Ancient Greek
ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Ε ΦΥΚΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ.
Themistius, In Aristotelis Physica Paraphrasis ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Ε ΦΥΚΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ..1
Not analysed yet
1. ἐπεὶ δὲ τὰ μὲν καθ’ αὑτὰ μεταβάλλει, τὰ δὲ κατὰ συμβεβηκός, τὰ δὲ κατὰ μόριον, ἀνάγκη ταῦτα προδιελέσθαι. τὰ μὲν οὖν κατὰ συμβεβηκὸς μεταβάλλοντα τοιαῦτά ἐστιν, οἷον ὅταν λέγωμεν τὸ μουσικὸν βαδίζειν ἡ ψύχεσθαι ἢ θερμαίνεσθαι· οὐ γὰρ ᾗ μουσικός, ἀλλ’ ᾧ συμβέβηκεν εἶναι μουσικῷ, οὗτος βαδίζει. πάλιν ὁ τόπον ἐκ τόπου, κατὰ συμβεβνκὸς δὲ καὶ οὗτος· ἐν ᾧ γάρ ἐστιν, τοῦτο καθ’ αὑτὸ μεταβάλλει· κατὰ μόριον δὲ ταῦτα κινεῖσθαι λέγεται καὶ μεταβάλλειν· ὑγιάζεται γὰρ τὸ σῶμα, ὅτι ὁ ὀφθαλμὸς ἢ θώραξ. καθ’ αὑτὰ δὲ ἐκεῖνα μόνα κινεῖται, ἃ μήτε κατὰ συμβεβηκὸς μήτε κατὰ μόριον μεταβάλλει, ὡς ὁ ἵππος τρέχει καὶ ἅπτεται τὸ ἱμάτιον καὶ θερμαίνεται ὅλον τὸ ξύλον καὶ ὁ ὀφθαλμὸς ὑγιάζεται· οὐ γὰρ πάντα πᾶσαν κίνησιν καθ’ αὑτὸ κινητά, ἀλλὰ τὰ μὲν μεταβαίνει μόνον, ὡς τὰ οὐράνια, τὰ δὲ ἀλλοιοῦται μόνον, ὡς ὁ θώραξ, ὡς ὁ ὀφθαλμός· εἴποις δ’ ἄν καὶ τῶν |κινούντων τὰ μὲν κατὰ συμβεβηκὸς κινεῖν, ὡς τὸν μουσικὸν οἰκοδομεῖν. τὰ δὲ κατὰ μέρος, ὡς τὸν ἀλοῦντα κινεῖν τὴν μύλην, τὰ δὲ καθ’ αὑτά, ὅσα κατὰ μηδένα τούτων τῶν τρόπων. πέντε δὲ τούτων περὶ τὰ καθ’ αὑτὰ κινούμενα θεωρουμένων, τοῦ κινοῦντος, τοῦ κινουμένου, τοῦ χρόνου, ἐν ᾧ ἡ κίνησις, ἐξ οὗ μεταβάλλει, εἰς ὅ, ἐν τίνι τούτων ἡ κίνησις; ὅτι μὲν οὖν οὐκ ἐν τῷ κινοῦντι, προαπεδείξαμεν, καὶ ὅτι μηδὲ ἐν τῷ χρόνῳ, ἀλλ’ οὐδ’ ἐξ οὗ γίνεται ἡ μεταβολή, οἷον ὅταν ἐκ λευκοῦ μελαίνηται· οὐδὲ γὰρ ὀνομάζεται ἡ κίνησις ἐξ ἐκείνου, ἀλλ’ ἐκ θατέρου μᾶλλον, εἰς ὃ πρόεισι καὶ μεταβάλλει οὕτω γὰρ μελαίνεσθαι λέγεται, ὅτι εἰς μέλαν μεταβάλλει), καὶ οὐ λευκαίνεσθαι καίτοι ἐκ λευκοῦ· διὰ τοῦτο γὰρ καὶ ἡ φθορὰ οὕτως ὀνομάζεται, ὅτι εἰς τὸ μὴ ὂν <καίτοι ἐξ ὄντος καὶ ἡ γένεσις εἰς ὂν> καίτοι ἐκ μὴ ὄντος. λείπεται τοίνυν ἐν ποτέρῳ τοῖν δυεῖν ἡ κίνησις, εἴτε ἐν τῷ κινουμένῳ καθ’ αὑτὸ εἴτε ἐν τοῖς εἴδεσι καὶ τοῖς πάθεσιν, εἰς ἃ γίνεται ἡ μεταβολή. ἱκανῶς μὲν οὖν καὶ πρότερον ἐπεδείξαμεν, ὡς ἡ κίνησις ἐν μόνῳ τῷ κινουμένῳ, ἐξήρκει δὲ καὶ τοῦ ὁρισμοῦ τῆς κινήσεως ὑπομνήσαντας ἀπηλλάχθαι (ἔφαμεν γὰρ τὴν κίνησιν ἐντελέχειαν εἶναι τοῦ κινητοῦ), ὅμως δὲ ἄξιον ἐπισκέψασθαι, εἰ ἔστιν ὅλως κίνησις ἐν τοῖς εἴδεσι καὶ τοῖς πάθεσιν ἢ τοῖς τόποις, εἰς ἃ τὰ κινούμενα ἅπαντα κινεῖται. ἀλλὰ περὶ μὲν τῶν τόπων, ὅτι ἀκίνητοι, δῆλόν ἐστιν· μεμνήμεθα γὰρ αὐτῶν τῆς πρὸς τὰ ἀγγεῖα διαφορᾶς. δόξειε δ’ ἂν τὰ πάθη κινήσεις εἶναι οἷον λευκότης μελανία θερμότης ψυχρότης· εἰ δὲ |τοῦτο ἀληθὲς ἐπὶ τῶν τοιούτων, ἡ κίνησις εἰς κίνησιν ἄν εἴη μεταβολή. οὕτω δὲ ἔσται τι, καὶ ὅτε μεταβέβληκεν, ἔτι κινούμενον, εἴγε εἰς κίνησιν μεταβέβληκεν, ἡ ὅτε γέγονεν ἐν κινήσει, μηκέτι εἶναι κινούμενον. ἀλλὰ δῆλον, ὡς οὐ κατ’ αὐτὰ τὰ πάθη κίνησις, ἀλλὰ τὸ πάσχειν καὶ ἡ κατ’ αὐτὰ μεταβολὴ καὶ οὐχ ἡ λευκότης, ἀλλ’ ἡ λεύκανσις. ὅτι μὲν οὖν οὐ κινεῖται οὐδὲ ἔχει κίνησιν οὐδὲ εἶδος οὐδὲν οὔτε πάθος, δῆλον ἐκ τούτων· κινεῖν δὲ λέγεται ἔνια τῶν εἰδῶν, οἷον ἡ ψυχὴ τὸ ζῷον, ἡ βαρύτης τὸν λίθον, ἀλλ’ ὅμως οὐδὲ ταῦτα κινεῖται καθ’ αὑτά, ἡνίκ’ ἄν εἰς αὐτὰ γένηται ἡ μεταβολή· οὐ γὰρ ἡ βαρύτης πήγνυσι τὴν λιθουμένην ἀναθυμίασιν. εἰ δ’ ἄρα, †κἀκεῖνοι ἤ τινα ἐξ ἀνάγκης. ἀλλ’ ὅτι γε ἡ κίνησις ἐν τοῖς κινουμένοις οὐκ ἐν τοῖς κινοῦσίν ἐστιν, ὁ λόγος ἐξεύρετο. τοῦτο μὲν οὕτως ἡμῖν διωρίσθω· προσθετέον δὲ ἔτι καὶ ταῦτα τοῖς ἄλλως φιλομαθέσιν, ὡς τὸ κατὰ συμβεβηκὸς καὶ τὸ κατὰ μέρος καὶ τὸ καθ’ αὑτὸ καὶ περὶ τούτων λέγεται, εἰς ἃ γίνεται ἡ μεταβολή, οἷον τὸ λευκαινόμενον εἰς τὸ νοούμενον μεταβάλλει κατὰ συμβεβηκός τῷ γὰρ χρώματι συμβέβηκε τὸ νοεῖσθαι), εἰς δὲ χρῶμα κατὰ μέρος μέρος γὰρ τοῦ χρώματος τὸ λευκόν)· καὶ εἰς τὴν Εὐρώπην κατὰ μέρος, ὅτι εἰς Ἀθήνας, εἰς μέντοι τὸ λευκὸν χρῶμα ἢ εἰς Ἀθήνας καθ’ ἑαυτό. πῶς μὲν οὗν καθ’ αὑτὸ κινεῖται καὶ πῶς κτὰ συμβεβηκὸς. καὶ πῶς κατὰ μόριον, καὶ ὅτι ἡ κίνησις οὐκ ἐν τῶ εἴδει ἀλλ’ ἐν τῶ κινουμένῳ, φανερὸν ἐκ τῶν εἰρημένων. τὴν μὲν οὖν κτὰ συμβεβηκὸς μεταβολὴν καταλειπτέον· οὐ γὰρ 1 ἐν ὡρισμένοις ἐστίν, ἀλλὰ πάντα εἰς ἅπαντα μεταβάλλειν δύναται καὶ ταύτῃ, οἷον καὶ τὸ χρῶμα εἰς μέγεθος καὶ τὸ μουσικὸν εἰς μέλαν· ἄε ἴ’ τε δύναται περὶ ἕκαστον θεωρεῖσθαι τῷ πολλὴ καὶ ἄπειρος εἶναι· εἴποις γὰρ ἄν ἀεὶ τὴν λευκότητα μεταβάλλειν, καὶ ὅταν μεταβαίνῃ τὸ σῶμα καὶ ὅταν ψύχηται καὶ ὅταν ὑγραίνηται καὶ ὅταν καίηται. διὰ ταῦτ’ οὗν ἀφείσθω, λέγομεν δὲ περὶ τῆς καθ’ αὑτὸ μεταβολῆς. αὕτη τοίνυν ἐν ὡρισμένοις· ἀεὶ γὰρ εἰς ἐναντία καὶ ἐξ ἐναντίων καὶ ἐξ ἀντιφάσεως ὅλως· τὸ γὰρ λευκὸν ἐκ μέλανος ἢ ξανθοῦ ἢ ὅλως ἐκ τοῦ οὐ λευκοῦ. καὶ τοῦτο μὲν ἐκ τῆς ἐπαγωγῆς ἂν βεβαιώσαιο. μὴ θορυβείτω δὲ ὑμᾶς, εἰ πρότερον τὰς μεταβολὰς διορίσαντες ἐξ ἀντικει- μένου εἰς ἀντικείμενα γίνεσθαι νῦν καὶ μεταξὺ παρειλήφαμεν· χρῆται γὰρ καὶ τούτοις ὡς ἐναντίοις τὰ ἐξ αὐτῶν μεταβάλλοντα· ἐπεὶ γὰρ τὰ μεταξὺ κατὰ μίξιν τε καὶ κρᾶσίν πὼς τῶν ἐναντίων, ὅταν εἰς θάτερόν τι τῶν ἐναντίων ἐκ τοῦ μεταξὺ μεταβάλλῃ, οὐ καθὸ τούτου μετέχει, γίγνοιτο ἄν ἡ μεταβολή οὐδὲ γὰρ εἰς αὐτὸ μεταβάλλει), ἀλλὰ καθὸ τοῦ ἐναντίου· ψύχεται γὰρ τὸ χλιαρὸν οὐ καθόσον μετέχει ψυχρότητος, ἀλλὰ καθόσον ἔνεστιν ἐν αὐτῷ καὶ θερμότης. διὸ καὶ τὸ μέσον πρὸς τὰ ἄκρα κἀκεῖνα πρὸς τοῦτο λέγεταί πὼς ἐναντία, ὡς ἡ μέση βαρεῖα πρὸς τὴν νήτην καὶ ὀξεῖα πρὸς τὴν ὑπάτην καὶ τὸ φαιὸν λευκὸν πρὸς τὸ μέλαν καὶ μέλαν πρὸς τὸ λευκόν. τούτων τοίνυν οὕτως διωρισμένων καὶ πάσης μεταβολῆς ἔκ τινος εἴς τι γινομένης, ὡς καὶ τοὔνομα ἐμφαίνει σαφῶς, τετραχῶς ἂν μεταβάλλοι τὸ μεταβάλλον· ἡ γὰρ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον ἢ ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκεί|μενον ἢ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον ἢ οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον. λέγω δὲ ὑποκείμενον μὲν τὸ καταφάσει δηλούμενον, κατάφασιν δὲ τὸ θερμόν, τὸ ψυχρόν, τὸ μέλαν, τὸ λευκόν, τὸ ὑπάρχον ὅλως. εἰ δὲ τὸ ὑποκείμενον ἡμῖν κατάφασιν σημαίνει, δῆλον ὡς τὸ μὴ ὑποκείμενον ἀπόφασιν ἄν σημαίνοι, ὥστε ἀναγκαῖον τῶν εἰρημένων τρεῖς εἶναι τὰς πάσας μεταβολάς, τὴν μὲν ἐκ καταφάσεως ἀρχομένην εἰς ἀπόφασιν δὲ τελευτῶσαν, τὴν δὲ ἀνάπαλιν, τὴν δὲ ἐκ καταφάσεως εἰς κατάφασιν· ὁ γὰρ λοιπὸς τρόπος ἀδύνατος διὰ τὸ μὴ εἶναι κατ’ ἀντίθεσιν· οὔτε γὰρ ἀντίθεσις τοῦτο (ἀποφάσεις γάρ εἰσιν ἄμφω) οὔτε ἐναντία (καταφάσει γὰρ δηλοῦται τὰ ἐναντία). λέγεται τοίνυν ἐκ μὴ λευκοῦ γίνεσθαι τὸ λευκόν, λέγεται καὶ μὴ ἐξ ὕδατος τὸ ὕδωρ. ἄμφω μὲν οὗν οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον καὶ ἐξ ἀποφάσεως εἰς κατάφασιν, ἀλλ’ ὅρα τὴν διαφοράν· φημὶ γὰρ ἐν τῷ τὸ μὲν λευκὸν οὐχ ἁπλῶς γίνεσθαι καὶ τὸ μουσικόν, ἀλλὰ τὸν ἄνθρωπον γίνεσθαι λευκὸν καὶ μουσικόν, τὸ δὲ ὕδωρ ἀπλῶς γίνεσθαι· οὐκ ἔχω γὰρ εἰπεῖν, τί γίνεται ὕδωρ, ὡς εἶχον ἐπὶ τοῦ λευκοῦ καὶ τοῦ μουσικοῦ, ὅτι ὁ ἄνθρωπος ἢ ὅτι Καλλίας, εἰ μή τι ἄρα τὴν ὑποκειμένην ὕλην τοῖς σώμασι· ταύτην γὰρ ἂν φαίημεν γίγνεσθαι ὅδωρ, ἀλλ’ οὐκ ἔστιν αὕτη τόδε, ὡς Καλλίας ὁ γινόμενος μουσικὸς καὶ λευκός. ἆρ’ οὖν σοι δοκοῦσιν μηδὲν ἀλλήλων διαφέρειν αἱ δύο γενέσεις ἥ τε τοῦ λευκοῦ καὶ ἡ τοῦ ὕδατος; ἢ διοριζόμενος ἀκριβῶς τὴν μὲν οὐδὲ γένεσιν ἂν εἴποις ἀπλῶς, ἀλλά τινα γένεσιν καὶ τοιάνδε οὐ γὰρ ὁλόκληρον ποιεῖ τὴν οὐσίαν), τὴν δὲ γένεσιν ἁπλῶς καὶ κυρίως· |ὅλον γὰρ γίνεται τὸ ὕδωρ καὶ οὐ γίνεται αὐτὸ ὕδατος ὄντος, οἷον τὸ θερμὸν ἡ τὸ ψυχρὸν ἢ τὸ λευκὸν ἢ τὸ μέλαν. ἐπεὶ τοίνυν ἅπαν τὸ γινόμενον ἐκ μὴ ὄντος, γίνεται μὲν καὶ τὸ μουσικὸν ἐκ μὴ ὄντος, γίνεται δὲ καὶ τὸ ὕδωρ· ἀλλὰ τὸ μὲν οὐχ ἁπλῶς ἐκ μὴ ὄντος, ἀλλ’ ἐκ τοῦδε μὴ ὄντος, οἷον Καλλίου μουσικοῦ μὴ ὄντος, τὸ δὲ ἀπλῶς ἐκ μὴ ὄντος. καίτοι φαίης ἂν καὶ τὸ ὕδωρ, ὅτι ἐκ τοῦ ἀέρος ὕδατος μὴ ὄντος· ἐκφεύγει δή σε πάλιν ἣν πρόσθεν εἶπον διαφοράν· οὐ γὰρ ὑπομένων ὁ ἀὴρ καὶ ὕδωρ γίνεται, ὡς ὑπομένων ὁ Καλλίας καὶ λευκὸς γίνεται. θέα τοίνυν ἄμφω τὰ συμβαίνοντα ἐκ τοῦ λόγου, ἵνα μᾶλλον μάθῃς τὴν διαφοράν· γίνεται Καλλίας ἐκ μὴ λευκοῦ λευκός· ἀλλ’ ὅταν λέγῃς ‘ἐκ μὴ λευκοῦ’, ἐξ ἐρυθροῦ λέγεις ἢ μέλανος ἢ ξανθοῦ· ταῦτα δὲ ἅπαντα ἀντίκειται πρὸς τὸ λευκόν, ἀλλὰ κατάφασις καταφάσει καὶ ὡς ὄντα πρὸς ὄντα καὶ ὡς ὑπάρχοντα πρὸς ὑπάρχοντα. γίνεται καὶ τὸ ὕδωρ ἐκ τοῦ μὴ ὕδατος. ὥσπερ οὖν ἐκεῖ τὸ μὴ λευκὸν ἔδειξα μέλαν ὑπάρχον ἢ φαιὸν ἢ ξανθόν, οὕτω ἐνταῦθα τὸ μὴ ὕδωρ σὺ δήλωσον κατάφασιν ἡμῖν. ‘νὴ Δί’’, εἴποις ἄν, ‘ὅτι ἀήρ· ἐξ ἀέρος γὰρ ὕδωρ.’ ἀρ’ οὖν ὥσπερ τὸ λευκὸν ἡ τὸ ξανθὸν ἦν ἐναντίον τῷ μέλανι, οὕτως ἐπιδείξαις ἂν σὺ τὸν ἀέρα ἐναντίον τῷ ὕδατι; καὶ πῶς; οὐσία γὰρ ἀντίκειται πρὸς οὐσίαν. ἐπεὶ τοίνυν ἔμπροσθεν εἰρή- καμεν, ὡς ὅταν ἐξ ὑποκειμένου λέγωμέν τι μεταβάλλειν εἰς ὑποκείμενον, ἢ ἐξ ἀποφάσεως λέγομεν ἢ ἐκ καταφάσεως καὶ τοῦ ἐναντίου, τὸ δὲ ἐκ μὴ ὕδατος οὐ σημαίνει κατάφασιν καὶ ἐναντίον, ἁπλῶς ἄν σημαίνοι τὴν ἀπό- φασιν. ἁπλῶς οὖν ἐκ μὴ ὄντος ἡ τοιαύτη γένεσίς ἐστιν |(λέγω δὲ ἀπλῶς μὴ ὄντος οὐ τοῦ παντελῶς μὴ ὄντος, ἀλλὰ τοῦ δυνάμει μὲν ὄντοιν, ὥσπερ λέγομεν ἔχειν τὴν ὕλην), τὸ αὐτὸ δὲ ὁμοίως καὶ ἐπὶ τῆς φθορᾶς, ὅτι καὶ αὕτη παραπλησίως εἰς τὸ μὴ ὂν ἀπλῶς. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, δηλονότι πλεοναχῶς τὸ μὴ ὄν· καὶ γὰρ τὸ οὐ λευκὸν μὴ ὂν καὶ τὸ οὐκ ἄνθρωπος μὴ ὅν· λέγεται δὲ καὶ τὸ ψεῦδος μὴ ὄν, ἀλλὰ τοῦτο μὲν ἀφείσθω· περὶ λόγου γάρ ἐστι σύνθεσιν ἢ διαίρεσιν, τῶν δὲ προειρημένων δυεῖν ποῖον ἂν κεκινῆσθαι λέγοιτο; ἐγὼ δέ φημι τὸ οὕτως μὴ ὄν, ὡς τὸ μὴ λευκόν, ὡς τὸ μὴ ἀγαθόν, οὐχ ὅτι αὐτὸ τὸ μὴ λευκὸν κινεῖται καὶ αὐτὸ τὸ μὴ ἀγαθόν πῶς γὰρ ἄν, ὃ οὐκ ἔστιν, ὅλως κινεῖσθαι δύναται;) ,ἀλλὰ Καλλίας ὁ μὴ λευκὸς καὶ Καλλίας ὁ μὴ ἀγαθὸς κινεῖται. οὐκοῦν οὐδὲ ἁπλῶς τὰ τοιαῦτα κινεῖσθαι λέγω, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι τοῖς κινουμένοις συμβέβηκεν, τὸ δὲ μὴ ὕδωρ καὶ τὸ μὴ πῦρ καὶ τὰ οὕτω μὴ ὄνια πῶς ἄν κινοῖτο; ἆρα καθ’ ἑαυτά; καὶ πῶς, ἃ μὴ τάδε ἐστίν; ἀλλὰ κατὰ συμβεβηκός; τίσιν οὗν; κινουμένοις συμβέβηκεν. ἀδύνατον τοίνυν τὰ οὕτω μὴ ὄντα κινεῖσθαι, εἰ δὲ τοῦτο, ἀδύνατον καὶ τὴν γένεσιν κίνησιν εἶναι. οὐκοῦν οὐδὲ κινεῖται οὐδὲ ἠρεμεῖ τὸ μὴ ὄν· οὐδὲ γὰρ ἐν τόπῳ. οὐ μόνον δὲ ἡ γένεσις οὐκ ἔστι κίνησις, ἀλλ’ οὐδὲ ἡ φθορά· κινήσει γὰρ ἢ κίνησίς ἐστιν ἐναντίον ἢ ἠρεμία, εἰ δὲ κίνησις ἡ φθορά, ἡ γένεσις εἴη ἂν ἡ κίνησις ἢ ἠρεμία. συλλογίσασθαι δὴ λοιπὸν ἅπαντα χρὴ τὰ εἰρημένα· πᾶσα κίνησις μεταβολή, πᾶσα μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον ἣ κατ’ ἀντίφασιν, |πᾶσα ἄρα κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον ἢ κατὰ ἀντίφασιν. ἀλλὰ μὴν οὐ κατ’ ἀντίφασιν, εἰς ἐναντίον ἄρα ἐξ ἐναντίου. ἐναντία δὲ λέγω τὰ καταφάσει δηλούμενα, οὕτω δὲ ἐπὶ τῶν κινήσεων δηλοῦται καὶ τὰ λεγόμενα κατὰ στέρησιν, τὸ γυμνόν, τὸ ἀγράμματον. 2. Ἐπισκεπτέον τοίνυν τὰς κατηγορίας ἡμῖν, ἐν ὁπόσοις ἐστὶν ἐναντίωσις· κατ’ ἐκείνας γὰρ μόνας γίνεσθαι τὴν κίνησιν ἀναγκαῖον. πρῶτον τοίνυν κατ’ οὐσίαν οὐκ ἔστι κίνησις· οὐδὲν γάρ ἐστιν ἐναντίον οὐσίᾳ· οὐδὲ γὰρ ἡ στέρησις τῷ εἴδει, τοῦτο γὰρ ἐν τοῖς πρώτοις ἁπλούστερον συνεχωρεῖτο· ἀπουσία γάρ τις ἡ στέρησις καὶ μὴ ὄν, οὐκ ὂν ἐναντίον τῷ ὄντι· τὸ γὰρ ἐκ σπέρματος τὸ ζῷον γίνεσθαι λέγοντας οἴεσθαι τὴν μεταβολὴν ἐξ οὐσίας εἰς οὐσίαν κίνησιν ἐπιδεικνύναι, πάλιν ἐπὶ τὴν γένεσιν καταφερομένων ἐστίν, ἣν οὐκ οὖσαν κίνησιν ἀπεδείξαμεν· τί γάρ ἐστι τὸ κινούμενον ἐν τῇ τοιαύτῃ μεταβολῇ· οὐκ ἔσται γὰρ τὸ ζῷον (οὐ γὰρ ἔστι πω, γίνεται γάρ) οὔτε τὸ σπέρμα οὐ γὰρ ὑπομένει· διαφθείρεται γάρ)· πῶς γὰρ ἐναντίον τὸ σπέρμα τῶν ζῴων; ἐξ ἐναντίων δὲ ἡ κίνησις εἰς ἐναντία. ἀλλὰ φήσαι x003E; τις ἂν ἴσως ’ὅταν ὕδωρ εἰς πῦρ μεταβάλλῃ, κίνησις ἄν γένοιτο κατ’ οὐσίαν· ἐξ ἐναντίων γὰρ εἰς ἐναντία’. πρὸς δὲ τοῦτο ὁ μὲν Ἀλέξανδρος ἀντιλέγει ἐνίας μὲν ποιότητας τοῦ πυρὸς ἐνίαις ποιότησι τοῦ ὕδατος ἐναντίας εἶναι διδούς, οἷον τὴν ψυχρότητα καὶ ὑγρότητα τῇ ξηρότητι καὶ θερμότητι, οὐ μὴν αὐτό γε τὸ πῦρ ὅλον τῷ ὕδατι· καὶ γὰρ ἐν ἄλλαις ποιότησιν ἑκατέρῳ τούτων τὸ εἶναι. ἐγὼ δὲ καὶ τὴν ὑπόθεσιν οἶμαι ψευδῆ· πῦρ γὰρ εἰς ὕδωρ μεταβάλλειν ἀμήχανον μὴ πρῶτον εἰς ἀέρα με,ταβάλλον, ἅπερ φανερῶς οὐδὲ ἐναντία. τί δὲ ὅλως τὸ κινούμενον ἐν ταῖς τοιαύταις μεταβολαῖς; οὔτε γὰρ τὸ ὕδωρ, ὃ φθείρεται, οὔτε τὸ πῦρ, ὃ μήπω ἐστίν· ὃ δέ ἐστιν μετὰ τὴν κίνησιν κεκινημένον, τοῦτ’ ἦν πρότερον τὸ κινούμενον. ὅτι μὲν οὖν κατ’ οὐσίαν οὐκ ἔστι κίνησις, καὶ ἐκ τούτων δῆλον. Ἀλλ’ οὐδὲ κατὰ τὸ πρός τι· μεταπίπτει γὰρ ἄνευ τοῦ γενέσθαι περὶ αὐτὸ καὶ τὴν τυχοῦσαν μεταβολήν· γίνεται γὰρ ὁ κίων δεξιὸς οὐδὲν αὐτὸς μεταβάλλων ἐμοῦ μεταστάντος καὶ τὰ δέκα διπλάσια μηδεμίαν λαβόντα προσθήκην τῶν πέντε αὐτοῖς ἀντιτεθέντων καὶ ἡ πρότασις ποτὲ μὲν ἀληθής, ποτὲ δὲ ψευδὴς τῶν πραγμάτων μεταπιπτόντων, ἃ σημαίνεται ὑπ’ αὐτῆς· τὸ γὰρ ‘ἡμέρα ἐστὶν’ ἀξίωμα τὸ αὐτὸ μὲν καὶ ὡσαύτως ἔχον ἀληθὲς μὲν οὔσης ἡμέρας, ψεῦδος δὲ ἐπιγινομένης νυκτός. εἰ δὲ κίνησις μὲν πᾶσα διά τινος μεταβολῆς καὶ τροπῆς αὐτοῦ τοῦ κινουμένου, τὰ πρός τι δὲ οὐχ οὕτως καὶ προσγίνεται καὶ ἀπογίνεται, οὐκ ἂν δήπου κίνησις εἴη κατὰ τὸ πρὸς τι. Ἀλλ’ οὐδὲ κατὰ τὸ ποιεῖν καὶ τὸ πάσχειν. τί δή ποτε; ὅτι τὸ ποιεῖν ὑπὸ τὸ κινεῖν ἐστιν καὶ τὸ πάσχειν ὑπὸ τὸ κινεῖσθαι, οὔτε δὲ κινεῖν ἔστιν κτὰ τὸ κινεῖν οὔτε ἔτι μᾶλλον κατὰ τὸ κινεῖσθαι· καὶ γὰρ εἰπεῖν τοῦτο γελοῖον καὶ νοῆσαι πολλῷ γελοιότερον· Ἀριστοτέλης δὲ καὶ πλείω προσάγει τῇδε τῇ ὑποθέσει τὰ δυσχερῆ. μεταβολῆς γὰρ μεταβολὴν καὶ κινήσεως κίνησιν παραδέχεσθαι πρᾶγμα ἀνεπινόητον παντελῶς. πρῶτον μὲν γὰρ εἰς ἄπειρον βαδιεῖται καὶ ἔσται ἀεὶ ἄλλη πρὸ ἄλλης, ἔπειτα καὶ ἠρε|μεῖν οἷόν τε ἔσται τὴν κίνησιν καὶ κινεῖσθαι, ἔπειθ’ ὑποκείμενόν τι καὶ τόδε εἶναι, ὥσπερ τὸ σῶμα κινούμενον ἢ τὴν ψυχήν. ἔτι ἄλλο τὸ κινούμενον καὶ ἡ κίνησις· ἄλλο γὰρ ὁ ἄνθρωπος καὶ ἡ κίνησις καὶ ἄλλο ἵππος καὶ δρόμος· †ἄλλο ἄν καὶ ἡ κινουμένη κίνησις εἴη κινήσεως, ὥσθ’ ἅμα τε κίνησιν καὶ οὐ κίνησιν **τὸ γελοῖον φέρεσθαι τὴν ἀλλοίωσιν ἢ τὴν φορὰν ἀλλοιοῦσθαι ἢ τὴν αὔξησιν τούτων θάτερον ὑπομένειν· ταῦτα γὰρ πάντα ἐν ὑποκειμένοις ἑτέροις καὶ οὐδ’ ἔστιν ὅλως καθ’ ἑαυτά, κατὰ συμββηκὸς μέντοι μεταβάλλειν ἰὴν μεταβολὴν καὶ κινεῖσθαι τὴν κίνησιν λέγειν ἐνδέχεται, οἷον, εἰ συμβαίη τινὶ τρέχοντι ὑγιάζεσθαι, λέγοιμεν ἂν τὸν δρόμον ὑγιάσθαι τινὰ μεταβολήν, οὐχ ὅτι ὁ δρόμος αὐτός, ἀλλ’ ὅτι ἄνθρωπος, ᾧ συμβέβηκεν ὁ δρόμος. ἀλλὰ τὰς κατὰ συμβεβηκὸς κινήσεις ἀφεῖμεν πάλαι. φανερὸν τοίνυν, ὅτι κατὰ τρεῖς κατηγορίας μόνας εἰσὶν αἱ κινήσεις, κατὰ τὸ ποιόν, κατὰ τὸ ποσὸν καὶ τὸ ποῦ· καὶ γὰρ ἐναντιώσεις ἔνι τούτων ἑκάστῃ. τὴν μὲν οὖν κατὰ τὸ ποιὸν κίνησιν ἀλλοίωσιν ὀνομάζομεν λέγω δὲ ποιὸν οὐχ ὡς λέγομεν ποιὸν τὴν ἐν τῇ οὐσίᾳ διαφοράν, τὸ λογικὸν ἢ τὸ πεζὸν ἢ τὸ πτηνὸν ἢ τὸ ἔνυδρον ἀλλά τὸ κατὰ παθητικὴν ποιότητα μόνην, οἷον ψυχρότητα λευκότητα θερμότητα μελανίαν), τὴν δὲ κατὰ τὸ ποσὸν κίνησιν ἑνὶ μὲν οὐκ ἔχομεν ὀνόματι προσαγορεύσαι· καθ’ ἑκάτερον δὲ αὔξησις καὶ φθίσις, ἡ μὲν εἰς τὸ πλεῖον μέγεθος αὔξησις, ἡ δὲ ἐκ τούτου φθίσις· ἡ δὲ κατὰ τόπον κίνησις καὶ τὸ κοινὸν καὶ τὸ ἴδιον ἀνώνυμος, ἔσται δὲ καλουμένη φορὰ τό γε κοινόν. καίτοι γε οὐκ ἀγνοοῦμεν, ὅτι φέρε|σθαι ταῦτα μόνα κυρίως φαμέν, ὅσα μὴ ἐφ’ ἑαυτοῖς ἔχει τὸ στῆναι καὶ ὅσα μὴ αὐτὰ ἑαυτὰ κινεῖ κατὰ τόπον, ὥσπερ τὰ ἄψυχα. ἀλλὰ περί γε τῆς ἀλλοιώσεως καὶ τοῦτο μᾶλλον ἐπισκεπτέον, ὅταν εἰς τὸ λευκότερον ἐκ λευκοῦ μεταβάλλῃ τὸ σῶμα ἢ τοὔμπαλιν ἐκ τοῦ μᾶλλον εἰς τὸ ἧττον λευκόν, πῶς ἄν γένοιτο τηνικαῦτα ἐξ ἐναντίων εἰς ἐναντία ἢ καὶ τὸ μᾶλλον λευκὸν καὶ τὸ ἧττον μίξει τῶν ἐναντίων ἐστίν· μᾶλλον γὰρ λευκὸν τὸ ἐλάττονος μετέχον μέλανος καὶ ἧττον λευκὸν τὸ πλείονος. ὅταν μὲν οὖν ἁπλῶς εἰς τὸ λευκὸν ἐκ τοῦ μέλανος μεταβάλῃ, ἐκ τοῦ ἀπλῶς ἐναντίου κινεῖται εἰς τὸ ἐναντίον, ὅταν δὲ ἐπὶ τὸ λευκότερον ἐκ τοῦ λευκοῦ, ἐκ τοῦ πὼς ἐνυπάρχοντος ἐναντίου· τῷ γὰρ ἧττον λευκῷ τὸ μέλαν πὼς ἐνυπάρχει. ὅτι μὲν οὖν αὗται τρεῖς μόναι κινήσεις εἰσὶν κατὰ τρεῖς μόνας κατηγορίας, φανερὸν ἐκ τῶν εἰρημένων· ἀκίνητον δὲ λέγεται τό τε ὅλως ἀδύνατον κινηθῆναι, ὥσπερ ὁ ψόφος ἀόρατος καὶ τὸ ἐν πολλῷ χρόνῳ μόλις κινούμενον, ὃ καὶ δυσκίνητον ἄν τις εἴποι, καὶ ὃ βραδέως ἄρχεται τῆς κινήσεως, ὡς λέγομεν ἀοργήτους τοὺς βραδέως ἀρχομένους ὀργίζεσθαι. λέγεται δὲ ἀκίνητον καὶ τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον, μὴ κινούμενον δέ, ὅτε πέφυκεν καὶ ὡς πέφυκεν, ὅπερ ἠρεμεῖν καλῶ τῶν ἀκινήτων μόνον. στέρησις γὰρ ἠρεμία κινήσεως· ἡ στέρησις γὰρ τῶν πεφυκότων καὶ ὡς πεφύκασιν. 3. ἐπειδὴ δὲ πᾶσα μεταβολὴ ἐν τοῖς ἀντικειμένοις, ὡς ἐπεδείξαμεν, τὰ δὲ ἀντικείμενα τά τε ἐναντία καὶ ἡ ἀντίφασις, ἀντιφάσεως δὲ οὐδὲν μέσον, φανερὸν ὅτι ἐν τοῖς ἐναντίοις τὸ μεταξύ. μεταξὺ δέ ἐστιν, εἰς ὃ πέφυκεν πρότερον ἀφικνεῖσθαι τὸ μεταβάλλον ἢ εἰς |ὃ ἔσχατον μεταβάλλει, ὅταν μεταβάλλῃ συνεχῶς κατὰ φύσιν. ἐν ἐλαχίστοις δέ ἐστι τὸ μεταξὺ τρισίν· δυοῖν γάρ τινων ***των μεταξύ· μεταβάλλειν δὲ λέγεται συνεχῶς τὸ μηδὲν μήτε τοῦ χρόνου διαλεῖπον μήτε τοῦ πράγματος, ἐν ᾧ κινεῖται· οἷον μελῳδῶν τις μετὰ τὴν ὑπάτην φθέγξαιτο τὴν νήτην εὐθύς· οὗτος μὲν γὰρ τοῦ χρόνου οὐδὲν διέλιπε, τοῦ πράγματος δέ, ἐν ᾧ κινεῖται. μᾶλλον δὲ τοῦτο δῆλον ἐν ταῖς κα τὰ τόπον μεταβολαῖς· οὐ γὰρ οἱ πηδῶντες πένταθλον κινοῦνται συνεχῶς, ὅτι τοῦ διαστήματός τι διαλιμπάνουσιν, ἐν ᾧ κινοῦνται· ἢ τοῦτο οὐχ ἁπλῶς θετέον; οὕτως γὰρ ἂν οὐδὲ τοὺς ἁμιλλωμένους ἵππους εἴποιμεν ἄν κινεῖσθαι συνεχῶς. ἀλλὰ χρόνῳ μᾶλλον ἀφοριστέον τὴν κίνησιν τὴν συνεχῆ καὶ τῷ μηδὲν αὐτοῦ διαλείπεσθαι, ἐπεὶ τοῦ γε πράγματος, ἐν ᾧ κινεῖται, τάχ’ οἷόν τε καὶ διαλείπειν καὶ συνεχῶς οὐδὲν ἧττον φαίνεσθαι μεταβάλλοντα, αὐτὸ δὲ καθ’ αὑτὸ τὸ συνεχὲς ἀκρι- βέστερον ἀφοριστέον. ἐπεὶ τοίνυν τοῦ συνεχοῦς κοινότερον τὸ ἐχόμενον, τοῦ δὲ ἐχομένου τὸ ἐφεξῆς, πρῶτον τὸ ἐφεξῆς διδακτέον. ἐφεξῆς τοίνυν ἐστὶ ταῦτα ἀλλήλοις, ὧν μεταξὺ μηδὲν ἕτερον ὁμογενές. ἄλλο μὲν γάρ τι τῶν ἐφεξῆς οὐδὲν κωλύεται εἶναι μέσον, ὁμοειδὲς δὲ οὐχ οἷόν τε, οἷον οἰκίαι ἐφεξῆς, ὧν μή ἐστιν οἰκία μεταξύ, γραμμαί, ὧν μὴ γραμμή, ἄνθρωποι, ὧν μὴ ἄνθρωπος. τὸ δὲ ἐφεξῆς ἀεὶ δεύτερόν τι καὶ μετ’ ἄλλο τι πρῶτόν ἐστι· πρῶτον δὲ ἡ τῇ θέσει, ὡς ἐπὶ τῶν γραμμῶν ἢ τῶν οἰκιῶν, ἢ τῷ εἴδει, καθάπερ ἐπὶ μονάδος τε καὶ δυάδος ἐφεξῆς δυὰς μονάδι (οὐδεὶς γὰρ ἄλλος ἀριθμὸς |μεταξύ), ἢ τῇ τάξει· πρῶτον τῇ τάξει τὸ προοίμιον τῆς διηγήσεως καὶ ἐφεξῆς ἡ διήγησις τῷ προοιμίῳ· οὐδὲν γὰρ αὐτῶν ὁμοειδὲς μεταξύ. τὸ μὲν οὖν κυρίως ἐφεξῆς τοιοῦτον ἤδη δὲ λέγεται ἐφεξῆς καὶ ὁμογενῆ μέν, οὐχ ὁμοειδῆ δὲ πολλάκις· ἐφεξῆς γὰρ ὁ ἀγὼν τῇ πομπῇ καὶ τὸ νυμφαῖον τῷ γυμνασίῳ. ἐχόμενον δέ ἐστιν, ὃ πρὸς τῷ ἐφεξῆς τινος εἶναι κατά τινα τῶν εἴρη. μένων τρόπων καὶ ἅμα τὸ πέρας ἔχει τῷ ἐκείνου πέρατι. τούτων δὲ τὰ μὲν λέγεται μόνον, ὡς ὁ παρελθὼν χρόνος τοῦ μέλλοντος, τὰ δὲ καὶ ἅπτεται, ὡς τὰ σώματα. ἅπτεται δέ, ὧν τὰ ἄκρα ἅμα, ἄκρα δὲ λέγω τὰ πέρατα. ὅταν μὲν οὖν δύο ᾖ ταῦτα τὰ πέρατα, τότε ἔχεσθαι μὲν ἀλλήλων λέγεται καὶ εἶναι ἐφεξῆς, οὐκέτι δὲ εἶναι συνεχῆ· ὅταν δὲ ἓν γένηται τὰ δύο πέρατα αὐτοῦ τε καὶ τοῦ ἐφεξῆς, τότε γίνεται συνεχὲς καὶ ἓν τὸ ὅλον. γίνεται δὲ οὐ πάντα τὰ ἐχόμενα συνεχῆ, ἀλλ’ ὅσα ἓν γίνεσθαι πέφυκεν· ἅπτεται γὰρ τὸ ξύλον τοῦ λίθου, ἀλλ’ οὐκ ἄν γένηται συνεχές. οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι κυρίως συνεχῆ γίνεται, ὧν ἡ ἁφὴ σύμφυσιν ἀπεργάζεται. ὡς ἐπὶ τῶν γραμμῶν καὶ τῶν ἐγκεντριζομένων φυτῶν καὶ τοῦ χρόνου, γίνεται δὲ καὶ ἐπὶ τεχνήσεως τινα συνεχῆ, οἷον ξύλα γόμφοις ἢ κόλλῃ, ἅπερ οὐδὲ συνεχῆ κυρίως. φανερὸν τοίνυν, ὃ προειρήκαμεν, ὅτι πρῶτον τὸ ἐφεξῆς εἶναι τοῦ ἔχεσθαι· τὸ μὲν γὰρ ἐχόμενον ἀνάγκη ἐφεξῆς εἶναι, τὸ δὲ ἐφεξῆς οὐ πᾶν ἔχεσθαι· διὸ καὶ πρότερον τῷ λόγῳ τὸ ἐφεξῆς· ἐν πλείοσι γὰρ ὥσπερ γένος· καὶ γὰρ ἐν ἀριθμοῖς τὸ ἐφεξῆς, τὸ δὲ ἔχεσθαι ἀλλήλων οὐκ ἔστιν. πάλιν τὸ ἔχεσθαι πρότερον τοῦ |συνέχεσθαι· δεῖ γὰρ ἅψασθαι πρότερον, εἰ συμφύσεται. δῆλον οὖν, ὅτι. ἐν οἷς οὐκ ἔστιν ἁφή, οὐδὲ σύμφυσις ἐν τούτοις ἐστίν. οὐ μέντοι γε ἐν ἅπασιν, ἐν οἷς ἔστιν ἁφή, καὶ σύμφυσις ἤδη γενέσθαι δύναται· καὶ γὰρ τὸν Ἐπειὸν ἅψασθαί φησιν Ὅμηρος τῆς ἡμιόνου, ἀλλὰ συμφυῆναί γε ἡμιόνῳ ἄνθρωπον οὐκ ἐνδέχεται. εἰ τοίνυν ταῦτα ἀληθῆ λέγομεν καὶ οὐ ταὐτὸν τὸ ἐφεξῆς καὶ τὸ ἅπτεσθαι, οὐκ ἄν εἴη ταὐτὸν στιγμὴ μονάς. κατὰ μὲν γὰρ στιγμὴν ἅψασθαι δυνατόν, κατὰ μονάδα δὲ οὐκ ἐνδέχεται, ἀλλ’ ἐν ταῖς μονάσιν τὸ ἐφεξῆς, τὸ δὲ ἅπτεσθαι οὐκ ἔστι· καὶ σημείων μέν ἐστι μεταξὺ γραμμή, μονάδων δὲ οὐδέν, ἀλλ’ οὐδὲ δυάδος καὶ μονάδος. δῆλον οὖν, ὅτι τὸ μὲν ἅπτεσθαι ἐν τοῖς θέσιν ἔχουσιν μόνοις, τὸ δὲ ἐφεξῆς καὶ ἐν τοῖς μὴ ἔχουσι θέσιν, ὥσπερ καὶ τὸ ἐχόμενον. 