ χρόνος. ὅτι δὲ κατὰ τὸ πρότερον καὶ ὕστερον ἀναγκαίως προστεθείκαμεν, ἐκεῖθεν δῆλον· ἀριθμοῦνται γὰρ κινήσεις καὶ πλείους ἅμα ὡς ἐπὶ σοῦ, φέρε, ὅτι καὶ αὔξεις καὶ θερμαίνῃ καὶ προβαίνεις τόπον ἐκ τόπου καὶ ὅτι τρεῖς ἅμα κινήσεις κινῇ, ἀλλ’ οὐχ ὁ τοιοῦτος ἀριθμὸς τῆς κινήσεως χρόνος ἐστίν, ἀλλ’ ὁ κατὰ | τὸ πρότερόν τε καὶ ὕστερον. οὐ δεῖ δὲ θαυμάζειν, εἰ τὸ ἀριθμούμενον τῆς κινήσεως χρόνον εἰπόντες ἐν τῷ ὁρισμῶ τὸν ἀριθμὸν μετελάβομεν· λέγεται γὰρ καὶ τὸ ἀριθμούμενον ἀριθμός, ὡς καὶ τὸ μετρούμενον μέτρον· διχῶς γὰρ καὶ τὸ μέτρον, ᾧ μετροῦμεν, οἷον ἡ χοῖνιξ ἡ ξυλίνη καὶ ὁ χοεὺς ὁ κεράμειος, καὶ τὸ μετρούμενον ἀπ’ αὐτῶν, ὁ σῖτος ὁ ἐν τῇ χοίνικι καὶ ὁ οἶνος ὁ ἐν τῷ χοΐ· ἐσθίομεν γὰρ χοίνικα οὐ τὴν ξυλίνην καὶ χόα πίνομεν οὐ τὸν χαλκοῦν. οὕτως δὲ καὶ ἀριθμὸς οὐχ ὁ ἐκ τῶν μονάδων μόνον, ἀλλὰ καὶ ὁ ἀριθμούμένος· ἐκεῖνος μὲν γὰρ διωρισμένος καὶ οὐ συνεχὴς καὶ οὐδ’ ἂν τὴν οὐσίαν ἐσήμαινεν ἡμῖν τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἔργον καί τι ἐποίει, τὸ δὲ ἀριθμούμενον οὐδὲν κωλύει καὶ συνεχὲς εἶναι, ὡς τὸ ἑνδεκάπηχυ δόρυ. Γαληνῷ δὲ οὐ προσεκτέον οἰομένῳ τὸν χρόνον ἀφορίζεσθαι δι’ αὑτοῦ· πολλὰ γὰρ ἐξαριθμησάμενος σημαινόμενα τοῦ προτέρου τε καὶ ὑστέρου τὰ μὲν ἄλλα οὐκ ἐφαρμόζειν φησὶ τῷ ὁρισμῷ, τὸ κατὰ χρόνον δὲ μόνον, ὥστε εἶναι τὸν χρόνον ἀριθμὸν τῆς κινήσεως κατὰ χρόνον. ἀλλ’ ἰστέον, ὅτι τὸ πρότερον καὶ τὸ ὕστερον ἐν κινήσει οὐ διὰ τὸν χρόνον τὸ μὲν πρότερόν ἐστιν, τὸ δὲ ὕστερον, ἀλλὰ αὐτὸ μᾶλλον ποιεῖ τὸ ἐν χρόνῳ πρότερον καὶ ὕστερον, γίνεται δὲ ἐκ τοῦ κατὰ μέγεθος καὶ τὴν θέσιν, παρ’ οὗ καὶ τὸ συνεχὲς ἔχει· καὶ τοῦτο διαρρήδην φησὶν Ἀριστοτέλης· τὸ δὴ πρότερον τε καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστιν, ἐνταῦθα μὲν τῇ θέσει· ἐπειδὴ δὲ ἐν τῷ μεγέθει, | ἀνάγκη καὶ ἐν κινήσει. ἀλλὰ καἰ δεδόσθω μηδὲ ἄλλο σημαίνειν τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει ἡ τὸ κατὰ χρόνον, ὡς οἴεται, τί δὲ ἄτοπον ἐκ τοῦδε συμβαίνει; οὐδὲ γὰρ ἡμεῖς ἄλλο τι λέγομεν εἶναι τὸν χρόνον ἢ τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει, πᾶσα δὲ ἀνάγκη ταὐτὸν σημαίνειν τοὺς ὁρισμοὺς τοῖς ὀνόμασιν, ὥστε λανθάνει τοῦτο μεμφόμενος τοῦ λόγου, δι’ ὃ μᾶλλον ἐχρῆν αὐτὸν ἀποδέχεσθαι. Καὶ τὸ γίνεσθαι δὲ ἄλλον καὶ ἄλλον ἀεὶ τὸν χρόνον ὑπάρχει διὰ τὴν κίνησιν· ἀεὶ γὰρ ἡ κίνησις ἄλλη καὶ ἄλλη. ἀλλ’ ὅταν γε πλείους ἅμα γίνωνται κινήσεις, οἶον Ἀθήνῃσί τε καὶ Μεγαροῖ κἀν Κορίνθῳ, πῶς οὐκέτι πλείους γίνονται χρόνοι; ὅτι τὸ νῦν τὸ αὐτὸ πανταχοῦ. κατὰ τοῦτο δὲ καὶ τὸ ἕτερον καὶ ταὐτὸν νοεῖται τοῦ χρόνου καὶ εἷς μὲν χρόνος, ὅταν ἓν τὸ νῦν, πλείω δέ, ὅταν πλείω καὶ διαφέροντα, πλείω δὲ καὶ διαφέροντα γίνεται τὰ νῦν, ὅταν τὸ μὲν ὡς πρότερον, τὸ δὲ ὡς ὕστερον λαμβάνηται, ὃ καὶ ἀπορήσειεν ἄν τις, πῶς ποτε καὶ διαφέροντα γίνεται τὰ τοιαῦτα νῦν· μία γὰρ ἡ φύσις ἐν ἀμφοῖν ὑποφαίνεται, κἂν τὸ μὲν ὡς πρότερον νοῆται, τὸ δὲ ὡς ὕστερον, εἰ μὴ καὶ Σωκράτης ἕτερος, ὅταν ἐν Λυκείῳ καὶ ὅταν ἐν ἀγορᾷ, καθάπερ οἱ σοφισταὶ λαμβάνουσιν. ἢ ὥσπερ Σωκράτης τῷ μὲν ὑποκειμένω ταὐτόν, ἄν τε ἐνθάδε ἄν τε ἐκεῖσε μετακινῆται, τῷ λόγῳ δὲ ἕτερον οὐ γὰρ ταὐτὸν τὸ ἐν Λυκείῳ τε εἶναι καὶ τὸ ἐν ἀγορᾷ), οὕτως καὶ τὸ νῦν; ἓν μὲν τῇ φύσει καὶ τῇ οὐσίᾳ κατὰ τὸ ὑποκείμενον, διαφέρει δὲ τῷ λόγῳ· ἇλος γὰρ ὁ λό|γος τοῦ νῦν, ὃ πρὸς τοὺς ἵππους λέγει ὁ Ἕκτωρ νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, καὶ ἄλλος τούτου τοῦ νῦν γραφομένου. ἵνα γὰρ μᾶλλον μάθῃς, ὃ λέγω, μικρὸν ἄνωθεν ἀναληπτέον. Ἐλέχθη τῷ μὲν μεγέθει τὴν κίνησιν ἀκολουθεῖν, τῇ κινήσει δὲ τὸν χρόνον. εὔλογον τοίνυν καὶ τὰς ἀρχὰς τούτων καὶ οἷον τὰ ποιητικὰ καὶ τὰ γεννητικὰ ἀλλήλοις ἕπεσθαι· ποιητικὸν δὲ μεγέθους μὲν ἡ στιγμή, κινήσεως δὲ τὸ φερόμενον, χρόνου δὲ τὸ νῦν. ὥσπερ τοίνυν μία στιγμὴ καὶ ὁ λίθος εἷς, ἄν τε ἐνθάδε ἄν τε ἀλλαχοῦ μεταφέρηται, τῷ λόγῳ δὲ διαφέρει, οὕτω δὲ καὶ τὸ νῦν. τῷ γὰρ φερομένῳ ἀκολουθεῖ τὸ νῦν, ὥσπερ ὁ χρόνος τῇ φορᾷ, καὶ γνωρίζεται τὸ νῦν οὐκ ἄλλῳ τινὶ ἢ τῷ φερομένῳ· ἀριθμεῖται γὰρ τὸ πρότερόν τε καὶ ὕστερον τῆς κινήσεως