# In Aristotelis Physica Paraphrasis ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Θ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ..1

Themistius, In Aristotelis Physica Paraphrasis, ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Θ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/in-aristotelis-physica-paraphrasis/%CE%98%CE%95%CE%9C%CE%99%CE%A3%CE%A4%CE%99%CE%9F%CE%A5%20%CE%A0%CE%91%CE%A1%CE%91%CE%A6%CE%A1%CE%91%CE%A3%CE%99%CE%A3%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%98%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%97%CE%A3%20%CE%91%CE%9A%CE%A1%CE%9F%CE%91%CE%A3%CE%95%CE%A9%CE%A3..1

1. Ἕπεται δὲ ἐφεξῆς ἐπισκέψασθαι, πότερον γέγονέ ποτε κίνησις οὐκ οὖσα πρότερον καὶ φθείρεται πάλιν οὕτως, ὥστε κινεῖσθαι μηδέν, ἢ οὔτε ἐγένετο οὔτε φθείρεται, ἀλλ’ ἀεὶ ἦν καὶ ἀεὶ ἔσται καὶ τοῦτο ἀθάνατον καὶ ἄπαυστον ἐν τοῖς οὖσίν ἐστιν, οἷον ζωή τις ὑπάρχουσα πᾶσι τοῖς ὑπὸ φύσεως συνεστῶσιν. καὶ γὰρ ὅτι μὲν ἔστι κίνησις, ἅπαντες ὁμολογοῦσιν, ὅσοι περὶ φύσεως πραγματεύονται καὶ περὶ γενέσεως καὶ φθορᾶς διαλέγονται, ὅτι δὲ ἀίδιος, οὐκέθ’ ἅπαντες, ἀλλ’ ὅσοι μὲν ἀπείρους τοὺς κόσμους εἶναί φασι καὶ ἀεὶ τοὺς μὲν γίγνεσθαι τοὺς δὲ φθείρεσθαι, ἀεί φασιν εἶναι τὴν κίνησιν· ἕπεται γὰρ αὐτοῖς τὰς γενέσεις καὶ τὰς φθορὰς εἶναι μετὰ κινήσεως. σεως. ὁμοίως δὲ τούτοις, ὅσοι καὶ ἕνα κόσμον καὶ ἀίδιον ὑποτιθέντες, συνομολογοῦσι καὶ τὴν κίνησιν ἀίδιον εἶναι· ὅσοι δὲ ἕνα μὲν οὐκ ἀίδιον δέ, τούτοις ἀκολουθεῖ ταῖς περὶ τοῦ παντὸς ὑποθέσεσι καὶ περὶ τῆς κινήσεως χρῆσθαι. δύο δὲ οἱ τρόποι τῶν οὐκ ἀί|διον ποιούντων τὸν κόσμον, καὶ παρὰ τούτους οὐκ ἔστιν ἄλλος· ἡ γάρ, ὡς Ἀναξαγόρας φησίν, ἁπάντων ὁμοῦ μεμιγμένων τὸν ἄπειρον χρόνον ἄρξασθαί ποτε τὸν νοῦν τοῦ κόσμου καὶ τῆς κινήσεως, ἢ ὡς Ἐμπεδοκλῆς· οὗτος μὲν γὰρ ἐν μέρει κίνησιν ποιεῖ τοῦ παντὸς καὶ ἠρεμίαν, κίνησιν μέν, ὅταν ἡ φιλία τὸ πᾶν εἰς ἓν ἐκ πολλῶν συνάγῃ ἢ αὖθις τὸ νεῖκος εἰς πολλὰ ἐξ ἑνός, ἠρεμίαν δὲ ἐν τοῖς μεταξὺ χρόνοις, ὥστε Ἀναξαγόρᾳ μὲν ἡ κίνησις ἀρξαμένη συνεχῶς ἔστι καθάπερ δὴ καὶ ὁ κόσμος, Ἐμπεδοκλεῖ δὲ ἐν μέρει ποτὲ μὲν ἔστι, ποτὲ δὲ οὐκ ἔστι, ὥσπερ καὶ ὁ κόσμος. σκεπτέον δὲ περὶ τούτων, πῶς ἔχει· γένοιτο γὰρ ἄν ἴσως πρὸ ἔργου οὐ μόνον εἰς τὴν περὶ φύσεως θεωρίαν, ἀλλὰ καὶ πρὸς τὴν μέθοδον τὴν περὶ τῆς πρώτης ἀρχῆς καὶ τοῦ πρώτου τῶν πάντων αἰτίου. ἀρξώμεθα δὲ πρῶτον ἐκ τῶν διωρισμένων ἡμῖν καὶ ἤδη κειμένων. φαμὲν δὲ τὴν κίνησιν εἶναι τὴν ἐντελέχειαν τοῦ κινητοῦ καθὸ κινητόν. ἀναγκαῖον ἄρα, εἰ μέλλοι ποτὲ κίνησις ἔσεσθαι μὴ οὖσα, προυπάρξαι τὰ πράγματα δυνάμενα κινεῖσθαι καθ’ ἑκάστην κίνησιν· καὶ γὰρ χωρὶς τοῦ τῆς κινήσεως ὁρισμοῦ τοῦτο δῆλον. εἰ γὰρ ἀλλοίωσις ἔσται, δεῖ προϋπάρξαι πρῶτον τὸ ἀλλοιωθῆναι δυνάμενον· εἰ φορὰ κατὰ τόπον, δεῖ πάντως πρότερον ὑπάρξαι τὸ κατὰ τόπον οἷόν τε φέρεσθαι καὶ δὴ τὸ καυστὸν εἶναι πρὶν καίεσθαι καὶ τὸ καυστικὸν πρὶν κάειν. τούτου τοίνυν οὕτως ἔχοντος τοῦ δεῖν ἐξ ἀνάγκης προϋπάρχειν τὰ πράγματα τῆς κινήσεως ἐπιτηδείως ἔχοντα πρὸς αὐτήν, τοὺς ὑποθεμένους κίνησιν γενέσθαι ποτὲ μὴ οὖσαν καὶ ἀρχὴν αὐτῇ προτιθέντας τὴν κατὰ χρό|νον περὶ τῶν πραγμάτων ἐρωτητέον, ἐπεὶ μὴ καθ’ αὑτὴν ἡ κίνησις, ἀλλ’ ἐν πράγμασι, τὰ πράγματα ταῦτα προυπῆρχε τὸν ἄπειρον χρόνον καὶ ἀίδια ἦν ἢ καὶ αὐτὰ γενέσεως ἔσχον ἀρχήν; εἰ μὲν τοίνυν ἐγένετό ποτε μὴ ὄντα, ταύτην κεκίνηται πρότερον κίνησιν, δι’ ἣν εἰς τὸ εἶναι ἦλθεν ἐκ τοῦ μὴ εἶναι καὶ οὐ λέγω νῦν, ὅτι ἡ γένεσις κίνησις, ἀλλ’ ὅτι πάντως διὰ κινήσεως), ὥστε τῆς ληφθείσης αὐτοῖς κινήσεως κινήσεως ἄλλην ἀναφαίνεσθαι πρότερον ὑπὸ τοὐ λόγου. ἵνα μὲν γὰρ κίνησις γένηται, δεῖ πρότερα γενέσθαι τὰ κινησόμενα, ἵνα δὲ γένηται τὰ κινησόμενα, δεῖ πρότερον κίνησιν ἄλλην γενέσθαι, ὥστε κατὰ τοῦτον τὸν τρόπον οὐχ οἷόν τε λαβεῖν τὴν ἀρχὴν τῆς κινήσεως· ἀεὶ γὰρ τῆς πρώτης λαμβανομένης ἄλλη τίς ἐστι προτέρα. ‘ναί’, φησίν, ‘ἀλλ’ ἐκείνην λέγω προτέραν τὴν κίνησιν, δι’ ἧς ἐγένετο τὰ κινεῖσθαι δυνησόμενα᾿. ἀλλ’ εἰ μέμνησαι τοῦ τῆς κινήσεως ὁρισμοῦ καὶ δίδως ἀεὶ προυπάρχειν τὸ κινεῖσθαι δυνάμενον τῆς κινήσεως καί, ὅταν γένηται τὰ πράγματα διὰ κινήσεως, καὶ μετέχειν πάντως ἐν τῇ γενέσει κινήσεως, * * * πρότερον πρὸς ἐκείνην τὴν κίνησιν ἐπιτηδείως, καθ’ ἣν εἰς τὴν γένεσιν ἔρχεται. ἐπειδὴ γὰρ οὐδὲν ἐκ τοῦ παντελῶς μὴ ὄντος, ἀλλ’ ἐκ τοῦ τὶ μὲν ὄντος τὶ δὲ μὴ ὄντος, ἀνάγκη προϋπάρχειν πὼς τὸ τὴν πρώτην ταύτην μεταβολὴν