4. Μία δὲ κίνησις λέγεται πλεοναχῶς· τὸ γὰρ ἓν πολλαχῶς λέγομεν. γένει μὲν οὖν μία κίνησις καὶ τῆ αὐτῇ κατηγορίᾳ, οἷον φορὰ πᾶσα πρὸς φοράν ἐν γὰρ τῷ ποῦ), ἀλλοίωσις πρὸς ἀλλοίωσιν ἐν γὰρ ποιότητι). εἴδει δὲ μία ἐν ταὐτῷ τῆς κατηγορίας εἴδει, ὅταν ἄτομον ᾖ καὶ πρῶτον ἀπὸ τῶν αἰσθητῶν, ὡς λεύκανσις ἔχει πρὸς λεύκανσιν· ἡ γὰρ λευκότης ἓν εἶδος καὶ ἄτομον. εἰ δ’ ἔστιν ἄττα, ἃ καὶ γένει ἅμα †γὰρ καὶ εἴδει, δῆλον ὅτι ἔστι τις κίνησις πὼς μὲν εἴδει μία, πὼς δὲ οὔ. ζητήσειε δ’ ἄν τις, εἰ μία κίνησις αὕτη τῷ εἴδει, ὅταν εἰς ταὐτὸν ἐκ ταὐτοῦ μεταβάλλῃ ταὐτὸν κινούμενον· εἰ γὰρ ἀπλῶς τοῦτο συγχωρηθείη καὶ τούτῳ τὴν αὐτὴν κίνησιν τῷ εἴδει ὁριζόμεθα, |ἔσται ἡ κυκλοφορία τῇ εὐθυφορίᾳ ταὐτὸν κατ’ εἶδος· δύναται γὰρ ταὐτὸν ἐπὶ ταὐτὸν ἐκ ταὐτοῦ ποτὲ μὲν ἐπὶ εὐθείας κινεῖσθαι, ποτὲ δὲ ἐπὶ περιφεροῦς. ἡ καλῶς ἐθέμεθα μίαν τῷ εἴδει γίνεσθαι κίνησιν, ὅταν ἄτομον εἶδος ᾖ, καθὸ γίνεται; ἡ δὲ εὐθεῖα γραμμὴ καὶ ἡ περιφερὴς διαφέρουσ’. κατ’ εἶδος ἀλλήλων. γένει μὲν οὖν καὶ εἴδει κίνησις τοῦτον τὸν τρόπον γίνεται μία παρὰ τὴν διαφόραν τῶν πραγμάτων, ἐν οἷς γίνονται, ἀριθμῷ δὲ μία καὶ κυρίως μία πῶς ἄν εἴη κίνησις, ἐπισκεπτέον. ἐπεὶ τοίνυν τρία λέγομεν εἶναι περὶ τὴν κίνησιν, ἣν ὁριζόμεθα, τό τε κινούμενον οἷον τὸν ἄνθρωπον ἢ τὸ ἄστρον) καὶ καθὸ κινεῖται τοῦτο δὲ διττόν, ἢ πάθος ἢ τόπος) καὶ ὅτε κινεῖται τοῦτο δέ ἐστιν ὁ χρόνος), δεῖ τὴν μίαν κίνησιν τῷ ἀριθμῷ ἕκαστον τούτων ἔχειν ἓν ἀριθμῷ, τό τε εἶδος, καθ’ ὃ γίνεται οἷον τὴν χρόαν ἢ τὴν γραμμήν) καὶ τὸ κινούμενον οἷον τὸν Κορίσκον ἡ τὸν Καλλίαν) καὶ τὸν χρόνον ἕνα. εἷς δὲ ὁ συνεχὴς καὶ οὗ μηδὲν διαλείπει. εἰ δέ τι τούτων μὴ κατ’ ἀριθμὸν ἓν εἴη, οὐκέτ’ ἄν ἡ κίνησις μία φυλάττοιτο, οἷον εἰ Κορίσκος ἅμα βαδίζοι καὶ λευκαίνοιτο· τὸ μὲν γὰρ ὑποκείμενον ἓν καὶ ὁ χρόνος εἷς καὶ συνεχής, ἀλλὰ δύο, καθ’ ἃ ἡ κίνησις, χρῶμα καὶ τόπος, ὥστε οὐδὲ μία κίνησις ἡ τοιαύτη. πάλιν Καλλίας καὶ Σωκράτης ὑγιαζέσθωσαν τὴν αὐτὴν ὑγείαν, οἷον ὀφθαλμίαν· ἀλλ’ οὐδ’ αὕτη μία κίνησις· δύο γὰρ τὰ ὑποκείμενα. ἀλλὰ δὴ Σωκράτης ὑποκείσθω βαδίζειν μετὰ νουμηνίαν γε καὶ πάλιν ἑβδόμην. ταύτην τοίνυν ὁ χρόνος μόνος οὐκ ἐᾷ γίνεσθαι μίαν τὴν κίνησιν οὐχ εἷς ὢν οὐδὲ συνεχής, ἐπεὶ καὶ ἄλλο ἀτοπώτερον ὑπομείνειεν ἄν ὁ λόγος. εἰ γὰρ εἷς ὁ χθές μου περίπατος καὶ ὃν τήμερον βαδίζω, ταὐτὸν ἔσται τὸ ἐφθαρμένον τῷ ὄντι ἦ τοῦτο καὶ ἐφ’ ὧν συνεχὴς χρόνος;] ,ἀεὶ γὰρ ἡ προτέρα κίνησις φθείρεται. πῶς οὖν ἔσται μία; ἀλλ’ ἴσως οὕτω μία τῷ συνεχεῖ καὶ τῷ πρὸς ἑαυτὴν οἰκειοῦσθαι καὶ τῷ μὴ διασπᾶσθαι τὸ φθειρόμενον τῷ γινομένῳ, ὅπερ οὐκ ἔστιν ἐπὶ τῶν ἐκ διαλείμματος γινομένων. ἀλλ’ εἴπερ μία κίνησις πάντως ἓν ἔχειν ὀφείλει κατ’ ἀριθμὸν τὸ ὑποκείμενον, ῥέοντα δὲ φαίνεται πάντα τὰ σώματα, οὐδεμία κίνησις ἕξει ταὐτὸν ὑποκείμενον ἀκριβῶς. τοῦτο δὲ καὶ περὶ τῶν ἕξεων ἄν τις διαπορήσειε, πῶς μία ὑγεία οὐχ ἑνὸς ὄντος τοῦ ὑγιαίνοντος. ἢ ταῦτα ἔξω τῆς σκέψεως τῆς προκειμένης; πῶς γὰρ αἱ αὐταὶ μένουσιν οὐσίαι καίτοι συνεχῶς μεταβάλλουσαι, τοῦτο ἀποδοῦναι οὐκ ἔστιν οἰκεῖον τοὐ περὶ κινήσεως λόγου, πλὴν τοῦτό γε παρακείμενον μὴ παρέλθωμεν, ὡς τὴν ἕξιν μίαν καὶ τὴν αὐτὴν ποιεῖν τὴν χθὲς καὶ τὴν τήμερον, οἷον τὴν ὑγείαν ἢ τὴν ἐπιστήμην, οὐδὲν ἄτοπον· συνεχὴς γάρ ἐστι πάσης ἕξεως ὁ χρόνος, τὴν ἐνέργειαν δὲ μίαν οὐκ ἐγχωρεῖ, εἰ μὴ συνεχὴς ἀποδιδοῖτο, τούτῳ δὲ ἀκολουθεῖ τὸ μιᾶς μὲν ἐνερ- γείας μίαν εἶναι καὶ ἕξιν πάντως, μιᾶς δὲ ἕξεως καὶ πλείους τὰς ἐνεργείας. ἐπεὶ δὲ πᾶσα κίνησις συνεχής, εἴπερ πᾶσα διαιρετή, τήν τε μίαν ἀνάγκη ἀπλῶς συνεχῆ εἶναι καὶ τὴν συνεχῆ μίαν· οὐ γὰρ ἂν γένοιτο συνεχὴς πάσῃ, ὥσπερ οὐδ’ ἄλλο οὐδὲν τῷ τυχόντι τὸ τυχόν, οἷον γραμμὴ φωνῇ, ἀλλ’ ὅσων ἓν τὰ ἔσχατα γενέσθαι δύναται. ἔσχατα δὲ τῶν μὲν οὐκ ἔστιν (οὐδὲν γὰρ |τῆς μονάδος ἔσχατον οὔσης