κατὰ τὴν τοῦ φερομένου μετάβασιν· οὐ γὰρ ἂν διεκρίθη ταῦτα μένοντος τοῦ φερομένου, ἀλλ’ ἐπειδὴ τὸ φερόμενον ποτὲ μὲν κατὰ τὸν πρότερον γίνεται τόπον, ποτὲ δὲ κατὰ τὸν ὕστερον, διὰ τοῦτο καὶ τῆς κινήσεως γίνεται τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, τὸ δὲ ἀριθμούμενον πρότερόν τε καὶ ὕστερον τὸ νῦν ἐστίν, ὥστε καὶ ἐν τούτοις τῷ μὲν ὑποκειμένῳ ταὐτὸν τὸ πρότερον νῦν καὶ τὸ ὕστερον, τῷ λόγῳ δὲ ἕτερα· αὐτὸ γὰρ τὸ ἀριθμητὸν αὐτὸ εἶναι καὶ ὡς ἄλλο καὶ ἄλλο διαλαμβάνεσθαι δίδωσιν αὐτῷ τὴν κατὰ τὸν λόγον διαφοράν. ὥσπερ δὲ τῆς φορᾶς τὸ φερόμενον γνωριμώτερον (τόδε γάρ τί ἐστι καὶ οὐσία), οὕτως καὶ τοῦ χρόνου τὸ νῦν· ἐν ὑπάρξει γὰρ τοῦτο μόνον καὶ οἷον τόδε. φανερὸν δέ, ὅτι καὶ ἀλλήλοις | ἀντακολουθεῖ τὰ νῦν καὶ ὁ χρόνος καὶ ὅτι θατέρου μὴ ὄντος οὐδὲ θάτερόν ἐστιν· ὁ χρόνος γὰρ ἔσται τῶν νῦν ἀριθμῷ· οἷον γὰρ μονὰς τοὐ χρόνου τὸ νῦν· καὶ ὥσπερ ἡ μονὰς τῷ πάλιν καὶ πάλιν λαμβάνεσθαι ποιεῖ τὸν ἀριθμόν, οὕτω καὶ τὸ νῦν τὸν χρόνον, καὶ ὥσπερ ἡ μονὰς αὐτὴ μὲν ἀδιαίρετος, διαιρετὸν δὲ ποιεῖ τὸν ἀριθμόν, οὐτῶ καὶ τὸ νῦν πάλιν τὸν χρόνον· ἡ διαφορὰ δὲ ἐν τῷ τὸ τὴν μὲν συνεχές, τὴν δὲ διωρισμένον ποιεῖν. καὶ συνέχει δὴ τὸ νῦν χρόνον καὶ διαιρεῖ καθάπερ τὸ φερόμενον τὴν φοράν· καὶ γὰρ ἡ φορὰ μία καὶ συνεχὴς τῷ τὸ φερόμενον ἓν εἶναι, ἓν δὲ οὐχ ἁπλῶς· δύναται γὰρ ὡς μὲν τόδε τι καὶ σῶμα ἓν εἶναι οἷον λίθος ἢ ξύλον, ὡς φερόμενον δὲ μή, ἐὰν διαλιμπάνῃ κινούμενον· οὐκέτι γὰρ τότε μία καὶ συνεχὴς ἡ κίνησις καίτοι τοῦ φερομένου ἑνὸς ὄντος, ἀλλ’ ὅταν ὡς φερόμενον ἓν ὑπάρχῃ, τοῦτο δὲ ὅταν μὴ ἠρεμῇ μεταξύ· τότε γὰρ καὶ διορίζει τὴν προτέραν τε καὶ ὑστέραν κίνησιν καὶ πάλιν συνέχει, καθάπερ γε ἡ στιγμὴ τὴν γραμμήν· διαφέρει δέ, ὅτι τὴν μὲν στιγμὴν ἔστι τὴν αὐτὴν δὶς λαβεῖν ποτὲ μὲν ὡς πέρας, ποτὲ δὲ ὡς ἀρχήν ὑπομένει γὰρ καὶ ἐν θέσει τὸ εἶναι αὐτῇ), τὸ δὲ φερόμενον οὐκ ἔστι δὶς λαβεῖν ὡς φερόμενον· ἀεὶ γὰρ ἄλλο καὶ ἄλλο. καὶ ἄλλο δὲ οὐχ ὅτι ἕτερον ἑαυτοῦ, ἀλλ’ ὅτι ἐν ἄλλῳ καὶ ἄλλῳ· εἰ γὰρ ἐν ταὐτῷ δίς, ἀνάγκη στῆναι, κινεῖσθαι δὲ ὑπόκειται συνεχῶς. οὕτω δὴ καὶ τὸ νῦν οὐκ ἔσται δὶς λαβεῖν. εἰ οὗν μὴ ἔστι δὶς λαβεῖν τὸ νῦν, πῶς ἐν τῷ ἀριθμεῖσθαι τὸ | νῦν οὐχ ὡς τὸ αὐτὸ σημεῖον δὶς ἀρχήν τε καὶ τελευτήν, ἀλλ’ εἴπερ ἄρα, ὡς τὰ δύο πέρατα τῆς αὐτῆς γραμμῆς τοδὶ τοδί; ταῦτα δ’ ὁρίζει τὸ μεταξὺ διάστημα τῆς γραμμῆς ἕτερον καὶ ἕτερον ὄντα. οὕτω δὴ καὶ τὰ νῦν ἀριθμεῖται ὡς ἄλλο καὶ ἄλλο, τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον, δὶς δὲ ταὐτὸν λαβεῖν ἀμήχανον, ὥσπερ ἀμήχανον στῆσαι τὸν χρόνον. καὶ ἔτι φανερὸν, ὅτι οὐδὲ μόριον τὸ νυν του χρόνου· οὐδὲ γὰρ τὸ φερόμενον τῆς φορᾶς, οὐδὲ ἡ στιγμὴ τῆς γραμμῆς· γραμμῆς γὰρ μέρος γραμμὴ καὶ κινήσεως κίνησις καὶ χρόνου χρόνος. τίνος οὖν πέρας τὸ νῦν; πότερον τῆς κινήσεως ἢ τοῦ χρόνου; ἐλέγετο γὰρ ἐν τοῖς ἔμπροσθεν τὸ νῦν διαιρεῖσθαι τὴν κίνησιν· ἢ καθ’ αὑτὸ μέν ἐστι τοῦ χρόνου πέρας, τῷ δὲ τὸν χρόνον εἶναι ἄλλο μηδὲν ἢ τὸ ἀριθμούμενον τῆς κινήσεως κατὰ τὸ πρότερόν τε καὶ ὕστερον, ὅταν ὡς ἀριθμούμενον λαμβάνηται τὸ νῦν, τότε καὶ τῆς κινήσεως γίνεται πέρας; διὰ τοῦτο ἄρα αὐτῷ συμβέβηκε καὶ πέρατι εἶναι καὶ πανταχοῦ ἅμα εἶναι, αἴτιον δέ, ὅτι οὐχὶ κινήσεως ἐστιν καθ’ αὑτὸ πέρας (οὐ γὰρ ἐν ἐκείνῃ τῇ κινήσει μόνῃ, ἧς πέρας ἦν), ἀλλὰ χρόνου, ὃς ἐστιν τῆς κινήσεως· ἀριθμὸν δὲ ταὐτὸν ἅμα πλειόνων εἶναι ἐνδέχεται, οἷον τὴν δεκάδα ἵππων καὶ ξύλων. καίτοι ὁ χρόνος ἀριθμὸς οὐχ ὡς ὁ ἀριθμῶν, ἀλλ’ ὡς ὁ ἀριθμούμενος ἢ χρόνος πρὸς μοναδικὸν ἀριθμόν, ἀλλ’ ὅμως ἀναδέχεται μόνος τὸ τοῦ ἀριθμοῦντος ἰδίωμα· πανταχοῦ γὰρ ἅμα καὶ τῶν πολλῶν κινήσεων ἓν καὶ ταὐτὸν τὸ ἀριθμούμενον αὐξήσεως φορᾶς ἀλλοιώσεως. ταύτῃ μὲν οὖν ἱκανῶς ἐπιδέδεικται, ὅτι καὶ ἀριθμὸς | ὁ χρόνος καὶ κινήσεως ἀριθμὸς κατὰ τὸ πρότερον καὶ ὕστερον, δῆλον δέ, ὅτι καὶ συνεχής· ἡ γὰρ κίνησις ἡ σύμπασα γίνεται συνεχής. 