καὶ κίνησιν ὑφιστάμενον. πάλιν οὖν ἐρησόμεθα ὁμοίως, τὸ προυπάρχον ἀίδιον ἦν ἢ γενητόν; εἰ γὰρ 5 εἰ γὰρ πάλιν λέγομεν, ὅτι γενητόν, προήξομεν ταὐτὰ ἀποροῦντες· μόνως γὰρ οὕτως ἦν δυνατὸν ἀρχὴν λαβεῖν τῆς κατὰ χρόνον κινήσεως, εἴπερ ἦν δυνατὸν ἐκ τοῦ παντελῶς μὴ ὄντος ποιεῖν τὴν γένεσιν. ἀλλὰ δῆτα | προϋπαρχέτω τὰ πράγματα τὸν ἅπαντα χρόνον ἀίδια· ἄρχεται δὲ τῆς κινήσεως ἀπό τινος χρόνου. φαίνεται μὲν δὴ καὶ αὐτόθεν ἐπιστήτὴν σασιν ἄλογος ἡ ὑπόθεσις· τί γὰρ δήποτε νῦν ἄρχεται κινεῖσθαι πρότερον δ’ οὔ; ὁμοίω δὲ καὶ προάγουσιν εἰς τὸ ἐφεξῆς τὸν λόγον ἀτοπώτερα συμβαίνει· εἰ γὰρ τῶν μὲν οἷόν τε ὄντων κινεῖσθαι τῶν δὲ οἷόν τε ὄντων κινεῖν ὅμως πρότερον μὲν ἦν ἀμφοῖν ἠρεμία, νῦν δὲ ἄρχεται τὸ μὲν κινεῖσθαι τὸ δὲ ἠρεμεῖν, δεῖ πρότερον ὑπάρχειν αἰτίαν τῆς μεταβολῆς, δι’ ἣν πρότερον οὐκ ἐνήργει κατὰ δύναμιν, νῦν δὲ ἀπείληφε τὴν ἐνέργειαν· οὐ γὰρ δὴ χωρὶς αἰτίας ὁμοίως ἔχοντα πρὸς ἄλληλα νῦν τε καὶ πρότερον, νῦν μὲν ἐνεργεῖ πρότερον δ’ οὔ, ἀλλ’ ἢ πλέον ἀλλήλων πρότερον ἀφειστήκει νῦν δὲ πλησίον γέγονεν, ἤ τι μεταξὺ πάντως ἦν τὸ κωλῦον, ὃ νῦν ἀνῄρηται. ὅ τι δ’ ἄν τούτων ὑπόθῃ, κίνησιν ἑτέραν ὑποτίθεσθαι ἀνάγκη τῆς προτέρας ὑποκειμένης. εἰ γὰρ ἀεὶ μὲν τὰ πράγματα ἦν, οὐκ ἀεὶ δὲ τὰ μὲν κινεῖται τὰ δὲ κινεῖ, ἀλλὰ ἤρξατο νῦν, δῆλον ὡς πρότερον οὐκ εἶχε τὴν σχέσιν ταύτην πρὸς ἄλληλα, ἣν νῦν ἔχοντα τὸ μὲν κινεῖται τὸ δὲ κινεῖ, ἀλλὰ μετέβαλλεν αὐτῶν θάτερον ἢ ἀμφότερα, ἢ τὸ κινητικὸν μόνον ἢ τὸ κινητόν. εἴπερ οὖν, ἵνα τῆς πρώτης ἄρξηται κινήσεως, προτέρας κινήσεως δεῖται ταῦτα, ὑπομένει καὶ οὗτος ὁ λόγος· εἰ δὲ δὴ καί τις ἐκείνην πρώτην λέγει τὴν κίνησιν, καθ’ ἣν τὸ κινητικὸν μεταβέβληκεν εἰς τὸ νῦν κινεῖν καὶ καθ’ ἣν πρὸς τὸ κινητὸν τὴν σχέσιν ταύτην ἀπείληφεν, οὐδὲν πλέον οὐδ’ οὕτως συμπερανεῖ· πάλιν γὰρ ταύτης τῆς μεταβολῆς τὴν αἰτίαν ἐπιζητήσομεν· οὐ γὰρ ἕξει λέγειν I μὴ πάλιν ἄλλης προτέρας κινήσεως ἐφαψάμενος. ἀλλὰ τί ταῦτα ἐξὸν αὐτοὺς ἐπιδεῖξαι διελεγχομένους ὑφ’ ἑαυτῶν; οἱ γὰρ λέγοντες πρότερον οὐκ εἶναι κίνησιν λέγουσί τινα εἶναι χρόνον τότε, ὅτε οὐκ ἦν κίνησις· τὸ γὰρ πρότερον αὐτοῖς τοῦτο σημαίνει. ἀλλὰ μὴν ἀδύνατον χρόνον εἶναι δίχα κινήσεως, καθάπερ ἀποδέδεικται πρότερον. ἀκολουθεῖ τοίνυν τοῖς λέγουσιν, ὅτι ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν κίνησις, τὸ λέγειν ὅτι ἦν ποτε κίνησις, ὅτε οὐκ ἦν κίνησις. εἰ γὰρ δὴ καὶ περὶ τοῦ χρόνου τις ἡμῖν διαμάχοιτο, ὅτι γέγονέ ποτε πρότερον οὐκ ὤν, ὥσπερ δὴ καὶ Πλάτων’ δοκεῖ ποιεῖν ἐν τῷ Τιμαίῳ γεννᾷ γὰρ αὐτὸν σὺν τῷ οὐρανῷ), πρὸς τοῦτον ἐξαρκεῖ μὲν καὶ τὴν ἁπάντων δόξαν τῶν φυσικῶν καὶ συμφωνίαν ἐπιδεικνύειν περὶ τῆς ἀιδιότητος τοῦ χρόνου. Δημόκριτος μὲν γὰρ τοῦτο αὐτὸ μέγιστόν φησι τεκμήριον εἶναι τοῦ μὴ πάντα εἶναι γενητὰ διὰ τὸ τὸν χρόνον ἀγένητον εἶναι. ἀλλ’ ἵνα μὴ μόνον πλήθει μαρτύρων δυσωπεῖν δοκῶμεν, τὸν λόγον αὐτὸν καθ’ αὑτὸν ἐξετάσομεν, εἰ οἷόν τέ ποτε γενέσθαι μὴ ὄντα τὸν χρόνον. μάχεται δὲ καὶ αὕτη πρὸς ἑαυτὴν ἡ ὑπόθεσις· τὸ γὰρ ποτὲ καὶ μὴ εἶναι πρότερον καὶ τὸ γενέσθαι νῦν ἐν χρόνῳ πάντα χρόνου κατηγορήματα καί, ἵνα τὰ ἄλλα παρῶ, τίς οὐκ οἶδεν, ὅτι οὔτε τὸ νῦν ἄνευ χρόνου οὔτε ὁ χρόνος ἄνευ τοῦ νῦν· μεσότης γὰρ χρόνου τὸ νῦν καὶ ἀρχήν τινος χρόνου καὶ τελευτὴν ἔχον ἅμα, ἀρχὴν μὲν τοῦ ἐσομένου, τελευτὴν δὲ τοῦ παρελθόντος, ὃ μόνον ἐστὶ τοῦ χρόνου δυνατὸν λαβεῖν. εἰ οὖν ἐφ’ ἀπάσης γενέσεως καὶ ἐφ’ ἅπαντος γινομένου τοῦ νῦν | συνεπινοεῖν ἀναγκαῖον, ἀναγκαῖον αὐτῷ συνεπινοεῖν ἐπ’ ἀμφότερα καὶ τὸν χρόνον, ὥστε εἰ νῦν ἤρξατο ὁ χρόνος, καὶ πρότερον ἦν χρόνος, οὗ πέρας τὰ νῦν· εἰ δὲ ἀδύνατον ταῦτα, ἀίδιος δήπουθεν ὁ χρόνος, εἰ δὲ ὁ χρόνος ἀίδιος, καὶ ἡ κίνησις, εἴπερ ἄνευ κινήσεως χρόνον ἐπινοεῖν ἀδύνατον ἐπιδέδεικται. τοῖς δὲ αὐτοῖς χρησόμεθα λόγοις καὶ ἐπὶ τοῦ ἄφθαρτον εἶναι τὴν κίνησιν. ὡς γὰρ ἐπὶ τοῦ γίνεσθαι κίνησιν συνέβαινε, προτέραν εἶναί τινα κίνησιν τῆς πρώτης λαμβανομένης, οὕτως ἐνταῦθα ὑστέραν τῆς τελευταίας· φθαρείσης γὰρ τῆς κινήσεως ἢ φθείρεται καὶ τὰ πράγματα ἢ μένει. εἰ μὲν οὖν φθείροιτο, ἐπειδὴ μηδὲν εἰς τὸ παντελῶς μὴ ὂν ἀφανίζεται, δῆλον ὡς εἰς ἄλλο τι μεταβάλλει, μεταβολὴ δὲ πᾶσα διὰ κινήσεως· ἔσται ἄρα μετὰ τὴν φθορὰν τῆς κινήσεως κίνησις. εἰ δὲ ἀεὶ διαμένει, τὰ αὐτὰ πάλιν ἐρησόμεθα, ἅπερ καὶ ἐπὶ τοῦ γίνεσθαι τὴν κίνησιν. τί γὰρ δήποτε τὰ μὲν κινητὰ ὄντα τὰ δὲ κινητικὰ ἠρεμεῖ τὸν ἄπειρον χρόνον καὶ πρότερον μὲν ἐκίνει καὶ ἐκινεῖτο, νῦν δὲ οὐκέτι; τὸ γὰρ ἄλογον καὶ ἀναίτιον μάλιστα ἐπὶ τῆς φύσεως φυλακτέον, ὡς σχεδὸν ἅπαντες παρορῶσιν, ἐπεὶ καὶ Ἐμπεδοκλῆς ἐν μέρει ποιῶν τὴν κίνησιν καὶ ἠρεμίαν κίνησιν μὲν ὑπὸ τῆς φιλίας καὶ τοῦ νείκους, ἠρεμίαν δὲ ἐν τοῖς μεταξὺ χρόνοις οὐ προστίθησι τὴν αἰτίαν, δι’ ἣν ἐν μέρει ταύτην ἀποδίδωσιν· ἀλλ’ οὐδὲ Ἀναξαγόρας τὴν αἰτίαν προσεπιλέγει, δι’ ἣν τόδε τὸ μῖγμα ἠρεμοῦν τὸν ἄπειρον χρόνον ἤρξατό ποτε κινεῖν ὁ βραδύτατος νοῦς. διὰ τί γὰρ οὐ θᾶττον καὶ τοῦ θᾶττόν γε διὰ τί μὴ θάττον ἀεί; καὶ οὐδὲν γὰρ ἄλογον οὔτε ἄτα|κτον ἐν τοῖς παρὰ τῆς φύσεως γινομένοις, ἀλλ’ ἡ φύσις αἰτία πάσης τάξεως καὶ τοῦ γίνεσθαι κατὰ λόγον· τὸ δὲ τὸν ἄπειρον χρόνον ἠρεμεῖν, νῦν δὲ ἄρξα- σθαι τῆς κινήσεως, εἴτε εἰς ἄπειρον κινησόμενα εἴτε ἠρεμήσοντα πάλιν τίνα λόγον ἔχει, τίνα δὲ τάξιν μηδεμιᾶς λεγομένης διαφορᾶς, δι’ ἣν νῦν μᾶλλον ἢ πρότερον; ἢ γὰρ ἁπλῶς ἔχειν δεῖ τὰ φυσικὰ καὶ οὐχ ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως, οἷον τὸ πῦρ φύσει ἄνω φέρεται καὶ ἡ γῆ κάτω, ἢ τοῦ μὴ ὡσαύτως ἔχειν ἀεὶ λόγον ἀποδοτέον τῷ φυσικῷ. καίτοι οὐδὲ ὅσα ἀεὶ ἔστιν οὕτως ἢ γίνεται, οὐδὲ ταῦτα ἅπαντα ἄνευ λόγου τε καὶ ἀρχῆς· ἀεὶ γὰρ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἔχει ἴσας τὰς γωνίας, ἀλλ’ ὅμως ἐστὶ τοῦ ἀεὶ τοιοῦτον εἶναι ἕτερον αἴτιον· ἀλλ’ ἐκεῖνα τῶν ἀιδίων αἴτια, ὅσα αἴτια, πρῶτα καὶ ἀρχαὶ πρῶται. οὕτως μὲν οὖν προηγουμένως κατασκευάζοντι φαίνεται μὴ ἐνδέχεσθαι εἶναι χρόνον, ὅτε κίνησις οὐκ ἦν ἢ οὐκ ἔστι. 2. Λυτέον δὲ καὶ αὖθις, ἅ τις ἄν ὑπολάβοι πρὸς τὴν θέσιν ταύτην ἐναντίως ἔχειν. φαίη γὰρ ἄν τις πρῶτον μέν, ὡς, εἰ μηδεμία κίνησις ἀίδιος, οὐδ’ ὅλως ἀίδιος κίνησις. ἀλλὰ μὴν ὥρισται πᾶσα μεταβολὴ (πᾶσα γὰρ ἔκ τινος εἴς τι) καὶ τὰ πέρατα ἑκάστης τἀναντία, ἀφ’ οὗ τε ἄρχεται καὶ εἰς ὃ λήγει, ἴσμεν· ἄπειρον γὰρ οὐδὲν κινεῖται. δεύτερον δέ, εἴπερ ἐναργῶς ὁρῶμεν, ὅτι δυνατὸν κινηθῆναι τὸ παντελῶς πρότερον μὴ κινούμενον, καὶ νῦν ἄρξασθαι τῆς κινήσεως πρότερον μηδ’ ἡντιναοῦν ἔχον κίνησιν ἐν ἑαυτῶ μήτε καθόλου μήτε κατὰ μέρος, φανερὸν ὅτι | δυνατὸν γενέσθαι κίνησιν οὐκ οὖσαν. κινεῖται γὰρ καὶ ἄψυχα ἀπό τινος ἀρξάμενα χρόνου, οἷον γῆ πῦρ ὕδωρ ἀήρ, καὶ τὰ σύνθετα οὐδεμίαν ἔχοντα πρότερον μεταβολήν, ἀλλ’ ἠρεμοῦντα, πάλιν κινεῖται καὶ τὰ ἔμψυχα ἐκ παντελοῦς ἠρεμίας. καίτοι πρὸς μὲν τὰ ἄψυχα ἐνσταίη τις ἄν, ὅτι κινεῖται ὑπ’ ἄλλου πρότερον αὐτοῦ κινουμένου, ὡς μὴ λίαν ἐκ τούτων τὴν κίνησιν γένη τὴν ἀποδείκνυσθαι. πρὸς δὲ δὴ τὰ ἔμψυχα καὶ τὰ ζῷ οὐδὲ ἔνστασιν ἐξευρεῖν τινα ῥᾴδιόν ἐστι· ταῦτα γὰρ ὑφ’ ἑαυτῶν κινεῖται πολλάκις ἐκ παντελοῦς τῆς προτέρας ἡσυχίας. εἰ δὲ ἐν ζῴῳ δυνατὸν τοῦτο, γενέσθαι κίνησιν οὐκ οὖσαν οὔτε ἐν αὑτῷ οὔτε ἔξωθεν, τί κωλύει τὸ αὐτὸ συμβῆναι καὶ ἐν τῷ παντί; εἰ γὰρ ἐν σμικρῷ κόσμῳ δυνατόν, καὶ ἐν τῷ μεγάλῳ. Πρῶτον δὴ τὸ πρῶτον ἐπικεπτέον. ὅτι μὲν οὖν, εἰ πᾶσα γένοιτο κίνησις ἐξ ἐναντίων εἰς ἐναντία, ὁρίζεται ὑπὸ τῶν ἐναντίων καὶ περατοῦται, καὶ οὐκ ἔστι συνεχὴς οὐδ’, εἰ πάλιν ἀνακάμπτει καὶ πάλιν, ὀρθῶς λέγεται. οὐδὲ γὰρ τὴν αὐτὴν καὶ μίαν οἷόν τε εἶναι τὴν τοιαύτην, ὥσπερ οὐδὲ τῆς χορδῆς εἷς ἀριθμῷ καὶ ὁ αὐτὸς φθόγγος, ὅταν πλήττηται πάλιν καὶ πάλιν, καὶ τοῦτο δὲ προιόντες ἀκριβέστερον ἐπιδείξομεν· ἀλλ’ ὅπερ ἔφην, εἰ μὲν ἅπασα κίνησις τοιαύτη, καλῶς λέγεται τὸ μηδεμίαν μήτε ἀίδιον εἶναι κίνησιν μήτε συνεχῆ· εἰ δὲ ἔστι τις καὶ μία συνεχὴς καὶ οὐκ ἐξ ἐναντίων εἰς ἐναντία, δῆλον ὡς οὐκέτι προσεκτέον τούτῳ τῷ λόγῳ. ἀλλὰ μὴν περί γε τοῦ κινεῖσθαι τὰ ἄψυχα μήτε κινούμενα ῥᾴδιον εἰπεῖν, ὡς ὑφ’ ἑτέρων κινούμενα μένα οὐδὲν θαυμαστὸν κινεῖσθαι μέν, ὅταν αὐτοῖς παρῇ τὸ κινοῦν, μὴ κινεῖσθαι δέ, ὅταν μή· οὐ γὰρ ἐν τῷ ταῦτα | ἄρχεσθαί γε τοὐ κινεῖσθαι καὶ πάλιν παύεσθαι δείκνυται ἁπλῶς ἡ κίνησις οὐκ ἀίδιος. ὑφ’ ὧν· γὰρ ἔξωθεν ὄντων ταῦτα κινεῖται, ἐκεῖνα τί κωλύει κινούμενα συνεχῶς καὶ ἀεὶ τῆς τούτων παρὰ μέρος κινήσεως αἴτια γίνεσθαι; τὸ γὰρ δὴ καὶ τοῦτο ὂν αὐτὸ ζητεῖν, τί δήποτε οὐκ ἀεὶ κινεῖται τὰ ἄψυχα ἀεὶ κινουμένου τοῦ κινοῦντος αὐτά, οὐκέτι περὶ κινήσεως ἀμφισβητούντων ἐστίν, εἴτε ἀίδιος εἴτε μή, ἀλλ’ ὅλως προσαπορούντων, τί δήποτέ ἐστίν τινα τῶν ὄντων, ἃ ποτὲ μὲν κινεῖται, ποτὲ δὲ ἠρεμεῖ, ὡς τοῦτο ἀρχὴν τῆς παρούσης συμπάσης πάσης σκέψεως εἶναι, διὰ τί πολλὰ τῶν ὄντων τοιαῦτα. φαίνεται γὰρ καὶ τὰ ζῷα ποτὲ μὲν κινούμενα, ποτὲ δὲ ἠρεμοῦντα παντελῶς, καὶ ὅταν κινῆται ἐν αὑτοῖς ἔχοντα τῆς κινήσεως τὴν αἰτίαν. ἢ τὸ μὲν ἐπὶ ζῴων λύειν οὐ χαλεπόν, εἰ καὶ μάλιστα οὗτος ὁ λόγος δοκεῖ πιθανώτερον κατασκευάζειν, ὅτι δυνατὸν κίνησιν οὐκ οὖσαν γενέσθαι· οὐδὲ γὰρ ἠρεμεῖ ποτε παντελῶς, ἀλλ’ ἀεί τινας κινήσεις κινεῖται συμφύτους, οὔτε πάσης κινήσεως ἐν αὑτοῖς ἔχει τὴν αἰτίαν καὶ τὴν ἀρχήν, ἀλλὰ μόνης τῆς κατὰ τόπον· πολλὰς δὲ κινεῖται καὶ ἔξωθεν ὑπὸ τοῦ περιέχοντος. καὶ γὰρ θερμαίνεται καὶ ψύχεται καὶ λευκαίνεται καὶ μελαίνεται καὶ ὁρᾷ καὶ ἀκούει τῶν ἐνδιδόντων ἔξωθεν τὰς κινήσεις ταύτας τῷ ζῴω. οὐδὲν οὖν κωλύει, μᾶλλον δὲ ἴσως καὶ ἀναγκαῖον ἐν μὲν τῷ σώματι πολλὰς ἐγγίνεσθ·αι κινήσεις ὑπὸ τοῦ περιέχοντος, τούτων δὲ ἐνίας τὴν διάνοιαν ἢ τὴν ὄρεξιν κινεῖν, ἐκείνην δὲ τὸ ὅλον ζῷον. ἡ μὲν γὰρ θερμασία ἰὴν ἐπιθυμίαν ἐκίνη|σεν τοῦ ποτοῦ, ἡ δὲ ἐπιθυμία τὸ ζῷον ἐπὶ τὸ ὕδωρ, μάλιστα δὲ ὁ ὕπνος δῆλον ποιεῖ· τότε γὰρ τὴν ἐξ αὑτῶν οὐ κινούμενα κίνησιν τὰ ζῷα ὅμως κινοῦνται πολλὰς κινήσεις πεττομένης τῆς τροφῆς, φανταζομένης ἰῆς διανοίας, ἀλλοιουμένων τινῶν ἐν αὐτοῖς ὑπὸ τοῦ περιέχοντος, θερμαινομένων ἢ ψυχομένων. οὕτω γοῦν καὶ διανίσταται πάλιν αἰτίας τινὸς γενομένης τῶν τοιούτων ἀλλοιώσεων, τοῦ διεγείρεσθαι. ἀλλὰ καὶ περὶ τῆς τῶν ζῴων κινήσεως καὶ περὶ τῆς τῶν ἀψύχων καὶ περὶ πάσης ἀπλῶς τῆς προκειμένης σκέψεως ὅπως τἀληθὲς ἔχει, γένοιτ’ ἂν φανερόν, εἰ μάθοιμεν, ὃ καὶ προεῖπον, τί δήποτε ἔνια τῶν ὄντων ποτὲ μὲν κινεῖσθαι φύσιν ἔχει ποτὲ δὲ ἠρεμεῖν. 3. Ἄνωθεν οὖν ἀναλαβοῦσι διαιρετέον. ἀνάγκη δὴ ἤτοι ἠρεμεῖν πάντα ἡ κινεῖσθαι ἢ τἂ μὲν κινεῖσθαι τὰ δὲ ἠρεμεῖν· καὶ εἰ τὰ μὲν κινεῖται τὰ δὲ ἠρεμεῖ, πάλιν τοῦτο τριχῶς ἄν συμβαίνοι· ἢ γὰρ τὰ μὲν κινούμενα ἀεὶ κινεῖται, τὰ δὲ ἠρεμοῦντα ἀεὶ ἠρεμεῖ, ἢ πάντα πέφυκεν ὁμοίως κινεῖσθαι καὶ ἠρεμεῖν, τὸ λοιπὸν ἔτι καὶ τρίτον· ἐνδέχεται γὰρ τὰ μὲν ἀεὶ τῶν ὄντων ἀκίνητα εἶναι, τὰ δὲ ἀεὶ κινούμενα, τὰ δὲ ἀμφοτέρων μεταλαμβάνειν, ὅπερ ἡμῖν ἀποδεικτέον ἐστίν. τοῦτο γὰρ ἔχει λύσιν γε πάντων τῶν ἀπορηθέντων καὶ τέλος ἡμ·ῖν τῆς περὶ κινήσεως πραγματείας. ὅτι μὲν οὖν οὐ πάντα ἠρεμεῖ, γελοῖον ζητεῖν τινα λόγον ἀφέντας τὴν αἴσθησιν (ἀρρωστία γάρ ἐστι διανοίας μὴ διακρίνειν τά τε λόγου δεόμενα καὶ τὰ μή· ὑπὲρ ἐνίων γὰρ βέλτιον ἔχομεν ἢ λόγου δεῖσθαι) καὶ ἅμα οὐ πρὸς τὸν φυσικὸν ἡ ἀμφισβήτησις, ὥσπερ | εἰρήκαμεν καὶ ἀρχόμενοι. ἀλλὰ καὶ ὅτι μὴ πάντα κινεῖται, ἀεί ἐστι μὲν ὁμοίως ἐναργὲς καὶ οὐ προσδεόμενον λόγου, προσήκει δὲ ἴσως τοῦτο μᾶλλον ἐξελθεῖν· οὐ γὰρ οὕτω παρὰ τὴν μέθοδον ὁ λόγος ὁ τὴν ἠρεμίαν καὶ μονὴν τῶν ὄντων ἀφαιρούμενος, ὡς ὁ τὴν κίνησιν. φασὶ δὲ δή τινες ἅπαντα μὲν ἀεὶ κινεῖσθαι, λανθάνειν δὲ τοῦτο τὴν ἡμετέραν αἴσθησιν, πρὸς οὗς καίπερ οὐ διορίζοντας, πότερον μίαν κίνησιν λέγουσιν ἅπαντα κινεῖσθαι συνεχῶς καὶ ποίαν γε ταύτην ἢ καὶ πάσας ἁπλῶς εἰπεῖν τὰς κινήσεις, ὁμοίως οὐ χαλεπὸν ἀπαντῆσαι· οὔτε γὰρ αὔξεσθαί τι πέφυκε συνεχῶς οὔτε πάλιν συνεχῶς μειοῦσθαι οὕτε συνάπτειν τὴν αὔξησιν τῇ μειώσει, ἀλλ’ ἔστι στάσις καὶ ἠρεμία ἐν μέσῳ, ἐπεί, εἰ συνεχὴς ἡ κίνησις ἦν ἀπὸ ἰῆς αὐξήσεως εἰς ἰὴν μείωσιν, τὸ αὐξανόμενον ἂν εἰς τὸ μειοῦσθαι μετέβαλεν. οὔτε, εἰ δύο πήχεις ηὔξηται ἐν τοῖς εἴκοσιν ἐνιαυ- τοῖς, ηϋξηταί τι μόριον τῶν δύο πηχῶν ἐν ὥρᾳ μιᾷ· ὅμοιον γὰρ τὸ λέ- γειν, ὡς, ἐπειδὴ τὴν πέτραν ἐκοίλαναν οἱ πεντακισχίλιοι σταλαγμοὶ τοσονδί, καὶ ἕκαστος τῶν σταλαγμῶν μέρος τι πάντως ἐκοίλανε καί, εἰ διέστησε τοὺς λίθους ἐκφυεῖσα εἰς σπιθαμὴν ἡ συκῆ, καί, ἡνίκα πρῶτον ἐκ τῆς κεγχραμίδος ὑπεφύετο, μέρος τι διίστησι τῆς σπιθαμῆς· ἀλλ’ ὥσπερ οἱ ἑκατὸν ἅμα καθέλκουσι τὴν ναῦν, εἷς δὲ ἕκαστος οὐδ’ ἂν σαλεύσειε προσελθών, οὕτως οἱ μὲν τοσοίδε σταλαγμοὶ τοσονδὶ τῆς πειρὰς ἀφεῖλον, εἷς δὲ καθ’ αὑτὸν μέρος οὐδ’ ὁτιοῦν. οὐ γὰρ εἰ διαιρετὸν τὸ μέγεθος, ἐκοίλανεν ἐξ ἀνάγκης ἕκαστος αὐτῶν ἐκοίλανάν] τι μόριον τοῦ μεγέθους, ἀλλ’ ὑπὸ τῶν τοσῶνδε ὅλον ἐπῆλθε τοσόνδε. πάλιν γὰρ καθάπερ ἐπὶ τῆς νεωλκίας ὑπὸ τῶν πεντήκοντα τέως ἡ ναῦς μὴ κινουμένη προσελθόντος ἑνὸς διεσαλεύθη καὶ ὥσπερ ἐπὶ τῆς τρυτάνης τὰ μὲν δέκα τάλαντα οὐκ ἐποίησεν τὴν ῥοπήν, δραχμὴ δὲ προσελθοῦσα καθείλκυσεν, οὕτως οἱ μὲν τοσοίδε σταλαγμοὶ οὔπω δύναμιν ἔσχον κοιλᾶναι τὴν πέτραν, προσελθόντος δὲ ἑνὸς ἐδυνήθησαν φανερὸν τοίνυν, ὡς οὐδὲ ἐπὶ τῶν μειουμένων ἀναγκαῖον ἀεί τι ἀπιέναι ὅτι διαιρεῖται τὸ μειούμενον εἰς ἄπειρα, ἀλλὰ καὶ ὅλον ποτὲ ἀπιέναι ἐνδέχεται, ὁμοίως δὲ καὶ ἐπ’ ἀλλοιώσεως ὁποιασοῦν· οὐ γὰρ εἰ μεριστὸν εἰς ἄπειρον τὸ ἀλλοιούμενον, διὰ τοῦτο καὶ ἡ ἀλλοίωσις, ἀλλ’ ἀθρόα πολλάκις γίνεται ἐφ’ ὅλου τοῦ μεγέθους, ὥσπερ ἡ πῆξις· ὅλως γὰρ ἀλλοίωσις οὐδεμία συνεχὴς καὶ ἐπ’ ἄπειρον· ἐξ ἐναντίου γὰρ πᾶσαι εἰς ἐναντίον. καὶ τὸ νοσοῦν εἰς ὑγείαν μεταβάλλον, ἕως μὲν ἄν μεταβάλλῃ, συνεχῶς ἀλλοιοῦται, μεταβάλλον δὲ εἰς ὑγείαν ἠρεμεῖ κατ’ ἐκείνην ἤδη τὴν ἀλλοίωσιν, τοὺς δὲ λίθους οὐχ ὁρῶμεν πρὸς θεῶν πολλῷ χρόνῳ μήτε μαλακωτέρους γινομένους μήτε σκληροὺς μήτε κινουμένους κατὰ τόπον· θαυμαστὸν γάρ, εἰ λέληθεν ἡμάς ταῦτα συμβαίνοντα περὶ τοὺς κίονας. καὶ ἡ γῆ δὲ οὐκ ἐξ ἀνάγκης ἐν τῷ κάτω μένει, τῶν τε ἄλλων ἕκαστον τῶν φυσικῶν σωμάτων τῶν οὐκ ἐν τῳ οἰκείῳ τόπῳ γενόμενον ἠρεμεῖ· ποίαν γὰρ εἴπωμεν αὐτὸ τηνικαῦτα κινεῖσθαι κίνησιν; οὔτε γὰρ τὴν κατὰ φύσιν ἤδη γάρ ἐστιν ἐν τῇ προσηκούσῃ χώρᾳ) οὔτε τὴν παρὰ φύσιν (μένει γὰρ ἐν τῷ οἰκείῳ τόπῳ). ὁμοίως δὲ τόδε ἀδύνατον τὰ μὲν ἀεὶ κινεῖσθαι, τὰ δὲ ἀεὶ ἠρεμεῖν· ὁρῶμεν γὰρ ἐπὶ πολλῶν τὰς εἰρημένας μεταβολάς, οἷον αὐξήσεις τε καὶ μειώσεις καὶ τὰς παρὰ φύσιν κινήσεις. οὔτ’ οὗν ἀεὶ κινεῖται τὸ κινούμενον μένον (τὰ γὰρ αὐξανόμενα ἵσταται, ὅταν ἀπολάβῃ τὸ μέγεθος) οὔτε ἀεὶ ἠρεμεῖ τὰ ἠρεμοῦντα (τὰ γὰρ παρὰ φύσιν κινούμενα ἐκ τῶν ἰδίων τόπων κινεῖται, ἐν οἷς πρότερον ἠρέμει) ἀλλ’ οὔτε τὸ γιγνόμενον ἀεὶ γίνεται, ἀλλὰ παύεται ταύτης τῆς μεταβολῆς, ὅταν γένηται· οὔτε τὸ φθειρόμενον φθείρεται, ἀλλ’ ἔστι πέρας αὐτοῦ τῆς φθοράς. εἶεν. ὅτι μὲν οὖν οὔτε πάντα <ἀεὶ κινεῖται οὔτε πάντα> ἀεὶ ἠρεμεῖ οὔτε τὰ μὲν ἀεὶ δὲ ἠρεμεῖ, δέδεικται ἐναργῶς. λοιπὸν δὲ ἡμῖν ἐξετάσαι τοὺς δύο τρόπους, πότερον ἅπαντα ἔστι τοιαῦτα, οἷα ποτὲ μὲν κινεῖσθαι ποιὲ δὲ ἠρεμεῖν, ἢ τοῦτο μὲν οὐκ ἀληθές, ἐκεῖνο δὲ ῥητέον, ὡς ἔνι μὲν οὕτως ἔχει τῶν ὄντων ὡς ἀνὰ μέρος κινεῖσθαί τε καὶ ἠρεμεῖν, ἔνι δὲ ἀεὶ ἠρεμεῖ, μᾶλλον δὲ ἀκίνητά ἐστιν ἀεί, ἔνια δὲ ἀεὶ κινεῖται. ὅτι γὰρ τούτου τι ἔστι καὶ σύμφωνον μόνον πρὸς τὴν ἀλήθειαν, δεικτέον ἡμῖν πάλιν ἀπ’ ἄλλης ἀρχῆς ἀρξαμένοις. οὕτως γὰρ ἄν καὶ τὴν κίνησιν ἀίδιον εἶναι ἀκριβέστερον πιστωσαίμεθα. 4. τῶν δὴ κινούντων καὶ κινουμένων τὰ μὲν κατὰ συμβεβηκὸς κινεῖται, τὰ δὲ κατὰ μόριον, τὰ δὲ καθ’ αὑτά. ἴσμεν δέ, εἴγε μεμνήμεθα τῶν πρότερον εἰρημένων, τίνα ἐστὶν τὰ κατὰ συμβεβηκὸς κινούμενα καὶ τίνα τὰ κατὰ μόρια. ἐκεῖνα μὲν ἐατέον (ἄπειρα γὰρ καὶ οὐχ οἷά τε εἰς ὡρισμένην ἐλθεῖν διαίρεσιν), τῶν δὲ καθ’ αὑτὰ κινουμένων τὰ μὲν φύσει, τὰ δὲ βίᾳ καὶ παρὰ φύσιν κινεῖται. φύσει μέν, ὅσα ἔχει τὴν ἀρχὴν τῆς κινήσεως ἐν ἑαυτοῖς, οἷον τὰ ζῷ καὶ τῶν ἀψύχων ὅσα, ὡς πέφυκεν, οὕτως κινεῖται, κάτω μὲν τὰ βαρέα καὶ γεηρά, ἄνω δὲ τὰ κοῦφα· παρὰ φύσιν δέ, ὅσα βία καὶ μὴ ὡς πέφυκεν, οἷον εἰ τὸν λίθον τις ἄνω ῥίπτων ἢ τὸ πῦρ εἰς τὸ κάτω βιάζοιτο. κινεῖται δὲ καὶ τὰ σώματα τῶν ζῴων πολλάκις παρὰ φύσιν τὴν ἑαυτῶν (βαρέα γὰρ ὄντα καὶ γεηρὰ κινεῖται ἄνω πηδώντων ἢ ἁλλομένων τῶν ζῴων)· τὸ μὲν δὴ ζῷον οὐδέποτε παρὰ φύσιν κινεῖται· ἐν ἑαυτῷ γὰρ ἔχει τὴν ἀρχὴν καὶ τῆς τοιαύτης κινήσεως, τὸ σῶμα δὲ παρὰ φύσιν· οὐ γὰρ ᾗ σῶμα οὐδ’ ᾗ βαρύ. ὅσα μὲν δὴ παρὰ φύσιν κινεῖται, δῆλον εὐθύς, ὅτι κινεῖται ὑπό τινος· ὑπ’ ἄλλου γὰρ βιαζομένου τὴν φύσιν, ἐπεὶ οὐδ’ ἄν παρὰ φύσιν ἐκινεῖτο, εἰ μὴ ὑπ’ ἄλλου· ὅσα δὲ κατὰ φύσιν, ἐπὶ τούτων ἀρφισβητεῖται, εἰ πάντα ὑπό τινος κινεῖται· διὰ τοῦτο γὰρ κινεῖσθαι δοκεῖ τὰ κατὰ φύσιν, ὅτι ὑφ’ ἑαυτῶν καὶ οὐχ ὑπ’ ἄλλου. ἐπὶ μὲν τοίνυν τῶν ἐμψύχων φανερὸν τὸ ὑπό τινος ταῦτα κινεῖσθαι κινεῖσθαι· εἰ γὰρ καὶ μὴ ὑπ’ ἄλλου μηδὲ ἔξωθεν, ἀλλ’ οὖν γε ἐν ἑαυτοῖς ἔστιν ἕτερον μὲν τὸ κινοῦν, ἕτερον δὲ τὸ κινούμενον) καὶ οὐ τοῦτο ἀμφισβητοῦσιν, εἰ μὴ ὑπό τινος κινεῖται (κινεῖται γὰρ ὑπὸ ψυχῆς), ἀλλ’ ἡ ζήτησις, πῶς δεῖ λαβεῖν λαβεῖν ἐν αὐτοῖς τὸ κινοῦν καὶ τὸ κινούμενον· ἐῴκει γάρ, ὥσπερ ἐν τοῖς πλοίοις καὶ τοῖς μὴ φύσει συνισταμένοις, οὕτω καὶ ἐν ἰοῖς ζῴοις εἶναι διῃρημένον τὸ κινοῦν καὶ τὸ κινούμενον καὶ οὕτω τὸ ἅπαν αὐτὸ ἑαυτὸ κινεῖν. * * * λέγεται ὑπ’ | αὐτοῦ κινεῖσθαι τὸ ζῷον, ἀλλ’ ὅτι ἐν ἑαυτῷ ἔχει καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον. ἐπὶ δὲ τῶν ἀψύχων, ὅταν κατὰ φύσιν κινῆται, χαλεπὸν ἀποδοῦναι, ὑπὸ τίνος· οὕτε γὰρ ὑπ’ ἄλλου καὶ ἔξωθεν, ὡς τὰ παρὰ φύσιν, οὐδ’ ὑπὸ τῆς ἔνδον ἀρχῆς ἐν ἑαυτοῖς καὶ αἰτίας, ὥσπερ ὁρῶμεν τὰ ἔμψυχα· οὐδὲ γὰρ ἔστιν ἐν ἑαυτοῖς τὸ μὲν κινοῦν τὸ δὲ κινούμενον, οὔτε διῄρηται εἰς τὸ πάσχον καὶ τὸ ποιοῦν, ὥσπερ τὰ ζῷα εἰς ψυχὴν καὶ σῶμα· οὐδὲ γὰρ διῄρηται ὅλως, ἀλλ’ ἔστι συνεχῆ καὶ ἡνωμένα· ἄλλως τε εἴπερ εἶχεν ἐν ἑαυτοῖς τὴν αἰτίαν τῆς κινήσεως, οἷόν τινα ψυχήν, οὐ κινεῖν αὑτὰ μόνον, ἀλλὰ καὶ ἱστάναι δύνασθαι, ὥσπερ ἔτι τῶν ζῴων, συμβαίνει. καὶ οὐ καθ’ ἕνα τρόπον ἐκινεῖτο ἄν, ἀλλὰ κατὰ πλείους, ὥσπερ τὰ ζῷα· καὶ γὰρ βαδίζει καὶ τρέχει καὶ πηδᾷ καὶ ὀρχεῖται καὶ φέρεται ἄνω καὶ κάτω· ταῦτα δὲ ἁπλὴν καὶ μίαν κινεῖται κίνησιν, ὥσπερ ἠναγκασμένην. ἀρ’ οὖν ὑπό τινος καὶ ταῦτα; σκεπτέον δή, πῶς. Ἐστι καὶ τῶν κινούντων τὰ μὲν κατά φύσιν κινητικὰ τὴν ἑαυτῶν τὰ δὲ παρὰ φύσιν· παρὰ φύσιν μέν, ὡς ὁ μοχλὸς κινεῖ τὸν λίθον· οὐ γὰρ ᾗ σίδηρος οὐδ’ ᾗ βαρὺς ἀνακουφίζει τὴν πέτραν οὐδ’ ἔχει τὴν ἀρχὴν ταύτην ἐν ἑαυτῷ, ἀλλ’ ἔξωθεν· φύσει δέ ἐστι κινητικὰ τὰ ἐν αὑτοῖς ἔχοντα τὴν ἀρχὴν τῆς κινήσεως, ἣν κινεῖ. πᾶν δὴ τὸ ἐνεργείᾳ αἴτιον κινητικόν ἐστι φύσει τοῦ δυνάμει τοιούτου, οἷον τὸ ἐνεργείᾳ θερμὸν τοῦ δυνάμει θερμοῦ. τὸ γὰρ θερμόν, ὅταν θερμαίνῃ τὸ οἷόν τε θερμανθῆναι, κατὰ τὴν ἐν αὑτῷ ἀρχήν τε καὶ αἰτίαν θερμαίνει· ὡς γὰρ κινητικὸν | φύσει τὸ ἐνεργείᾳ θερμὸν τοῦ δυνάμει θερμοῦ, οὕτω κινητὸν φύσε τὸ δυνάμει θερμὸν ὑπὸ τοῦ ἐνεργείᾳ θερμοῦ· ὥσπερ γὰρ ἐκεῖνο τοῦ ποιεῖν, οὕτω τοῦ πάσχειν τοῦτο τὴν ἀρχὴν ἐν ἑαυτῷ ἔχει. τὸ δὴ πῦρ καὶ ἕκαστον τῶν ἁπλῶν σωμάτων κινοῦνται μέν, ὅταν κινῶνται πάντως ὑπ’ ἄλλων, ἀλλὰ βία μέν, ὅταν παρὰ φύσιν καὶ ἐφ’ ὃ μὴ πεφύκασι, φύσει δέ, ὅταν εἰς τοὺς οἰκείους τόπους καὶ ἐφ᾿ οὓς πεφύκασι φέρεσθαι. ἡ δὲ εἰς τὸν κατὰ φύσιν τόπον φορὰ οὐδὲν ἄλλο ἐστὶν ἢ δυνάμεως ἐνέργεια καὶ τελειότης, ἣν ἕκαστον εἶχε πρὸ τοῦ κινεῖσθαι. ταύτην δὲ ἀπολαμβάνει τὴν ἐνέργειαν ὑπὸ τοῦ ποιήσαντος αὐτὸ τοιοῦτον, ὁποῖον γενόμενον οὐκέθ’ οἷόν τε μένειν ἐν τόπῳ, ἐξ οὗ κινεῖται. τὸ τοίνυν ποιῆσαν μεταβάλλειν εἰς πῦρ τὸν ἀέρα τοῦτο τὸ αἴτιον αὐτὸ τοὺ καὶ ἐνεργῆσαι ὡς πῦρ καὶ ὡς κοῦφον, ἐνέργεια δὲ αὐτὸ τὸ φέρε· σθαι ἄνω· πᾶν γὰρ τό γινόμενον ἢ κινούμενον, οἷον νοεῖς, ὑπό τινος τοιόνδε ἦν καὶ ἀπολαβὸν τὴν ἕξιν, ἣν πρότερον εἶχε δυνάμει, εὐθὺς καὶ ἐνεργεῖ κατ’ ἐκείνην, ἂν μή τι κωλύσῃ. ὁ γὰρ μανθάνων, ὅταν μάθῃ, θεωρεῖ παραχρῆμα, ἐὰν μή τι ἕτερον ἐμποδίσειεν οἷον προαίρεσις ἢ ἀσχολία. ὥσπερ οὖν αἴτιος τῷ μανθάνοντι τῆς θεωρίας ὁ ποιήσας οἷόν τε θεωρεῖν, οὕτως αἴτιος τῷ κούφῳ τὸ ἄνω φέρεσθαι ἐκ τοῦ κάτω ὁ ποιήσας αὐτὸ κοῦφ’ ὂν ἐκ βαρέος. ἔστι δὲ ἄλλως μὲν δυνάμει κοῦφον τὸ ξύλον, ὅτι δύναται εἰς πῦρ μεταβάλλειν, ἄλλως δὲ δυνάμει τὸ πῦρ, ὅτι δύναται ἤδη φέρεσθαι ἄνω, ὥσπερ ἄλλως μὲν δυνάμει μουσικὸς ὁ μαθεῖν οἷός τε τὴν ἐπιστήμην, ἄλλως δὲ ὁ ἔχων | μὲν ἤδη, μὴ χρώμενος δέ, καὶ ἔστιν ἐν μεθορίῳ τοῦ τε ἀπλῶς δυνάμει καὶ τοῦ ἁπλῶς ἐνεργείᾳ, καθάπερ ὁ τὴν ἕξιν ἔχων τῆς μουσικῆς τοῦ τε μήπω μαθόντος καὶ τοῦ χρωμένου. τὸ μὲν δὴ ἐκ τῆς πρώτης ἐκείνης δυνάμεως μεταβαλεῖν πάντως ὑπ’ ἄλλου καὶ ἔξωθεν· τὸ γὰρ πῦρ οὐχ ὑφ’ ἑαυτοῦ γίνεται, ἀλλ’ ὑπ’ ἄλλου· ὅταν δὲ μεταβάλλῃ καὶ λάβῃ τὴν ἕξιν, ἣν εἶχε δυνάμει ὑπὸ τοῦ κατ’ ἐνέργειαν αὐτὴν κεκτημένου) ἔστι μὲν καὶ τότε δυνάμει κοῦφον, ἂν μὴ ἐνεργῇ, ἀλλὰ τελειοτέρα τε αὕτη ἡ δύναμις καὶ εὐθὺς ἔχουσα ἑπομένην τὴν ἐνέργειαν, εἴπερ μηδὲν ἔξωθεν κωλύοι) ὁ γὰρ ἀήρ, μέχρι μὲν ἂν οὕτω δυνάμει λέγηται κοῦφος, ὡς εἰς πῦρ οἷός τε μεταβάλλειν, οὔπω κινεῖται ἄνω· ὅταν δὲ οὕτω δυνάμει λέγηται κοῦφος, ὡς ἤδη μεταβεβληκὼς εἰς πῦρ, εὐθὺς ἄνω φέρεται, εἰ μηδὲν βίᾳ κατέχει. τὸ τοίνυν αἴτιον τοῦ τὴν πρώτην δύναμιν εἰς τὴν δευτέραν μεταβάλλειν αἴτιον εὐθὺς δευτέρως τῆς ἐνεργείας. οὕτω τοίνυν λέγομεν καὶ ταῦτα ὑπ’ ἄλλου κινεῖσθαι, τὸ πῦρ ἄνω καὶ τὴν γῆν κάτω, ὅτι ἐγένετο ὑπ’ ἄλλου πῦρ καὶ γῆ· οὐ γὰρ ὑπ’ αὐτῶν. γενομένοις δὲ εὐθὺς ἠκολού- θησε, καθ’ ἣν ἐγένετο φύσιν, καὶ ἐνεργήσειν, ἂν μή τι κω λύῃ. ὁ δὲ τὸ ὑφιστάμενον καὶ κωλῦον κινήσας ἔστι μὲν καὶ ὡς αὐτὸς κινεῖ, ἔστι δὲ ὡς οὔ, οἷον ὁ τὸν κίονα ὑποσπάσας ἢ τὸν λίθον ἀφελὼν ἀπὸ τῶν ἀσκῶν ἐν 30 τῷ ὕδατι. προηγουμένως μὲν γὰρ τὸν κίονα κινεῖ καὶ τὸν λίθον, κατὰ συμβεβηκὸς δὲ τὸν τοῖχόν τε καὶ τ]ν ἀσκόν. εἰ τοένυν ᾶπαντα ἢ βίᾳ ἢ κατὰ φύσιν κινεῖται, ταῦτα δ’ ὑπό τινος, ἅπαντα ἂν τὰ κινούμενα ὑπό τινος κι|νοῖτο. πῶς οὖν λέγομέν τινα κινήσεως ἀρχὴν ἔχειν ἐν ἑαυτοῖς, οἷον τὰ φυσικὰ σύμπαντα σώματα 5 ἢ κινήσεως ἀρχὴν ἔχειν τὸ τοῦ κινεῖσθαι ἀρχήν, τὸ δύναμιν ἔχειν καὶ ἐπιτηδειότητα πρὸς τὸ εἰς τοῦτο μεταβάλλειν, εἰς ὃ μεταβάλλον ὑπό τινος κινήσεται τήνδε τὴν κίνησιν; ὅτι μὲν οὖν ἅπαν τὸ κινούμενον ὑπό τινος κινεῖται, ἱκανῶς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται. 5. Κινεῖται δὲ ἅπαν ὑπὸ τοῦ κινοῦντος διχῶς, ἤτοι γὰρ τὴν ἀρχὴν τοῦ κινεῖν ἐν ἑαυτῷ ἔχοντος ἢ ἔξωθεν