ἀδιαιρέτου, διόπερ οὐδὲ γίνεταί τι συνεχὲς ἐξ αὐτῶν), τῶν δὲ ἔστι μέν, ἀνομοιοειδῆ δὲ καὶ διαφέροντα καὶ ὁμώνυμα κοινὸν ἔχοντα ὄνομα τὸ ἔσχατον η τὸ πέρας. τὸ γοῦν γραμμῆς ἔσχατον καὶ βαδίσεως ὁμωνύμως ἀλλήλοις ἔσχατον· διὸ οὐδὲ γίνεται ἐκ τούτων ἕν τι καὶ συνεχές. ἐχόμεναι μὲν οὖν ἀλλήλων εἶεν ἂν καὶ αἱ μὴ αὐταὶ τῷ εἴδει μήτε τῷ γένει· δραμὼν γὰρ ἄν τις πυρέξειεν εὐθὺς καὶ οἷον ἡ λαμπὰς ἡ ἐκ διαδοχῆς φερομένη ἐχομένας μὲν κινεῖται κινήσεις καὶ ἀλλήλαις ὁμοειδεῖς, συνεχεῖς δὲ οὔ· οὐ γὰρ γίνεται ἓν τὸ ἔσχατον τῶν δρόμων, ἀλλ’ ἑκάστου τῶν τρεχόντων οἰκεῖόν τι τοῦ δρόμου πέρας ἐστίν, ὥστε δῆλον, ὅτι ἔχ’ ἕσθαι μὲν ἀλλήλων δύνανται κινήσεις καὶ διὰ μόνον τὸν χρόνον, ὅταν συνεχὴς ἡ, κἄν αὐταὶ πάμπολυ διαφέρωσι, συνεχεῖς δὲ γίνεσθαι οὐ δύνανται διὰ μόνον τὸν χρόνον ἐὰν μὴ ταὐτὸν ἔχωσιν εἶδος. οὕτω γὰρ ἂν τὰ ἔσχατα ἀμφοῖν ἑνωθείη, διόπερ ἀνάγκη τὴν αὐτὴν τῷ εἴδει εἶναι καὶ ἑνὸς καὶ ἐν ἑνὶ τὴν ἁπλῶς συνεχῆ καὶ μίαν, ὥσπερ καὶ πρόσθεν διωρισάμεθα. εἰ δὲ πρὸς πᾶσι τοῖς προειρημένοις καὶ τέλειος εἴη, μᾶλλον δὴ λέγεται μία τῆς ἐχούσης μὲν τἆλλα, ἀτελοῦς δέ· τέλειος δέ ἐστι κίνησις ἡ λαβοῦσα τὸ οἰκεῖον πέρας· τὸ γὰρ ἓν ἐπὶ τῶν τελείων μᾶλλον ἢ ἐνδεῶν κατηγοροῦμεν. μᾶλλον δὲ μία κίνησις καὶ ἡ ὁμαλὴ τῆς ἀνωμάλου· τὴν γὰρ ἀνώμαλον διαιρεῖν ἐοίκασιν αἱ ἐξαλλαγαί. ἔστι δὲ ἐν ἁπάσῃ κινήσει τὸ ὁμαλὸν καὶ τὸ ἀνώμαλον, καὶ ἐν ἀλλοιώσει καὶ ἐν αὐξήσει καὶ ἐν φθορᾷ. γίνεται δὲ τὸ ἀνωμαλὲς ὁτὲ μὲν παρὰ τὴν |φύσιν, ἐφ’ οὗ κινεῖται, οἷον ἐπὶ τῆς κεκλασμένης γραμμῆς· ἀδύνατον γὰρ ὁμαλὴν γενέσθαι κίνησιν μὴ ἐφ’ ὁμαλοῦ μεγέθους· ὁμαλὲς δὲ μέγεθος, οὗ τὸ τυχὸν ἐφαρμόττει τῷ τυχόντι μέρει· ἢ παρὰ τὸν τρόπον τῆς κινήσεως, ὅταν ποτὲ μὲν ᾖ ταχυτέρα ποτὲ δὲ βραδίων· κἂν γὰρ τὰ ἄλλα πάντα συνδράμῃ, οἷον τὸ μέγεθος ὁμαλές, ὁ χρόνος συνεχής, τὸ εἶδος ταὐτὸν τῆς κινήσεως, τὸ τάχος δὲ μὴ ταὐτόν, ἀνώμαλος εὐθὺς ἡ κίνησις. διόπερ οὐδὲ εἴδη κινήσεως τάχος καὶ βραδυτής ἐστιν· ἐν πᾶσι γὰρ τοῖς εἴδεσίν ἐστι τῆς κινήσεως. καὶ γὰρ ἀλλοιοῦται ταχέως καὶ βραδέως καὶ αὔξεται καὶ μετα- βαίνει τόπον ἐκ τόπου, οἷον τὴν ἐπὶ τὸ κάτω φορὰν θᾶττον μὲν τὸ βαρύ· τερον, βράδιον δὲ τὸ κουφότερον. διόπερ οὔτε βαρύτης καὶ κουφότης πρὸς τὴν ἐπὶ τὰ αὐτὰ ῥοπὴν κατ’ εἶδος ἀλλήλων διοίσουσιν, ἐπεὶ μηδὲ κινήσεων διαφόρων κατ’ εἶδός εἰσι ποιητικαί. καὶ κυρίως μὲν οὖν ἡ ὁμαλὴ μία, γένοιτο δ’ ἄν καὶ ἡ ἀνώμαλος μία τῷ συνεχὴς εἷναι, ἦττον δέ, ὅπερ ἐπὶ τῆς κεκλασμένης εὐθείας συμβαίνει. τὸ δὲ ἧττον μίξει τοῦ ἐναντίου. εἰ τοίνυν τὴν μὲν συνεχῆ καὶ μίαν κίνησιν ἐνδέχεται καὶ ὁμαλὴν εἶναι, τὴν δὲ ἐκ τῶν εἴδει διαφερουσῶν κινήσεων συγκειμένην ἀδύνατον ὁμαλὴν εἶναι, οὐκ ἄν ποτε γένοιτο ἡ τοιαύτη μία συνεχής, ὅτι μηδ’ ὁμαλής· τὸ γὰρ ὁμαλὲς ὑπεθέμεθα, οὗ τὰ μόρια πάντα ἐφαρμόττειν πᾶσιν ἐνδέχεται, λευκάνσεως δὲ καὶ δρόμου πῶς οἷόν τε ἐφαρμόσαι τὰ μόρια; 5. Διοριστέον δὲ καὶ τὰ περὶ τὰς ἀντιθέσεις. ἀντίκειται δὲ καὶ ἡ κίνησις κινήσει καὶ στάσις κινήσει· |ἀλλ’ ἡ μὲν ὡς ἐναντίον, ἡ δὲ ὡς ἡ στέρησις. ποῖαι οὖν ἐναντίαι κινήσεις; ἐπεὶ τοίνυν πᾶσα κίνησις ἔκ τινος εἴς τι καὶ ἐξ ἐναντίου εἰς ἐναντίον, αἱ ἐξ ἐναντίων ἀρχόμεναι καὶ εἰς ἔναν· τίον λήγουσαι εἶεν <ἂν> ἐναντίαι κινήσεις, οἷον ἡ ἐξ ὑγείας ἀρχομένη καὶ λήγουσα εἰς νόσον <καὶ> ἡ ἐκ νόσου μὲν ἀρξαμένη, παυσαμένη δὲ ὑγείαν. δῆλον δὲ καὶ οὕτως ἐκ τῆς ἐπαγωγῆς· ἐναντίον γὰρ δοκεῖ τὸ ὑγιάζεσθαι ἄζεσθαι τῶ νοσάζεσθαι καὶ τὸ ἀνιέναι τῶ κατιέναι καὶ τὸ εἰς δεξιὰ τῶ εἰς ἀριστερὰ βαδίζειν καὶ τὸ ἔμπροσθεν τῷ ὄπισθεν· ἐναντία γὰρ ταῦτα περὶ τόπον ἐστίν. ὅσοις μέντοι γε οὐκ ἔστιν ἐναντία τῶν μεταβαλλόντων, ἡ ἐκ τοῦ αὐτοῦ μεταβολὴ εἰς τὸ αὐτό ἐστιν ἐναντία· ἐξ οὗ γὰρ ἡ φθορὰ μεταβάλλει, εἰς τοῦτο ἡ γένεσις ἔρχεται. ἐκ μὲν γὰρ ὄντος ἡ φθορὰ μεταβάλλει, εἰς τὸ ὂν δὲ ἡ γένεσις ἔρχεται καὶ ἐξ οὗ ἡ γένεσις, εἰς τοῦτο πρόεισιν ἡ φθορά. ἡ μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἡ δὲ εἰς τὸ μὴ ὂν ἐκ τοῦ ὄντος. 