12. Πῶς δὲ αὐτὸν ἀριθμὸν λέγοντες οὐκ ἀναγκαῖον θησόμεθα καὶ ἐλάχιστόν τινα χρόνον ποιεῖν; τὸ γὰρ ἐλάχιστον ἐν ἀριθμῷ οἷον ἡ δυάς· οὐ γὰρ εἰς ἄπειρον ἡ καθαίρεσις τοῦ ἀριθμοῦ· διώρισται γάρ. ἢ διττὸς ὁ ἀριθμός, ὁ μὲν ἐκ μονάδων, αὐτὸς δὲ καὶ ὁ ἐλάχιστος, ὁ δὲ οὐχ ἁπλῶς ἐκ μονάδων, ἀλλ’ ἐκ τῶν τοιῶνδε μονάδων, οἷον ἵππων ἢ γραμμῶν; λέγεται γὰρ ἀριθμὸς καὶ αἱ πέντε γραμμαὶ καὶ τὰ πέντε τρίγωνα. τὰ τοιαῦτα δὲ κατὰ μὲν τὸ πλῆθος ἕξει καὶ αὐτὰ τὸ ἐλάχιστον· ἐλάχιστον γὰρ δύο γραμμαί. κατὰ τοῦτο δὲ καὶ ἀριθμητά ἐστι τὰ τοιαῦτα, κατὰ μέγεθος δὲ οὐχ ἕξει· ἕκαστον γὰρ αὐτῶν εἰς ἀεὶ διαιρετόν. καὶ ὁ χρόνος τοίνυν αἱ δύο ὧραι, καθὸ μὲν συνεχής τίς ἐστιν· οὐχ ἕξει δὲ τὸ ἐλάχιστον, οὐ γὰρ ἀριθμεῖται κατὰ τοῦτο· καθὸ δὲ ὁρίζεται καὶ οἷον τέμνεται τῷ νῦν τῷ τε πρότερον καὶ τῷ ὕστερον, κατὰ τοῦτο δὲ ἀριθμητὸς καὶ τὸ ἐλάχιστον ἔχει. αἱ γὰρ δύο ὧραι τῷ μὲν ἀριθμῷ τὸ ἐλάχιστον ἕξουσι, τῷ μεγέθει δὲ οὕ. εἰκότως τοίνυν χρόνος καὶ πολὺς καὶ ὀλίγος καὶ μακρὸς καὶ βραχὺς λέγεται· ἄμφω γὰρ ἀναδέχεται καὶ τὰ τῶν συνεχῶν καὶ τὰ τῶν διωρισμένων. καθὸ μὲν συνεχής, μακρὸς καὶ βραχύς· καθὸ δὲ ἀριθμητός, καὶ οὕτως ἀριθμὸς πολὺς καὶ ὀλίγος, οὐκέτι μέντοι ταχὺς καὶ βραδύς· οὐδεὶς γὰρ ἀριθμὸς ταχὺς καὶ βραδὺς. εὐλόγως δὲ καὶ ἅμα | μὲν ὁ αὐτὸς πανταχοῦ, ὁ δὲ πρότερος καὶ ὕστερος χρόνος οὐκέτι οἱ αὐτοὶ πρὸς ἀλλήλους· καὶ γὰρ ἡ κίνησις ἡ μὲν παροῦσα μία, ἡ δὲ γεγενημένη καὶ ἡ μέλλουσα ἕτεραι. ἔπειτα ἀριθμὸς ὁ χρόνος οὐχ ᾧ ἀριθμοῦμεν, ἀλλ’ ὁ ἀριθμούμενος. μούμενος. * * * ὁ αὐτὸς ἐν πᾶσιν οἷον ἡ δεκάς, ἄν τε ἵππων ἄν τε ἀνθρώπων λαμβάνηται, τὰ δὲ ἀριθμούμενα οὐ τὰ αὐτὰ οἱ δέκα ἄνθρωποι καὶ οἱ δέκα ἵπποι. ἀριθμεῖται δὲ καὶ ὁ χρόνος κατὰ τὸ πρότερόν τε καὶ ὕστερον, ὥστε εἰκότως ἕτερα ταῦτα. ἔτι ὡς ἐνδέχεται κίνησιν εἶναι] τὴν αὐτὴν καὶ μίαν εἶναι πάλιν, οὕτω καὶ χρόνον ἐνδέχεται οἷον ἔαρ ἢ μετόπωρον· ἡ μὲν οὐσία τοῦ χρόνου τοιαύτη· τὸ γὰρ τῆς κινήσεως πρότερόν τε καὶ ὕστερον ἀριθμούμενα χρόνος ἐστίν, ἔχοντι δὲ αὐτῷ τὸ εἶναι ἐν τούτῳ συμβέβηκε προηγουμένως μὲν τὴν κίνησιν μετρεῖν, κατὰ συμβεβηκὸς δὲ καὶ ὑπ’ αὐτῆς ἀντιμετρεῖσθαι· οὐ γὰρ μόνον λέγομεν πολλὴν τὴν κίνησιν τὴν ἐν τῷ πολλῷ χρόνῳ, ἀλλὰ καὶ χρόνον πολύν, ἐν ᾧ ἡ πολλὴ κίνησις. ὥσπερ οὖν καὶ ἐπὶ τῶν ἄλλων μέτρων ἀπάντων· ἀντιμετρεῖται γὰρ ὑπὸ τῶν μετρουμένων τὰ μέτρα· τῷ γὰρ τῶν πυρῶν μεδίμνῳ κρίνομεν τὸ ξύλινον μέδιμνον, εἰ μὴ μεῖζον ἢ ἔλαττόν ἐστιν, καὶ τῇ κοτύλῃ τοῦ οἴνου τὴν χαλκῆν ἀντιμετροῦμεν κοτύλην, καὶ τί θαυμαστὸν ἐπὶ τῶν συνεχῶν μέτρων τοῦτο συμβαίνειν, ὁπότε καὶ αὐτὸς ὁ μοναδικὸς ἀριθμὸς τρόπον τινὰ ὑπὸ τῶν ἀριθμουμένων ἀνταριθμεῖται; ὥσπερ γὰρ τὰ δέκα δέκα ἵππους φαμέν, οὕτως καὶ τὰς μονάδας λέγομεν δέκα, ὅτι δέκα ἵπποις ἰσώθησαν. μήποτε γὰρ οὐδ’ ἂν εἰς ἔννοιαν ἤλθομεν τῶν δέκα μὴ τὸν ἕνα ἵππον καὶ τὸν ἕνα ἵππον καὶ τὸν ἕνα ἄνθρωπον τοσαυτάκις λαμβά|νοντες. καὶ τοῦτο εὐλόγως συμβέβηκε τὸ μετρεῖν τε καὶ ἀντιμετρεῖσθαι τὸν χρόνον· ἀκολουθεῖ γάρ, ὥσπερ ἐλέχθη, τῷ μὲν μεγέθει ἡ κίνησις, τῇ κινήσει δὲ ὁ χρόνος. ὥσπερ οὖν ἡ κίνησις ἔχει πρὸς μέγεθος, οὕτως καὶ ὁ χρόνος πρὸς τὴν κίνησιν, καὶ ὥσπερ ἡ κίνησις μετρεῖ τὸ μέγεθος, καὶ ἀντιμετρεῖται ὑπ’ αὐτοῦ. πολλὴν γάρ φαμεν τὴν ὁδόν, ἐὰν ἡ πορεία πολλή, καὶ πολλὴν τὴν πορείαν, ἐὰν ἡ ὁδὸς πολλή. ὁμοίως δὲ καὶ τὴν κίνησιν πολλήν, ἐὰν ὁ χρόνος, καὶ τὸν χρόνον, ἐὰν ἡ κίνησις. πῶς οὖν μετρεῖ τὴν κίνησιν ὁ χρόνος; ἢ τῷ μέρος αὐτῆς ἀφορίσαι, ὃ καταμετρήσει τὴν ὅλην, ὥσπερ ὁ πῆχυς τὸ μῆκος τῷ λαβεῖν τι μῆκος, ὃ καταμετρήσει τὸ ὅλον. ἡ γὰρ ὥρα τί ἐστιν ἄλλο ἢ τοσήδε κίνησις τοῦ ἡλίου; καὶ ὁ μὴν καὶ τὸ ἔτος. ἐπειδὴ δέ ἐστιν ἡ κίνησις ἐν χρόνῳ τῷ καταμετρεῖσθαι τὸ εἶναι αὐτῆς ὑπὸ τοῦ χρόνου οὐ γὰρ ἄλλο τὸ εἶναι τῆς κινήσεως ἢ τὸ γίγνεσθαι ᾧ συμπαρεκτείνεται ὁ χρόνος καὶ ὃ καταμετρεῖ), δῆλον ὅτι καὶ τοῖς ἄλλοις τὸ εἶναι ἐν χρόνῳ ἐστὶν τὸ καταμετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου. τό γὰρ ἐν χρόνῳ διττόν ἐστιν, ἕν μὲν τὸ εἶναι τότε, ὅτε ὁ χρόνος ἐστίν, ἕτερον δὲ ὥσπερ ἔνια λέγομεν, ὅτι ἐν ἀριθμῷ ἐστίν. ἀλλὰ καὶ οὗτος ὁ τρόπος διπλοῦς· ἢ γὰρ οὕτως ἐν ἀριθμῷ, ὅτι μέρος ἢ πάθος ἀριθμοῦ, ὡς τὸ ἄρτιον τὰ δύο καὶ τὸ περιττόν· ἢ ὅτι ἐστὶν αὐτῶν ἀριθμός, ὡς οἱ δέκα ἵπποι καὶ οἱ δέκα βόες ἐν ἀριθμῷ. εἰ οὖν ἀριθμὸς ὁ χρόνος, δῆλον ὡς καὶ τὰ ἐν χρόνῳ ὄντα ἐν ἀριθμῷ ἐστι. τὸ μὲν οὖν νῦν καὶ τὸ πρότερον οὕτως ἐν χρόνῳ καὶ ἀριθμῷ, ὡς ἐν τῷ μοναδικῷ ἡ | μονὰς καὶ τὸ περιττόν· τὰ μὲν γὰρ τοῦ ἀριθμοῦ, τὰ δὲ τοῦ χρόνου συμβεβηκότα· τὰ δὲ πράγματα οὕτως ἐν χρόνῳ ἐστίν, ὡς ἐν τῷ ἀριθμῷ οἱ δέκα ἵπποι. ὥσπερ τοίνυν ἀεὶ τῶν οὕτως ἐν ἀριθμῷ λεγομένων πλείων τίς ἐστιν ἀριθμός· ὡρισμένος γὰρ ὁ ὁρισμός· οὕτως καὶ τῶν ἐν χρόνῳ ὄντων τοῦτον τὸν τρόπον ἀεὶ πλείων ἐστὶν ὁ χρόνος· καὶ γὰρ ὁ χρόνος ἀριθμός τις. εἰ δὲ τοῦτο, τὰ ἐν χρόνῳ ὄντα περιέχεται ὑπὸ τοῦ χρόνου, ὥσπερ καὶ τὰ ἐν ἀριθμῷ ὄντα περιέχεται ὑπὸ τοῦ ἀριθμοῦ καὶ τὰ ἐν τόπῳ ὄντα περιέχεται ὑπὸ τοῦ τόπου καὶ τοῦτό ἐστι τὸ κυρίως σημαινόμενον ὑπὸ τοῦ ἐν χρόνῳ. τὸ δὲ λέγειν ἐν χρόνῳ εἶναι, ἐπειδὴ τότε ἐστίν, ὅτε ὁ χ·ρόνος ἐστίν, καὶ τὸ ἐν κινήσει εἶναι, ἐπειδὴ τότε ἐστίν, ὅτε κίνησίς ἐστιν, οὐδὲν διαφέρει τοῦ λέγειν καὶ τὸν οὐρανὸν ἐν κέγχρῳ εἶναι, ἐπειδὴ τότε ἐστίν, ὅτε καὶ ἡ κέγχρος ἐστίν. ἀλλὰ τὸ μὲν ἅμα εἶναι πολλοῖς συμβέβηκεν, τὸ δὲ εἶναι θάτερον ἐν θατέρῳ τὸ περιέχεσθαί ἐστιν ὑπὸ τοῦ ἑτέρου τὸ ἕτερον. τούτοις μέντοι γε ἀκολουθεῖ καὶ τὸ ἅμα εἶναι, ἀλλ’ οὐκ ἐπειδὴ ἅμα, διὰ τοῦτο ἐν ἀλλήλοις· ἀλλ’ ἐπειδὴ καὶ ἐν ἀλλήλοις, διὰ τοῦτο καὶ ἅμα. τοῦτό τε δὴ συμβέβηκε τοῖς ἐν χρόνῳ καὶ τὸ λέγεσθαι, ὅτι πάσχει τι ὑπὸ τοῦ χρόνου· εἰώθαμεν γὰρ λέγειν, ὅτι κατατήκει ὁ χρόνος καὶ γηράσκει πάντα ὑπὸ τοῦ χρόνου καὶ ἐπιλανθάνεται διὰ τὸν χρόνον· οὐ γὰρ ὁμοίως λέγομεν γίνεσθαι ὑπὸ τοῦ χρόνου τὴν οἰκίαν καὶ φθείρεσθαι, ἀλλὰ γίνεσθαι μὲν ὑπὸ τοῦ οἰκοδόμου ἐν χρόνῳ, φθείρεσθαι δὲ καὶ ἐν χρόνῳ καὶ ὑπὸ χρόνου· καὶ μανθάνειν μὲν ὑπὸ τοῦ διδάσκοντος ἐν χρόνῳ, ἐκλανθάνεσθαι δὲ | ὑπὸ τοῦ χρόνου μόνον· οὐδὲν γὰρ ἕτερον ἐπὶ τούτων αἴτιον θεωρεῖται. εὐλόγως δὲ καθ’ αὑτὸν ὁ χρόνος φθορᾶς αἴτιος λέγεται· ἀριθμὸς γὰρ κινήσεως, ἡ δὲ κίνησις ἐξίστησι τὸ προυπάρχον. εἰ δὲ ταῦτα λέγεται καλῶς, φανερὸν ὅτι τὰ ἀεὶ ὄντα ᾗ ἀεὶ ὄντα οὐκ ἔστιν ἐν χρόνῳ· οὐ γὰρ περιέχεται ὑπὸ χρόνου οὐδὲ πάσχει τι ὑπὸ χρόνου (οὔτε γὰρ συναλλοιοῦται αὐτῷ οὕτε συμπάρεισιν)· οὐκοῦν οὐδὲ μετρεῖται τῶν τοιούτων τὸ εἶναι ὑπὸ τοῦ χρόνου οὐδὲ ὁρίζεται οὔτε περιττεύει τις τῆς οὐσίας αὐτῶν χρόνος, ἀλλὰ τοὐναντίον παντὸς τοῦ ληφθέντος χρόνου τὸ εἶναι αὐτῶν περιττεύει. πῶς οὖν ἡ κίνησις ἐν χρόνῳ; καίτοι δέδεικται ἀίδιος καὶ δειχθήσεται. ἢ ὅτι ἀεὶ ἄλλη καὶ ἄλλη καὶ οὐδέποτε κατ’ ἀριθμὸν ἡ αὐτή, ἀλλὰ συμπάρεισι καὶ συνετεροιοῦται τῷ χρόνῳ, μᾶλλον δὲ ὁ χρόνος ταύτῃ καὶ δεῖται ἀλλήλων πρὸς τὴν ὕπαρξιν, ὥστε εἰ καὶ μὴ περιττεύει τῆς κινήσεως ὁ χρόνος, μηδὲ οὕτως αὐτὴν περιέχει, ἀλλ’ ὅτι γε ἀλλήλοις συνήρμοσται, διὰ τοῦτό ἐστιν ἡ κίνησις ἐν τῷ χρόνῳ. Ἐπειδὴ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως, ἔσται καὶ ἠρεμίας μέτρον στέρησις γὰρ ἡ ἠρεμί κινήσεως)· τοῖς δὲ αὐτοῖς κρίνομεν τάς τε ἕξεις καὶ τὰς στερήσεις, οἷον ὄμμασι φῶς καὶ σκότος καὶ ἀκοῇ φωνήν τε καὶ ἡσυχίαν· ὥστε καὶ ἠρεμίαν ἐν χρόνῳ, οὐ πάντως δέ, ἐπειδὴ ἐν χρόνῳ, διὰ τοῦτο καὶ ἐν κινήσει· οὐ γὰρ κίνησις ὁ χρόνος, ἀλλ’ ἀριθμὸς κινήσεως καὶ συμβεβηκός τι. οὐκ ἔστι δ’, εἰ ἔν τῳ εἶναι | συμβέβηκέ τι, ἤδη καὶ ἐν ᾧ τοῦτο συμβέβηκεν· οὐ γὰρ εἴ τι ἐν ἡμέρᾳ, ἤδη καὶ ἐν τῇ φορᾷ τοῦ ἡλίου. τὸ τοίνυν ἠρεμοῦν ἐν κινήσει μὲν οὐκ ἐνδέχεται εἶναι, ἐν ἀριθμῷ δὲ κινήσεως· λέγομεν γάρ, ὅτι ὁ κάμνων ἐν τοσῷδε ἠρέμησε χρόνῳ· οὐχ ὥσπερ δὲ τὴν κίνησιν μετρεῖ καθ’ αὑτὴν ὁ χρόνος, οὕτω καὶ τὴν ἠρεμίαν, ἀλλὰ κατὰ συμβεβηκός· τῷ γὰρ κίνησιν ἄλλην μετρεῖν. ἡ γὰρ νὺξ μέτρον μὲν καθ’ αὑτὴν τῆς φορᾶς τοῦ ἡλίου τῆς ὑπὸ γῆν, κατὰ συμβεβηκὸς δὲ καὶ τῆς ἡσυχίας τῶν ζῴων, ἠρεμεῖν δὲ λέγεται οὐ τὰ πάντη ἀκίνητα, ἀλλὰ τὰ πεφυκότα μὲν κινεῖσθαι, ἐστερημένα δὲ νῦν τῆς κινήσεως· τῶν γὰρ οὕτως ἀκινήτων ὡς ἠρεμούντων πλείων ἐστὶν ὁ χρόνος καὶ διὰ τοῦτο εἰκότως τὰ ἠρεμοῦντα ἐν χρόνῳ λέγεται ἠρεμεῖν, ὅτι ὁ χρόνος αὐτῶν ἐστιν τῆς ἠρεμίας, μετρήσει δὲ ὁ χρόνος τὸ κινούμενον καὶ τὸ ἠρεμοῦν, ᾗ τὸ μὲν κινεῖται τὸ δὲ ἠρεμεῖ· τὴν γὰρ κίνησιν αὐτῶν καὶ τὴν ἠρεμίαν πόση τις. οὐχ ἀπλῶς οὖν μετρητὸν τὸ κινούμενον ὑπὸ τοῦ χρόνου· οὐδὲ γὰρ ὁ ἥλιος ἁπλῶς μετρητὸς ὑπὸ χρόνου· τὸ γὰρ εἶναι αὐτοῦ οὐ μετρητὸν ὑπὸ χρόνου, ἀλλ’ ἡ κίνησις αὐτοῦ, καθὸ ποσή τίς ἐστιν. δεῖ δὲ μὴ λανθάνειν, ὅτι μέτρον μὲν καὶ κινήσεως καὶ ἠρεμίας λέγεσθαι δύναιτ’ ἄν ὁ χρόνος, ἀριθμὸς δὲ κινήσεως μόνης· τὸ γὰρ πρότερον καὶ τὸ ὕστερον, ὧν ἀριθμός ἐστιν ὁ χρόνος, ἐν κινήσει μέν ἐστιν, ἐν ἠρεμίᾳ δὲ οὔ· οὐ γὰρ καὶ ταύτῃ ἐν μεταστάσει τὸ εἷναι ἀπὸ προτέρου τινὸς ἐπί τι ὕστερον, ὥστε φανερὸν ἐκ τῶν εἰρημένων, ὅτι, ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ, ταῦτα οὐ μετρεῖται ὑπὸ χρόνου· ὁ γὰρ χρόνος κινήσεως μόνης καὶ ἠρεμίας μέτρον ἐστίν. | ἕπεται δὲ τούτοις τὸ μήτε τὰ ἀεὶ μὴ ὄντα εἶναι ἐν χρόνῳ, οἷον ὅσα μὴ ἐνδέχεται ἄλλως, ὥσπερ καὶ τὴν διάμετρον σύμμετρον εἶναι τῇ πλευρᾷ· οὐδὲ γὰρ κινεῖται ταῦτα οὐδὲ ἠρεμεῖ· κινήσεως δὲ μόνης καὶ ἠρεμίας μέτρον ὁ χρόνος τῆς μὲν καθ’ αὑτήν, τῆς δὲ κατὰ συμβεβηκός. ὅσα μὲν οὖν φθαρτὰ καὶ γενητὰ καὶ ἁπλῶς ὅσα ὁτὲ μὲν ὄντα ὁτὲ δὲ μή, ἀνάγκη ταῦτα ἐν χρόνῳ εἶναι· ἔστι γὰρ ὁ χρόνος τις πλείων, ὃς ὑπερέχει τοῦ εἶναι αὐτῶν καὶ τοῦ μετροῦντος τὴν οὐσίαν αὐτῶν. τῶν δὲ μὴ ὄντων ὅσα μὲν περιέχει ὁ χρόνος, ταῦτα ἐν χρόνῳ· περιέχει δὲ ἢ ὁ παρελθὼν ἢ ὁ μέλλων ἢ καὶ ἀμφότερὸι. ἃ μὲν οὖν ὁ παρελθών, ταῦτ’ ἦν οἷον Ὅμηρος, ἃ δὲ ὁ μέλλων, ταῦτα ἔσται οἷον ἔκλειψις, ἃ δὲ ἄμφω, ταῦτα καὶ ἦν καὶ ἔσται οἷον ὁ πόλεμος ὁ Περσικός· ὅσα δὲ μὴ περιέχει, ταῦτα δὲ οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται, ἔτι δὲ τὰ τοιαῦτα τῶν μὴ ὄντων, ὅσων τὰ ἀντικείμενα ἀεί ἐστιν, οἷον τὸ ἀσύμμετρον εἶναι τὴν διάμετρον ἀεί ἐστιν, καὶ οὐκ ἔσται τοῦτο ἐν χρόνῳ, οὐ τοίνυν οὐδὲ τὸ σύμμετρον, διότι ἐναντίον ἐστὶν τῷ ἀεὶ ὄντι· ὧν δὲ τὰ ἁ τικείμενα μὴ ἀεί, ταῦτα δὲ δύναται καὶ εἶναι καὶ μὴ εἶναι καὶ ἔστι γένεσις καὶ φθορὰ αὐτῶν. 13. Τὸ δὲ νῦν λέγεται διχῶς κυρίως τε καὶ ἐν πλάτει. περὶ δὲ τοῦ κυρίως λεγομένου πρῶτον λεκτέον. ἔσται δὲ τοῦτο καθάπερ καὶ πρότερον εἴρηται, ᾧ καὶ συνέχεται ὁ χρόνος καὶ διαιρεῖται· καὶ γὰρ συνέχει τὸν χρόνον τὸν παρεληλυθότα καὶ τὸν ἐσόμενον (συνάπτουσι γὰρ πρὸς κοινὸν τοῦτον ὅρον ἀμφότεροι), καὶ αὖθις διαιρεῖ καθάπερ καὶ τὸ σημεῖον τὴν γραμ|μήν. διαφέρει δέ, ὅτι τὸ μὲν σημεῖον ὑπομένει, τὸ δὲ νῦν οὔ, ἀλλ’ ἀεὶ ἄλλο καὶ ἄλλο, καὶ τὸ μὲν ἐνεργείᾳ διαιρεῖ τὴν γραμμήν, τὸ δὲ δύναμει τὸν χρόνον· οὐδὲ γὰρ ὅλως ἐνεργείᾳ ληφθῆναι δύναται (προλαμβάνει γὰρ ἀεὶ τὸν βουληθέντα αὐτὸ λαβεῖν), ἀλλὰ μόνῃ τῇ ἐπινοίᾳ. καθὸ μὲν τοίνυν διαιροῦν λαμβάνεται καὶ ὡς τοῦ μὲν πέρας, τοῦ δὲ ἀρχή, δύο γίνεται τῷ λόγῳ (οὑ γὰρ ταὐτὸν τὸ πέρατι καὶ τὸ ἀρχῇ εἶναι, εἰ καὶ ἄμφω περὶ ὑποκείμενον), καθὸ δὲ ὡς συνέχον, κατὰ τοῦτο ἓν ἀκριβῶς κατά τε τὸ ὑποκείμενον καὶ τὸν λόγον. καθάπερ ἐπὶ τῶν μαθηματικῶν γραμμῶν ἡ στιγμή· εἰ μὲν διαιροῦσαν αὐτὴν λαμβάνοιμεν, ἄλλη καὶ ἄλλη τῷ λόγῳ καὶ τῇ νοήσει, εἰ δὲ ὡς συνέχουσαν, μίαν καὶ τὴν αὐτήν· οὕτω δὴ καὶ τὸ νῦν τῷ μὲν ὑποκειμένῳ πάντως ἕν, τῷ λόγῳ δὲ ἓν καὶ οὐχ ἕν, ἕν μέν, ὅταν ὡς συνέχον λαμβάνηται, οὐχ ἓν δέ, ὅταν ὡς διαιροῦν, δυνάμει δὲ ταὐτά. καὶ αὕτη πρὸς τὴν στιγμὴν διαφορά, ἄμφω γὰρ περὶ ταύτην καὶ τὸ διαιρεῖν καὶ τὸ συνέχειν, τὸ δ’ εἶναι οὐ ταὐτὸν τῷ τε διαιροῦντι καὶ τῷ συνέχοντι. τὸ μὲν οὖν κυρίως νῦν τοῦτό ἐστιν. Λέγεται δὲ καὶ ἄλλως τὸ νῦν. ὁ γὰρ ἐφ’ ἑκάτερα παρακείμενος τῷ τοιούτῳ χρόνος ὅ τε παρελθὼν καὶ ὁ μέλλων καὶ ἐγγὺς ὢν καὶ αὐτὸς λέγεται νῦν κατὰ τὴν γειτνίασιν πρὸς τὸ ἀκριβῶς νῦν. ἥξει γὰρ ὁ δεῖνα νῦν, ὅτι τήμερον, καὶ ἦλθε νῦν, ὅτι τήμερον· τὰ δ’ ἐν Ἰλίῳ οὐ γέγονε νῦν, οὐδὲ ὁ κατακλυσμὸς νῦν, καίτοι συνεχὴς ὁ χρόνος εἰς ταῦτα, ἀλλ’ ὅτι πόρρω τοῦ παρόντος νῦν. Τὸ δὲ ποτὲ χρόνος ὡρισμένος ὑπὸ τοῦ παρόντος νῦν καὶ τοῦ προτέρου καὶ τοῦ ὑστέρου, οἷον ποτὲ ἐλήφθη Τροία καὶ ποτὲ ἔσται κατακλυσμός. δεῖ γὰρ πεπεράνθαι καὶ ὡρίσθαι πρὸς τὸ νῦν τὸ πρότερον νῦν καὶ τὸ ὕστερον, ἐφ’ ὧν τὸ ποτὲ λέγεται. σημεῖον δέ· ἐφ’ ὧν γὰρ ὁρίσαι οὐ δυνάμεθα, οὐ λέγομεν εἰδέναι πότε· εἰ δὴ πᾶς ὁ λαμβανόμενος χρόνος τὸ ποτὲ κατηγορούμενον ἔχει, πᾶς ὁ λαμβανόμενος ὥρισται. ἆρ’ οὖν ὑπολείψει ποτὲ ἡ οὔ, ἐπείπερ οὐδὲ ἡ κίνησις; ἄλλος οὖν ἢ ὁ αὐτὸς πολλάκις; ἢ δῆλον ὅτι ὡς ἄν ἡ κίνησις, οὕτως καὶ ὁ χρόνος; εἰ μὲν γὰρ ἡ αὐτὴ καὶ μία γίνεταί ποτε, ἔσται καὶ ὁ χρόνος εἷς καὶ ὁ αὐτός· εἰ δὲ μή, οὐκ ἔσται. δῆλον δὲ ἐκ τοῦ νῦν, ὅτι ἄλλος καὶ ἄλλος· ἐπεὶ γὰρ τὸ νῦν ἅμα ἀρχὴ καὶ τελευτή, δῆλον ὅτι ἄλλου καὶ ἄλλου· οὐ γὰρ δὴ τοὺ αὐτοῦ· ἅμα γὰρ εἴη περὶ ταὐτὸ τὰ ἀντικείμενα. καὶ οὐχ ὑπολείψει δὴ ὁ χρόνος, ἀεὶ γὰρ ἐν ἀρχῇ· ἀεὶ δὲ ἐν ἀρχῇ, ὅτι καὶ ἀεὶ ἐν τῷ νῦν. Τὸ δὲ ἤδη ἐγγύς ἐστι τοῦ παρόντος νῦν ἀτόμου, μέρος τοῦ μέλλοντος χρόνου. πότε βαδίζει; ἤδη, ὅτι ἐγγὺς ὁ χρόνος ἐν ᾧ μέλλει. καὶ τοῦ παρελθόν- τος χρόνου αὖ τὸ μὴ πόρρω τοῦ νῦν. πότε βεβάδικας; ἤδη, ὅτι τήμερον ἢ χθές. τὸ δὲ Ἴλιον φάναι ἤδη ἑαλωκέναι οὐ λέγομεν, ὅτι λίαν πόρρω τοῦ νῦν. Καὶ τὸ ἄρτι τὸ ἐγγὺς τοῦ παρόντος νῦν μόριον τοῦ παρελθόντος· πότε ἦλθες; ἄρτι, καὶ ἐὰν ἦ ὁ χρόνος ἐγγὺς τοῦ ἐνεστῶτος νῦν. πάλαι δὲ τὸ πόρρω. τὸ δὲ ἐξαίφνης λέγεται μὲν καὶ ἐπὶ τῶν ἀπροσδοκή|τως γιγνομένων, λέγεται δὲ μάλιστα ἐπὶ τῶν ἐν ὀλίγῳ χρόνῳ καὶ διὰ σμικρότητα σχεδὸν ἀναισθήτως ἐξισταμένων. ἐπειδὴ δὲ ἐν τῷ χρόνῳ πάντα καὶ τὰ γινόμενα γίνεται καὶ τὰ φθειρόμενα φθείρεται, εἰκότως οἱ μὲν σοφώτατον, οἱ δὲ ἀμαθέστατον λέγουσιν εἶναι τὸν χρόνον· Σιμωνίδης μὲν γὰρ σοφώτατον, ὅτι γίνονται ἐπιστήμονες ὑπὸ χρόνου, Πάρων δὲ ἀμαθέστατον, ὅτι καὶ ἐπιλανθάνονται ὑπὸ χρόνου, πολὺ λέγων οὗτος ὀρθότερον· μεταβολὴ γὰρ πᾶσα φύσει ἐκστατικόν. δῆλον οὖν, ὅτι φθορᾶς μᾶλλον αἴτιος καθ’ αὑτόν ἐστιν ἢ γενέσεως, καθάπερ ἐλέχθη καὶ πρότερον· καὶ γὰρ ἡ κίνησις καὶ ἡ μεταβολὴ καθ’ αὑτὴν μὲν ἐξίστησι τοῦ προϋπάρχοντος· ἐπειδὴ δ’ ἐνίοτε συμβαίνει τισὶν ἐξισταμένοις τῆς προτέρας αὑτῶν οὐσίας μεταβάλλειν εἰς ἑτέραν, τούτοις ἄν καὶ γενέσεως αἰτία γίνοιτο κατὰ συμβεβηκὸς ἥ τε κίνησις καὶ ὁ ταύτης ἀριθμός, λέγω δέ, ὅτι τοῖς μὲν γινομένοις οὐ μόνον ὁ χρόνος ἀρκεῖ πρὸς τὴν γένεσιν, ἀλλὰ προσδεῖταί τινος ἐνεργείας, ὑφ’ ἧς γίνεται, οἷον τέχνης ἢ φύσεως ἢ διδασκαλίας ἢ πράξεως, τοῖς δὲ φθειρομένοις αὐτὸς ἀρκεῖ μόνος πρὸς τὴν φθοράν, κἄν ἔξωθεν αἰτία μηδεμία προσῇ, ὡς τοῖς ἐν χρόνῳ σηπομέ- νοις. καὶ ταύτην μάλιστα λέγειν εἰώθαμεν ὑπὸ τοῦ χρόνου γίνεσθαι τὴν φθοράν. οὐ μὴν οὐδὲ ταύτην ὁ χρόνος ποιεῖ, ἀλλὰ συμβαίνει καὶ τὴν τοιαύτην ἐν χρόνῳ γίγνεσθαι τὴν μεταβολήν· ἡ δὲ ἑκάστου φύσις καὶ ἡ ὑποκειμένη ὕλη καὶ τούτοις τῆς φθοράς αἰτία· μέτρα γὰρ ἑκάστου τῶν γενέσει ὑπὸ τῆς φύσεως ἐστιν | ὡρισμένα καὶ αὐξήσεως καὶ ἀκμῆς καὶ παρακμῆς. ὅτι μὲν οὖν ἔστιν ὁ χρόνος καὶ τί καὶ ποσαχῶς λέγεται τὸ νῦν καὶ τὸ ποτὲ καὶ τὸ ἄρτι καὶ τὸ ἤδη καὶ τὸ πάλαι καὶ τὸ ἐξαίφνης, εἴρηται· 14. τούτων δὲ ἡμῖν οὕτω διωρισμένων φανερόν, ὅτι πᾶσα μεταβολὴ καὶ πᾶν τὸ κινούμενον ἀνάγκη κινεῖσθαι ἐν χρόνῳ· τὸ γὰρ θᾶττον καὶ τὸ βραδύτερον κατὰ πᾶσάν ἐστι μεταβολήν, τὸ δὲ θᾶττον οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πρότερον μεταβάλλον εἰς τὸ ὑποκείμενον· λέγω δὲ ὑποκείμενον, εἰς ὃ ἡ κίνησις γίνεται, οἷον τόπον ἢ σχῆμα ἢ πάθος. ἵνα γὰρ σαφέστερον εἴπωμεν, ἐπὶ τῆς κατὰ τόπον φορᾶς, ὅταν τὸ ἴσον διάστημα δύο τινὰ κινῆται κίνησιν ὁμαλήν, θᾶττον λέγεται κινεῖσθαι τοῦτο, ὃ πρότερον διέξεισι τὸ διάστημα. δεῖ δὲ καὶ τὸ διάστημα ταὐτὸν ὑποκεῖσθαι τοῖς κινουμένοις οἷον εὐθεῖαν ἢ περιφερῆ γραμμὴν ἀμφοτέροις καὶ ὁμαλὴν τὴν κίνησιν ἄμφω κινεῖσθαι. οὕτως γὰρ ἄν τὸ θᾶττον γνωρίζοιτο τῷ πρότερον ἐφικέσθαι τοῦ πέρατος, ἐπεὶ παρὰ τὴν θατέρου τούτων διαφορὰν συμβαίη ποτ’ ἄν καὶ τὸ βραδύτερον κινούμενον πρότερον μεταβάλλειν καὶ τὸ θᾶττον ὕστερον. ἀλλὰ τούτων μὲν ἔξωθεν ἠκριβολογείσθω. ὅτι δ’ οὖν ἡ πᾶσα κίνησις τὸ θάττον ἔχει καὶ τὸ βραδύτερον, ὃ τὸ πρότερόν ἐστιν καὶ τὸ ὕστερον, ἐν χρόνῳ ἐστίν· πρότερον γὰρ καὶ ὕστερον λέγεται κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν· τὸ γὰρ νῦν ὅρος τοὐ παρελθόντος καὶ τοῦ μέλλοντος· ὥστε, ἐπεὶ τὸ νῦν ἐν χρόνῳ, <καὶ τὸ πρότερον καὶ ὕστερον ἐν ἔστα· ἐν ᾧ γὰρ τὸ νῦν, καὶ ἡ τοῦ νῦν | ἀπόστασις. δῆλον ὡς, ὅπερ λέγομεν, ἀληθές· εἰ γὰρ πᾶσα κίνησις τὸ πρότερον καὶ τὸ ὕστερον ἔχει, ταῦτα δὲ ἐν