6. Κίνησις μὲν οὖν κινήσει ἐστὶν ἐναντία, κινήσει δὲ στάσις ὡς στέρησις· ῥῆσις· τὸ δ’ ὡς στέρησις λέγω, διότι μὴ στέρησις ἀκριβῶς. ποία δὲ στάσις ποίᾳ κινήσει, διοριστέον· οὐ γὰρ ἡ τυχοῦσά γε τῇ τυχούσῃ. δῆλον δέ, ὅτι ἐπειδὴ ἐν δυσὶν ἡ κίνησις, τῇ μὲν ἐκ τούτου εἰς τὸ ἐναντίον ἡ ἐν τούτῳ μονή, τῇ δὲ ἐκ τοῦ ἐναντίου εἰς τοῦτο ἡ ἐν τῷ ἐναντίῳ μονή. οἷον τῇ μὲν κάτωθεν ἄνω ἡ ἐν τῷ κάτω μονή, τῇ δὲ ἄνωθεν κάτω ἡ ἐν τῷ ἄνω μονή· ἄλογον δὲ ἐναντίαν ποιεῖν ἠρεμίαν τὴν ἐν ἐκείνῳ, εἰς ὃ σπεύ|δει μεταβάλλειν· τέλος γὰρ ἐκεῖνο καὶ ἔσχατον, οὐδὲν δὲ τέλος ἐναντίον τίον τῇ ἐπ’ αὐτὸ σπουδῇ, ἀλλὰ μᾶλλον οἰκεῖόν τε καὶ προσήγορον. ἔτι τὰ κατὰ φύσιν κινούμενα τέλος ἔχει τῆς κινήσεως τὴν ἐν ἐκείνοις ἠρεμίαν, ἐφ’ ἃ κινεῖται· τὸ δὲ τέλος τινὸς πῶς ἄν αὐτοῦ στέρησις εἴη; λείπεται ἄρα τὴν ἐν ἐκείνῳ μονὴν ἐναντίαν εἶναι τῇ ἐξ ἐκείνου κινήσει. Ἄρα δὲ καὶ οὕτως ἀντίκειται κίνησίς τε καὶ ἠρεμία, ὥστε τὴν μὲν κατὰ φύσιν, τὴν δὲ παρὰ φύσιν εἶναι τοῖς κινουμένοις; ἐπὶ μὲν οὖν τῆς κατὰ τόπον μεταβολῆς τὸ τοιοῦτον ἄν τις εὕροι λίαν ἐμφανῶς. τῇ γὰρ γῇ κατὰ φύσιν μὲν κίνησις ἡ εἰς τὸ κάτω, παρὰ φύσιν δὲ ἡ εἰς τὸ ἄνω καὶ μονὴ μὲν κατὰ φύσιν ἡ εἰς τὸ κάτω, παρὰ φύσιν δὲ ἡ εἰς τὸ ἄνω. ἐπὶ δὲ ἀλλοιώσεως τε καὶ αὐξήσεως οὐκέτ’ ἄν δόξειεν εἶναι τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν· οὐδὲν γὰρ μᾶλλον τοῦ μελαίνεσθαι τὸ λευκαίνεσθαι κατὰ φύσιν ἢ παρὰ φύσιν ἢ τὸ ὑγιάζεσθαι τοῦ νοσάζεσθαι· ὁμοίως γὰρ δοκεῖ τὸ σῶμα τῶν ζῴων ἀμφοτέρων εἶναι δεκτικόν, ἀλλ’ οὔτε ἡ μὲν αὔξησις κατὰ φύσιν, ἡ δὲ μείωσις παρὰ φύσιν οὔτε ἀνάπαλιν. ἀλλ’ οὔτε αὔξησις αὐξήσει τῇ κατὰ φύσιν ἡ παρὰ τὴν φύσιν ἀντίκειται. ὁμοίως ἐπὶ γενέσεως καὶ φθορᾶς ὁ αὐτὸς λόγος. οὐ γὰρ ἡ μὲν γένεσις κατὰ φύσιν, ἡ δὲ φθορὰ παρὰ φύσιν (τὸ γὰρ γηράσκειν κατὰ φύσιν), οὔτε γένεσιν ὁρῶμεν τὴν μὲν κατὰ φύσιν, τὴν δὲ παρὰ φύσιν. ταῦτα μὲν οὖν ἄν τις διαπο- ρησειεν. Εἱ δέ ἐστι τὸ βίᾳ παρὰ φύσιν, καὶ φθορὰ φθορᾷ ἄν εἴη ἐναντία ἡ βίαιος ὡς παρὰ φύσιν οὖσα τῇ κατὰ |φύσιν. ἆρ’ οὗν καὶ γενέσεις εἰσὶν ἔνιαι βίαιοι καὶ οὐχ εἱμαρμέναι εἱμαρμένον δὲ λέγω τὸ κατὰ φύσιν, †ἀρ’ οὖν παρὰ φύσιν ἀντίκειται) καὶ αὐξήσεις βίαιοι καὶ φθίσεις; αὔξησις μὲν οἱ σῖτοι οἱ ταχὺ ἁδρυνόμενοι καὶ μὴ πιληθέντες. ἐπὶ δὲ ἀλλοιώσεως ὡσαύτως· τὼς· εἶεν γὰρ ἄν τινες αἱ μὲν βίαιοι, αἱ δὲ φυσικαὶ ἀλλοιώσεις, ὡς τὸ ὑγιάζεσθαι μὴ ἐν κρισίμοις ἡμέραις ἀλλοιοῦσθαι παρὰ φύσιν ἐστίν, τὸ δὲ ἐν κρισίμοις ὑγιάζεσθαι κατὰ φύσιν. ἔσονται δὲ ἐναντίαι καὶ φθοραὶ ἀλλήλαις καὶ φθορὰ γενέσει καὶ οὐδὲν κωλύει· οὐ γὰρ κατὰ ταὐτὸν ἡ φθορὰ γενέσει τε ἀντίκειται καὶ φθορᾷ, ἀλλὰ καθὸ μὲν φθορά γενέσει μόνον ἐστὶν ἐναντία, καθὸ δὲ τοιαύτη φθορά ἐστι κατὰ φύσιν, τῇ παρὰ φύσιν· καὶ γὰρ εἰ τὴν μὲν ἡδεῖαν εἶναι, τὴν δὲ λυπηρὰν συμβέβηκεν, ἦν κατὰ τοῦτο αὐταῖς ἐναντίωσις. οὐ δεῖ δὲ ὑπολαμβάνειν ἕτερον τρόπον ἀντιθέσεως εἶναι τὸν νῦν εἰρημένον, ἀλλ’ ἃς ἐθέμεθα ἤδη κινήσεις τε καὶ μονὰς ἐναντίας καὶ καθ’ ὃν ἐθέμεθα τρόπον, αὗται διανέμονται τὸ κατὰ φύσιν ὑσὶν καὶ παρὰ φύσιν, οἷον ἐναντίαν εἴπομεν εἶναι φορὰν τὴν ἄνωθεν κάτω τῇ κάτωθεν ἄνω. τούτων τοίνυν ἡ μὲν κατὰ φύσιν τῷ πυρί, ἡ δὲ παρὰ φύσιν ἐστὶ καὶ ἔμπαλιν τῆ γῇ· καὶ μοναὶ δὲ ὡσαύτως. ἐπεὶ γὰρ τὴν ἄνω μονὴν τῇ ἄνωθεν κινήσει διωρισάμεθα ἀντικεῖσθαι, γίνεται καὶ τούτων τῇ γῇ ἡ μὲν ἄνω μονὴ παρὰ φύσιν, ἡ δὲ ἄνωθεν κίνησις κατὰ φύσιν, ὥστε κίνησις ἐναντία κινήσει ἐστίν, τουτέστιν ἡ κατὰ φύσιν τῇ παρὰ φύσιν, καὶ μονὴ ἐναντία κινήσει, ἡ τοὐ αὐτοῦ παρὰ φύσιν |τῇ κατὰ φύσιν· ἀλλ’ οὐ τοῖς αὐτοῖς, ἀλλ’ ἄλλῳ καὶ ἄλλῳ, οἷον ἐναντίαι κινήσεις εἰσὶν ἡ ἄνωθεν κάτω τῇ κάτωθεν ἄνω, καὶ ἄμφω γε κατὰ φύσιν ἡ μὲν πυρί, ἡ δὲ γῇ. ἀλλ’ εἰ τοῦ κινουμένου ποθέν ποι τὸ μὲν ἐκεῖσέ ἐστιν, ἐξ οὗ κινεῖται, τὸ δέ, εἰς ὃ κινεῖται, ἐναντία δὲ ἡ ἐκεῖ μονὴ τῇ ἐξ ἐκείνου κινήσει, πῶς οὐχ ἅμα περὶ ταὐτὸν τἀναντία; λύειν γὰρ οὐ χαλεπόν· ἢ γὰρ ὅτι μὴ κατὰ ταὐτὸν τἀναντία, ἀλλὰ κατ’ ἄλλο μὲν ἐν ἐκείνῳ μένοι ἄν, κατ’ ἄλλο δὲ ἐξ ἐκείνου κινεῖται οὐ γὰρ ἀμερές ἐστιν τὸ κινούμενον, ὡς δειχθήσεται), ἢ lo ὅτι μηδὲ ἐναντία κυρίως κίνησις καὶ μονή, ἀλλὰ κίνησις μᾶλλον κινήσει. καὶ περὶ μὲν τῶν ἀντιθέσεων τῶν ἐν ταῖς κινήσεσι καὶ ταῖς ἠρεμίαις ἱκανῶς εἴρηται.