χρόνῳ, καὶ πᾶσα κίνησις ἐν χρόνῳ. Διὰ τί δὲ ὁ χρόνος ἐν παντὶ δοκεῖ εἶναι καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ καὶ ἐν οὐρανῷ; ὅτι κινήσεως τι πάθος ἢ ἕξις ἐστίν· τὸ γὰρ ἀριθμούμενον αὐτῆς ὁ χρόνος, τὰ δὲ προειρημένα πάντα κινητά· ἐν τόπῳ γὰρ ἅπαντα ἢ καθ’ ὅλα ἢ κατὰ μόρια καὶ συνέζευκται ἀλλήλοις ἥ τε κίνησις καὶ ὁ χρόνος, ὥστε ἐν οἷς ἐκείνη, καὶ οὗτος. τὸ δὲ ὅπερ λέγω δυνάμει καὶ ἐνεργείᾳ. ὅσα μὲν γὰρ δυνάμει κινητά, δυνάμει καὶ ἐν χρόνῳ ἐστίν, ὡς τὰ ἠρεμοῦντα· ὅσα δὲ ἐνεργείᾳ, ἐνεργείᾳ ἐν τῷ χρόνῳ. ἀλλ’ εἰ τὸ ἀριθμούμενον τῆς κινήσεως χρόνος ἐστίν, ἆρα, εἰ τὸ ἀριθμοῦν μὴ εἴη, δυνατὸν εἶναι τὸ ἀριθμούμενον; εἰ δὲ μηδὲν ἄλλο πέφυκεν ἀριθμεῖν ἢ ψυχὴ καὶ ψυχῆς ὁ νοῦς, ἆρα μὴ οὔσης ψυχῆς δυνατὸν εἶναι τὸν χρόνον; εἰ τοίνυν διχ’ ὡς λέγεται ὁ ἀριθμός, τό τε ἀριθμητὸν καὶ τὸ ἀριθμούμενον, τὸ μέν, τὸ ἀριθμητόν, δηλαδὴ δυνάμει, τὸ δὲ ἐνεργείᾳ, ταῦτα δὲ οὐκ ἂν ὑποσταίη μὴ ὄντος τοῦ ἀριθμήσοντος μήτε δυνάμει μήτε ἐνεργείᾳ, φανερὸν ὡς οὐκ ἄν ὁ χρόνος εἴη μὴ οὔσης ψυχῆς. καίτοι φησί γε ὁ Βοηθὸς ‘οὐδὲν κωλύει τὸν ἀριθμὸν εἶναι καὶ δίχα τοῦ ἀριθμοῦντος’, ὥσπερ οἶμαι τὸ αἰσθητὸν καὶ δίχα τοῦ αἰσθανομένου. σφάλλεται δέ· ἅμα γὰρ τὰ πρός τι καὶ τὰ δυνάμει πρὸς τὰ δυνάμει, ὥστε εἰ μὴ καὶ ἀριθμητικόν, οὐδὲ τὸ ἀριθμητόν, ἀλλ’ ᾧ συμβέβηκεν ἀριθμητῷ εἶναι, τοῦτο εἶναι ἐνδέχεται καὶ χωρὶς τοῦ ἀριθμοῦντος, οὐ μὴν ἀριθμη|τόν, οὐδὲ ὡς ἀριθμητόν, ὥστε κίνησιν μὲν ἐνδέχεται εἶναι καὶ χωρὶς τοῦ ἀριθμεῖσθαι, τὸ δὲ πρότερον αὐτῆς καὶ τὸ ὕστερον διαλαμβάνεσθαί τε καὶ διακρίνεσθαι, ὧν ἡ διάληψις καὶ διάκρισις καὶ ἀριθμὸς τὸν χρόνον ποιεῖ, πῶς δυνατὸν μὴ οὔσης ψυχῆς; μᾶλλον δὲ οὐδὲ κίνησιν εἶναι δυνατὸν ἄνευ ψυχῆς· ἀρχὴ μὲν γὰρ πάσης κινήσεως ἡ κυκλοφορία· ὑπὸ γὰρ ταύτης ἀλλοιοῦται τὰ πάθη τὰ σωματικὰ καὶ αὔξει καὶ φθίνει, αὕτη δὲ ὑπὸ νοῦ καὶ κατ’ ὄρεξιν. καὶ τῶν ζῴ ὢν δὲ ἡ κίνησις ψυχῆς ἔργον ἐστίν, πάσης δὲ κινήσεως ἀριθμὸς ὁ χρόνος· πᾶσα γὰρ κίνησις ἔχει καὶ τὸ πρότερον καὶ τὸ ὕστερον, εἴγε συνεχὴς καὶ μία οὐ μόνον ἡ κατὰ τόπον φορά, ἀλλὰ καὶ αὔξησις καὶ φθίσις καὶ γένεσις καὶ ἀλλοίωσις. πῶς οὖν οὐχ ἅμα πλείους οἱ χρόνοι, ὅταν ἅμα πλείους κινήσεις; εἴγε πάσης κινήσεως ἀριθμὸς ὁ χρόνος ἢ τὸ νῦν ταὐτὸν ἐν πάσαις καὶ ἓν κατ’ ἀριθμόν, κἄν ἡ μὲν φορά, ἡ δὲ ἀλλοίωσις ᾖ. τὸ δὲ νῦν ἐστιν ἐν πάσαις τὸ ἀριθμούμενον καὶ τὸ πρότερόν τε καὶ ὕστερον λαμβανόμενον, ὥστε εἰ τοῦτο ταὐτὸν ἐν πάσαις, εἰκότως ὁ αὐτὸς ἐν πάσαις ὁ χρόνος. εἰ μὲν γὰρ ἄλλως συμβεβηκὸς ἦν ταῖς κινήσεσιν ὁ χρόνος, εὐλόγως ἂν ἐκείναις συνδιῃρεῖτο· ὥσπερ γὰρ τὸ λευκὸν ἢ μέλαν τοῖς σώμασιν· ἐπειδὴ δὲ καὶ τὸ ἀριθμούμενον αὐτῶν ἐστιν καὶ τὸ ποσόν, οὐδὲν κωλύει τοῦτο ταὐτὸν εἶναι καὶ ἓν ἐν τοῖς πλείοσιν. ὥσπερ δὲ καὶ ἐπὶ τοῦ μοναδικοῦ ἀριθμοῦ ταὐτόν ἐστιν οἶμαι τὸ ἀριθμούμενον, κἀν πλείω τὰ ἀριθμητὰ καὶ διαφέροντα ἀλλήλων ὑπάρχωσιν (οἱ μὲν γὰρ κύνες, οἱ δὲ ἵπποι, ἑκάτεροι δὲ ἑπτά, ταὐτὸν τὸ ἀριθμούμενον), | οὕτως δὲ καὶ τῶν κινήσεων τῶν ἅμ ὁ αὑτὸς χρόνος, ἀλλ’ οὐχ ἡ αὐτὴ ταχυτής, οὐδὲ ὁ αὐτὸς τόπος· οὐ γὰρ δὴ κατὰ ταὐτὰ ἀριθμούμενοι τὸν χρόνον ποιοῦσι, λέγω δὲ τάχος ἢ βραδυτῆτα ἢ διαφοράν τινα ἑτέραν, οἷον εἰ ἡ μὲν ἀλλοίωσις, ἡ δὲ φορά, ἡ δὲ αὔξησις εἴη, ἀλλὰ κατὰ μόνον τὸ πρότερον καὶ ὕστερον, ὅπερ ταὐτὸν ἐν πάσαις ταῖς ἅμα. ἃ μὲν οὖν Ἀριστοτέλης φησί, ταῦτά ἐστιν· ἃ δ’ ἄν τις ἀπορήσειε πρὸς τὰ εἰρημένα, εἰς κοινὸν προκείσθω σκοπεῖν. Εἰ τὸ πρότερόν <τε καὶ ὕστερον> πρῶτόν ἐστιν ἐν τῷ μεγέθει διαστήματι, ἐφ’ οὗ ἡ κίνησις, εἶθ’ οὕτως ἐν τῷ χρόνῳ, πῶς ἐπὶ τῆς αὐξήσεως καὶ τῆς ἀλλοιώσεως τὸ πρότερόν τε καὶ ὕστερον; οὐ γὰρ ἐν διαστήματί γε αὗται, οὐδὲ ποθέν ποι [ἄλλο], ἀλλὰ ὁλόκληρον τὸ σῶμα θερμαίνεται κατ’ ὀλίγον καὶ ὁλόκληρον αὐξάνεται. πόθεν οὖν ἐπὶ τούτων ἕξει τὸ πρότερόν τε καὶ ὕστερον ὁ χρόνος, ὥσπερ ἐπὶ τῆς φορᾶς ἐκ τοῦ διαστήματος καὶ τῆς θέσεως; πῶς δὲ μὴ ἔχων παρ’ αὐτῶν τὸ πρότερόν τε καὶ ὕστερον τὸν ἀριθμὸν αὐτῶν ἕξει; ἀλλ’ ἴσως ἐπὶ μὲν τῆς αὐξήσεως ἐξείποι τις ἂν εἶναι τὸ ποθέν ποι· ἀπὸ γὰρ τοῦ ἐλάττονος εἰς τὸν μείζονα τόπον ἡ μεταβολή· ἐπ’ ἀλλοιώσεως δὲ καὶ γενέσεως καὶ φθορᾶς τί ἐροῦμεν; ἄντι|κρυς γὰρ ἐπὶ τούτων ἐξ αὑτοῦ τὸ πρότερόν τε καὶ ὕστερον ὁ χρόνος οἴσει. ἢ τοίνυν μόνην μετρεῖ προηγουμένως τὴν κατὰ τόπον κίνησιν, ἢ εἰ καὶ τὰς ἄλλας προηγουμένως, οὐδὲν προσδεῖται τοῦ τῇ θέσει προτέρου τε καὶ ὑστέρου. ἔπειτα εἰ κοινὸς πάσης κινήσεως ἀριθμός, ὁ χρόνος φαίνεται οὐ παρὰ τῆς κινήσεως τὸ εἶναι ἔχων· εἰ γὰρ μὴ παρὰ τῆσδε ἢ τῆσδε, οὐδὲ παρὰ κινήσεως ὅλως· ἄτοπον γὰρ τὸ λέγειν, ὅτι τὸ πρότερόν τε καὶ ὕστερον ταὐτὸν ἐν πάσαις κινήσεσιν· αὐτὸ γὰρ τοῦτο ζηιητέον ἐστί, πῶς ταὐτὸ τὸ νῦν, πότερον γένει ἢ εἴδει ἢ ἀριθμῷ. εἰ μὲν γὰρ γένει ἢ εἴδει, πλείω δήπου κατ’ ἀριθμόν· εἰ δὲ ἓν ἀριθμῷ, πῶς τῶν κατ’ ἀριθμὸν διαφερόντων ἓν κατ’ ἀριθμὸν πάθος; οὕτως δὲ καὶ αὐτὸς ὀνομάζει τὸν χρόνον τῆς κινήσεως· ἀμήχανον γάρ ταὐτὸν καὶ ἓν κατ’ ἀριθμὸν ὑπάρχειν πλείοσιν. οὕτως γὰρ ἂν ἓν ἅμα καὶ οὐχ ἓν γενήσεται· ὡς, εἰ πλείω τὰ νῦν ἐπὶ τῶν πλειόνων κινήσεων, ἐπὶ τῶν ἅμα τὰ ἅμα, πρᾶγμα οὐδ’ εἰς ἐπίνοιαν ἐλθεῖν δυνάμενον· εἰ δὲ μή, ταὐτὸν οὐδέν ἐστι τῆς κινήσεως ὁ χρόνος· οὐδὲ γὰρ ἐκεῖνο ἔχοι ἄν τινα λόγον, ὅτι ὥσπερ τὸ ἀριθμούμενον ταὐτὸν ἐν τοῖς δέκα ἵπποις καὶ τοῖς δέκα προβάτοις, οὕτως καὶ ἐν ταῖς κινήσεσιν· οὐδὲ γὰρ ταὐτὸν τὸ ἀριθμούμενον εἰ μὴ τῷ λόγῳ | μόνον, ὅτι ὅπερ] ἄμφω δέκα, ὅπερ ἡμετέρα ἐπίνοια καὶ θεωρία τοῦ ἐν τοῖς διαφέρουσιν ὁμοίως· ὑπόστασις δὲ οὐδεμία καθ’ ἑαυτήν. τοῦτο δὲ ἐπὶ τοῦ χρόνου πῶς εὔλογον ἔννοιαν εἶναι τῆς ἡμετέρας ψυχῆς τὸν χρόνον, φύσιν δὲ οἰκείαν μὴ ἔχειν, ὥσπερ ἔοικεν ἐνδώσειν Ἀριστοτέλης, ὅταν συγχωρῇ μὴ οὔσης ψυχῆς μηδὲ τὸν χρόνον ὑπάρχειν, ἐπεὶ καὶ τὸ μέτρον καὶ τὸ ἀριθμὸν λέγειν τὸν χρόνον τοιαύτην ἐστὶν ἐπίνοιαν ἐνδιδόντος. ὥσπερ γάρ φησι Βοηθός, οὐδὲν μέτρον ὑπὸ τῆς φύσεως γίνεται, ἀλλ’ ἡμέτερον ἤδη καὶ τὸ μετρεῖν καὶ τὸ ἀριθμεῖν ἔργον ἐστίν. ταῦτα μὲν οὖν ἐξετάζειν πολλάκις τε χρῆν καὶ ἀβασανίστως μὴ παραδέχεσθαι, ἀλλ’ ἐπειδὴ μετρεῖται ἕκαστον τῶν μετρητῶν ἑνὶ συγγενεῖ, μονάδες μονάδι, γραμμαὶ γραμμῇ, μετρητόν τε καὶ ὁ χρόνος, δῆλον ὡς καὶ ὁ χρόνος ἂν ὑπό τινος ὡρισμένου χρόνου μετροῖτο. τίς οὖν οὗτος, ἐπισκεπτέον. φανερὸν τοίνυν, ὅτι καὶ οὗτος κινήσεως τινος ἔσται μέτρον. πᾶς γὰρ χρόνος μέτρον κινήσεως· εἰ δὴ λάβοιμέν τινα κίνησιν, ἣ τῶν ἄλλων κινήσεων ἔσται μέτρον, δῆλον ὅτι καὶ ὁ ταύτης χρόνος τοῦ χρόνου μέτρον φανήσεται. τίς οὖν αὕτη ἡ κίνησις; ἀλλοίωσις μὲν οὖν ἢ αὔξησις ἢ γένεσις οὐ πάντη εἰσὶν ὁμαλεῖς, φορὰ δέ ἐστι καὶ φοράς ἡ τοῦ παντὸς κυκλοφορία, ἅμα δὲ καὶ γνωριμώτατος ὁ ταύτης ἀριθμός. αὕτη ἄρα μέτρον ἐστὶν τῶν κινήσεων, μέτρον δὲ γίνεται ἀριθμηθεῖσα ὑπό τινος χρόνου καὶ γενομένη τοσήδε· ὁ γὰρ ἐνιαυτὸς καὶ ὁ μὴν καὶ ἡ ἡμέρα χρόνου τε ὀνόματα καὶ ὅροι τοσῆσδε κινήσεως, | οἷον ἡ ὥρα χρόνος † χρόνος μέν ἐστιν, ὁρίζεται δὲ τοσήνδε κίνησιν τῆς περιφορᾶς τοῦ παντὸς καὶ τοῦ ἡλίου, ὁρίσασα δὲ μέτρον αὐτὴν πασῶν εἶναι ἐποίησε τῶν κινήσεων· καὶ οὐ μόνον τῶν κινήσεων, ἀλλὰ καὶ τοῦ χρόνου τοῦ πλείονος. αὐτὸς γὰρ μετρεῖ τὸν χρόνον· μέτρον γὰρ ἡ μὲν ὥρα τῆς ἡμέρας, ἡ δὲ ἡμέρα τοῦ μηνός, ὁ δὲ μὴν τοῦ ἐνιαυτοῦ, αὐτὸν δὲ ἀντιμετρεῖ πάλιν ἡ τοσήδε περιφορά. τοῦτο δὲ καὶ ἐκ τῆς ἐναργείας δῆλόν ἐστιν. χρόνου μὲν γὰρ μέτρα ἐνιαυτοὶ μῆνες ἡμέραι ὧραι, ταῦτα δὲ τοσαίδε κινήσεις τῆς τοῦ ἡλίου περιφοράς. οὐκ ἀλόγως οὖν ἔδοξέ τισι χρόνον εἶναι τὴν κίνησιν τῆς περιφορᾶς τοὐ οὐρανοῦ, ὅτι ταύτῃ μετροῦνται αἱ ἄλλαι κινήσεις καὶ τῷ αὐτῆς χρόνῳ. πόσον χρόνον τὸ Ἴλιον ἑάλω; δέκα ἔτεσι, τοῦτο δέ ἐστι τοσαίδε περιφοραὶ τοῦ ἡλίου. διὰ τοῦτο δὲ καὶ τὸ εἰωθὸς λέγεσθαι οὐ φαύλως λελέξεται κύκλον εἶναι τἀνθρώπεια πράγματα, τοῦτο δέ, ὅτι πάντα χρόνῳ κρίνεται καὶ λαμβάνει ἀρχὴν καὶ τελευτήν, ὥσπερ κατά τινα περίοδον τοῦ χρόνου· ὁ δὲ χρόνος κύκλος εἶναι δοκεῖ, διότι τοιαύτης φορᾶς ἐστι μέτρον καὶ ἀντιμετρεῖται ὑπ’ αὐτῆς, οὐδὲν δὲ ἄλλο δοκεῖ εἶναι τὸ μετρούμενον ἢ πολλὰ μέτρα, οἷον πολλοὶ πήχεις τὸ στάδιον.

---

Themistius, In Aristotelis Physica Paraphrasis, ed. Maxmilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2001.tlg039.local001/.