καὶ αὐτοῦ κινουμένου, οἷον ὁ λίθος· ἢ γὰρ ὑπ’ ἀνθρώπου ἡ ὑπὸ μοχλοῦ ἢ ἄλλου τινὸς ἑαυτὸ μὴ κινοῦντος, ἀλλ’ ὑφ’ ἑτέρας ἀρχῆς κινουμένου. οὐκ εἰς ἄπειρον δὲ πρόεισιν, ἀλλ’ ἵσταται ἐπὶ τὴν δι’ αὑτῆς κινοῦσαν ἀρχήν. ὁ μὲν γὰρ λίθος ὑπὸ τοῦ μοχλοῦ, ὁ μοχλὸς δὲ ὑπὸ τῆς χειρός, ἡ δὲ χεὶρ ὑπὸ τοῦ ἀνθρώπου, ὁ ἄνθρωπος δὲ οὐκέθ’ ὑπ’ ἄλλου, ἀλλ’ ὑφ’ ἑαυτοῦ. ἄμφω δή φαμεν κινεῖν καὶ τὸν μοχλὸν καὶ τὸν ἄνθρωπον, ἀλλὰ μᾶλλον ἐκεῖνον· ἐκεῖνος γὰρ κινεῖ καὶ αὐτὸν τὸν μοχλὸν καὶ ἄνευ μὲν τοῦ τέκτονος ὁ μοχλὸς οὐ κινήσοι ἄν, ἄνευ δὲ τοῦ μοχλοῦ δύναιτ’ ἄν ὁ τέκτων κινῆσαι τὸν λίθον. δῆλον τοίνυν, ὡς καί, ὅταν μὴ προσεχῶς κινῇ τὸ κινοῦν ἑαυτό, ἀλλὰ διά τινος μέσου, καὶ οὕτως ἐκεῖνο τὴν ἀρχὴν ἔχει τῆς κινήσεως, ὥστε πᾶν τὸ κινούμενον ὑπό τινος ἂν κινοῖτο ἑαυτὸ κινοῦντος· ἢ γὰρ εὐθὺς τὸ κινούμενον ὑπὸ τοιούτου κινεῖται ἢ ἔρχεταί ποτε εἰς τὸ τοιοῦτον· οὐ γὰρ δὴ εἰς ἄπειρον πρόεισιν, ὥστ’ ἀεὶ τοῦ κινοῦντος ἕτερον αἴτιον εἶναι τὸ κινητικόν. πρῶτον μὲν γὰρ οὐκέθ’ οἷόν τε ἔσται λαβεῖν ἀρχὴν τῆς κινήσεως, μηδενὸς δὲ ὄντος, ὅθεν ἡ ἀρχὴ ἰῆς κινήσεως. οὐδ’ ἄν κίνησις εἴη λοιπόν· ἔπειτα συμβήσεται βήσεται ἐν πεπερασμένῳ χρόνῳ ἀπείρου μεγέθους καὶ ἄπειρον γίνεσθαι κίνησιν· δῆλον γάρ, ὡς, εἴπερ ἄπειρα εἴη τὰ κινοῦντά τε καὶ κινούμενα, ἀναγκαῖον ἕν τι μέγεθος ἐξ αὐτῶν ἄπειρον γενέσθαι. λέγω δὲ ἕν, οὐχ ὅτι συνεχές, ἀλλ’ ὅτι ἐξ ἁπτομένων· πάντα γὰρ τὰ κινοῦντα τῷ αὐτὰ κινεῖσθαι κατὰ τόπον ἁπτόμενα κινεῖ. τί οὗν συνήγαγεν ἡμῖν ὁ λόγος; εἰ τὸ μὲν ὑπό τινος κινεῖσθαι τοῖς κινουμένοις ἀναγκαίως ὑπάρχει, τὸ δ᾿ ὑπό τινος ἔξωθεν αὐτοῦ κινουμένου οὐκ ἀναγκαίως, δυοῖν θάτερον περιλείπεται ἢ εἰς ἀκίνητον ἵστασθαι προϊόντας, τὸ πρῶτον κινοῦν, ἢ εἰς αὐτοκίνητον. ἐπεὶ γὰρ τὸ κινοῦν ἢ κινεῖσθαι ἀναγκαῖον ἢ μὴ κινεῖσθαι, εἰ μὲν μὴ κινεῖσθαι, ἀκίνητόν ἐστιν· εἰ δὲ κινεῖσθαι, ἤιοι ὑφ’ ἑαυτοῦ ἢ ὑπ’ ἄλλου, καὶ δέδει- κται, ὡς οὐκ ἐξ ἀνάγκης ὑπ’ ἄλλου· λείπεται ἄρα ὑφ’ ἑαυτοῦ· καὶ γὰρ ἄλως εὔλογον τὸ αὐτοκίνητον αἴτιον εἶναι μᾶλλον κινήσεως ἢ τὸ ὑπ’ ἄλλου κινούμενον· τὸ γὰρ αὐτὸ καθ’ αὑτὸ πρότερον ἀεὶ καὶ αἴτιον τοῦ δι’ ἕτερον. τοῦτο τοίνυν αὐτὸ σκεπτέον λαβοῦσιν ἄλλην ἀρχήν, πῶς τὸ αὐτοκίνητον κινεῖ καὶ τίνα τρόπον. πρῶτον δὲ ἀπάντων διαιρετέον, κατὰ πόσους τρόπους τὸ αὐτοκίνητον δύνασθαι λέγεσθαι αὐτοκίνητον. ἐπειδὴ γὰρ κεῖται τὸ κινούμενον μέγεθος εἶναι καὶ συνεχές, ἢ οὕτω λέγοιτ’ ἄν, ὡς τοῦ ὅλου κινοῦντος ἅμα ἑαυτὸ καὶ κινουμένου ὑφ’ ἑαυτοῦ, ἢ ὡς μέρους ἑαυτοῦ αὑτό τε καὶ τὸ ὅλον κινοῦντος ἢ τοῦ ὅλου μέρος τι ἢ πάλιν μέρους τινὸς τοῦ ὅλου μέρος ἕτερον τοῦ ὅλου· καὶ εἰ τοῦτο, οὕτως, ὥστε ἕκαστον ὑπὸ ἑκάστου ἀντικινεῖσθαι ἢ ὡς τὸ μὲν κινεῖν μόνον τὸ δὲ κινεῖσθαι, καὶ καθ’ ὃν μόνον τρόπον δειχθήσεται αὐτοκίνητόν τι εἶναι δυνάμενον· οἱ γὰρ ἄλλοι πάντες τελευτῶσιν εἰς τὸ ὅλον τι αὑτὸ κινεῖν, ὅπερ αὐτόθεν ἄτοπόν τε καὶ ἀδύνατον, ὡς ἐπιδείξομεν. πρῶτον δὲ ὑπομνηστέον, ὅτι εἰς τοῦτο τελευτῶσιν ἅπαντες οἱ λοιποὶ τρόποι χωρὶς τοῦ ὑστάτου· καὶ γὰρ εἰ ὑπὸ μέρους τινὸς τὸ ὅλον κινοῖτο, τὸ μέρος τοῦτο, εἰ τὸ ὅλον κινεῖ, καὶ τὸ καθ’ αὑτὸ μέρος κινήσει, ὥστε ἀφαιρεθέντος τοῦ λοιποῦ μέρους, τοῦτο τὸ μέρος ἔσται ὅλον ἑαυτὸ κινοῦν. ἀλλὰ κἄν ὑπὸ τοῦ ὅλου τὸ μέρος, ὁ αὐτὸς λόγος. ἀλλ’ εἰ καὶ αὐτὰ τὰ μέρη πάλιν ἄλληλα ἀντικινοῖ, τὸ αὐτὸ ἄτοπον· εἰ γὰρ ἕκαστον αὐτῶν, ὑφ’ οὗ κινεῖται, τοῦτο ἀντικινεῖ, ἕκαστον αὐτῶν ἔσται αὐτὸ ἑαυτὸ κινοῦν διὰ μέσου τινός. ὅτι μὲν εἰς τοῦτο τελευτῶσι πάντες οἱ τρόποι, φανερὸν ἐκ τῶν εἰρημένων· ὅτι δὲ ἄτοπον ὅλον τι ὑφ’ ἑαυτοῦ ὅλου κινεῖσθαι, πολλαχόθεν <ἂν> καταμάθοιμεν. πότερον γὰρ τὴν αὐτὴν κίνησιν, ἣν κινεῖ τὸ αὐτοκίνητον, ἢ ἑτέραν; εἰ μὲν δὴ ἑτέραν, οὐκέτ’ ἄν ἀκριβῶς αὐτοκίνητον εἴη, μᾶλλον δὲ ὅλως, ἀλλ’ ἕτερον μὲν αὐτοῦ τὸ κινοῦν, ἕτερον δὲ τὸ κινούμενον, εἴπερ καὶ αἰ κινήσεις αὐτῶν ἕτεραι. εἰ δὲ δὴ τὴν αὐτήν, οὐδ’ ὑπονοήσαι τις ἄν, πῶς φέροι ἂν ἅμα καὶ φέροιτο τὴν αὐτὴν φορὰν ἢ ἀλλοιοῖτο καὶ ἀλλοιοῖ, ὥστε διδάσκοι ἄν καὶ μανθάνοι ἅμα καὶ ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν αὐτὴν ὑγείαν. ἄτοπα μὲν δὴ καὶ εὐθὺς ταῦτα, ἀτοπώτερα δ’ ἄν μᾶλλον φανείη, εἰ ὑπομνήσομεν ἑαυτούς, ὅτι πᾶν μὲν τὸ κινούμενον εἴς τι δυνάμει ἐστί, καθ’ ὃ κινεῖται, οἷον τὸ θερμαινόμενον, ὅτι δυνάμει ἐστὶ θερμόν, καὶ τὸ ψυχόμενον, ὅτι δυνάμει ψυχρόν· πᾶν δὲ τὸ κινοῦν ἐνεργείᾳ ἐστὶν ἤδη, καθ’ ὃ κινεῖ· τὸ γὰρ θερμαινόμενον ἐνεργείᾳ ψυχρόν. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, τὸ αὐτοκίνητον ἐκινεῖτο † ἑαυτό· κινεῖται οὖν ὑφ’ ὅλου, ἅμα τε ἂν δυνάμει καὶ ἐνεργείᾳ εἴη πρὸς τὸ αὐτὸ (δυνάμει μὲν καθὸ κινεῖται, ἐνεργείᾳ δὲ καθὸ κινεῖ) καὶ ἀτελὲς ἅμα καὶ τέλειον κατὰ ταὐτό (ἀτελὲς μὲν καθὸ δυνάμει, τέλειον δὲ ἤδη [θερμὸν καὶ 10 ψυχρὸν ἤδη] ἐνεργείᾳ)· ὥσθ’ ἅμα εἴη θερμόν τε ἤδη καὶ οὔπω θερμὸν καὶ ψυχρὸν ἤδη καὶ οὔπω ψυχρόν. λείπεται τοίνυν τοῦ αὐτοκινήτου τὸ μέν τι κινεῖν μέρος, τὸ δὲ κινεῖσθαι, ὧν τὸ μὲν κινοῦν ἀκίνητον πάντως ἐστίν, τὸ δὲ κινούμενον ἐνίοτε μὲν καὶ ἄλλοις αἴτιον γίνεται κινήσεως, ἐνίοτε δὲ οὔ, ἀλλ’ αὐτὸ μόνον κινεῖται, ὥσπερ ἐπὶ τῶν ζῴων ὁρῶμεν· ταῦτα γάρ ἐστιν αὐτοκίνητα καθ’ ὃν διωρισάμεθα τρόπον καὶ ἔστιν ἐν αὐτοῖς τὸ κινοῦν ἀκίνητον, ἡ ψυχή, τὸ δὲ κινούμενον μὲν ὑπὸ ἰῆς φυχῆς, οὐκέτι δὲ ἐξ ἀνάγκης κινοῦν, ἀλλὰ ποτὲ μὲν ποτὲ δὲ οὔ, τὸ σῶμα· ὅταν μὲν γὰρ ἕλκῃ τὸν λίθον, τότε καὶ κινεῖ τῷ σώματι καὶ κινεῖται, ὅταν δὲ καθεύδῃ, κινεῖ μὲν τῷ σώματι οὐδέν, κινεῖται δὲ τρεφόμενον ἢ αὐξανόμενον ἢ σφύζον ἢ ἀναπνέον. ἐν τοίνυν τῷ αὐτοκινήτῳ τὸ μὲν ἓν ὅτι σῶμα, δῆλον (ἐδείχθη γάρ, ὅτι πᾶν τὸ κινούμενον συνεχές)· εἰ δὲ καὶ τὸ κινοῦν, ἄδηλον ἔτι, ἀλλὰ τοῦτο μὲν ἴσως καὶ καθ’ αὑτὸ τεύξεται λόγου Ὅτι δ’ ἔστι τι τὸ κινοῦν μὲν ἀκίνητον δέ, καὶ ἄλλως ἄν δόξειεν εὔλογον εἶναι. εἰ γάρ τινα ἀμφοῖν μετέχει τοῦ κινεῖν καὶ κινεῖσθαι, τινὰ δὲ θατέρου τοῦ κινεῖσθαι μόνον, εὔλογον (ἵνα μὴ εἴπωμεν ἀναγκαῖον) καὶ τοῦ λειπομένου τινὰ μόνον μετέχειν, λέγω δὲ τοῦ κινεῖν, μὴ κινεῖσθαι δέ· ἐφ’ ἁπάντων γὰρ τουτὶ καταμάθοι τις· ἄν, ὅσα σύγκειται ἐκ δυοῖν· ὡς εἴπερ θάτερον οἷόν τε γίνεσθαι καθ’ ἑαυτὸ τῶν ἐν τῷ μίγματι, καὶ θάτερον καθ’ ἑαυτὸ οἷόν τ’ εἶναι· ἐπειδὴ γὰρ ἐξ οἴνου καὶ μέλιτος τὸ οἰνόμελι, τὸ δὲ μέλι καὶ χωρὶς οἴνου, καὶ ὁ οἶνος ἔστι χωρὶς μέλιτος. καὶ τοίνυν εἴ τινα ἔστιν, ἃ καὶ κινεῖ καὶ κινεῖται, ἔστι δέ τινα, ἃ κινεῖται μόνον, εἶναί τινα, ἃ κινεῖ μόνον, ἀνάγκη. φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι ἔστι τὸ πρῶτον κινοῦν ἀκίνητον. ἐπειδὴ γάρ, ὡς καὶ πρότερον εἴπομεν, ὑπό τινος κινεῖται τὰ κινούμενα (προΐοι γὰρ ἂν οὕτως εἰς ἄπειρον καὶ ἀναιροῖτο ἄν ἀρχὴ τῆς κινήσεως), δυοῖν θάτερον περιλείπεται, ἢ εὐθὺς ὑπὸ ἀκινήτου κινεῖσθαι ἢ ὑπ’ αὐτοκινήτου γε πάντως· ἀλλὰ καὶ ὅταν ὑπ’ αὐτοκινήτου, καὶ τότε ὑπ’ ἀκινήτου πρὸ τοῦ. καλῶς οὖν Ἀναξαγόρας ποιεῖ τὸν νοῦν ἀκίνητον ποιῶν, ἐπεὶ κινήσεως αὐτὸν ἀρχὴν ὑποτίθεται. ὅτι μὲν οὖν ἀκίνητον ἐξ ἀνάγκης τὸ πρῶτον κινοῦν, ἱκανῶς ἀποδέδεικται. 6. Ὅτι δὲ καὶ ἀίδιον, ἐντεῦθεν δῆλον· ἐπειδὴ γὰρ | κίνησιν δεῖ ἀίδιον εἶναι, δεῖ καὶ τὸ ταύτης αἴτιον τῆς κινήσεως ἀίδιον εἶναι καὶ τῆς τοιαύτης ἄρα μεταβολῆς ἀνεπίδεκτον παντελῶς τὸ πρῶτον κινοῦν τῆς ὡς γενέσεως καὶ φθορᾶς. εἰ μὲν οὖν καὶ ἅπαν ἀίδιον κινεῖ μέν, οὐ κινεῖται δέ, οὐδὲν πρὸς τὸν νῦν λόγον. ἔστω γάρ, εἴ τις βούλεται πολλὰς ἐνδέχεσθαι τῶν ἀρχῶν τῶν κινητικῶν μὲν ἀκινήτων δὲ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, οἷον εἴ) τις τὰς τῶν ἐπὶ γῆς ζώων ψυχὰς τοιαύτας ὑπάρχειν ἀμφισβητοίη· ἀλλ’ οὔτι γε πάσας δυνατόν. αὐτοῖς γὰρ τούτοις τοῖς ζῴοις τοῦ γίνεσθαι συνεχῶς ἐξ ἀλλήλων καὶ ταῖς τούτων ἀρχαῖς τοῦ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, καὶ τοῦ μηδέποτε ἐπιλείπειν τὴν τοιαύτην διαδοχὴν ἕτερον αἴτιον ἐξ ἀνάγκης οὐχὶ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὄν· οὐδὲ γὰρ ἂν αἴτιον εἴη τῆς ἀιδίου ταύτης μεταβολῆς, ἀλλ’ ἀίδιον καὶ ἐξ ἀνάγκης ὄν· οὐδὲ γὰρ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι τῶν φθειρομένων τούτων ἀρχῶν ἀεὶ τῆς ἐφεξῆς γίνεται ἡ προλαβοῦσα. ἡμεῖς μὲν γὰρ τὴν πρώτην αἰτίαν ἐπιζητοῦμεν καὶ τὴν ὄντως ἀρχήν, αἱ δὲ ἐξ ἀλλήλων ἄπειροι καὶ οὐχ ἅμα καὶ τί μᾶλλον ἥδε ἤπερ ἥδε; ὅλως δὲ τοῦ μὴ διαλείπειν τὰς ἐξ ἀλλήλων γενέσεις τὴν μὴ διαλείπουσαν ἀρχὴν θετέον, αἱ δὲ φθαρταὶ. ἀρχαί, εἴπερ φθαρταί τινες ἐν τοῖς ζῴοις ἀρχί, τοῖς ζῴοις δήπου συνδιαφθείρονται. ἄλλη τοίνυν αἰτία παρ’ ἑκάστην τούτων ἐστίν, ὅταν καὶ τούτων ἑκάστην γενητικὴν τῶν ἐφεξῆς τινος. ὅλως δέ, εἴπερ ἀποδέδεικται διὰ τῶν ἔμπροσθεν ἱκανῶς, ὅτι ἀνάγκη κίνησιν ἀίδιον εἶναι καὶ συνεχῆ τὸ γὰρ ἐφεξῆς οὔτε συνεχὲς οὔτε ἀίδιον), ἀνάγκη καὶ τὸ ταύτης αἴτιον τῆς κινήσεως ἀίδιον εἶναι καὶ ἕν· εἰ γὰρ ἄλλο νῦν καὶ ἄλλο πάλιν, οὐκέτι συνεχὴς ἡ κίνησις, ἀλλ’ ἐφεξῆς. ἔκ τε δὴ τούτων πιστεύσειεν ἄν τις εἶναί τι πρῶιον ἀίδιον καὶ ἀκίνητον καὶ πάλιν ἐπιβλέψας ἐπὶ τὰς λοιπὰς ἀρχὰς τῶν κινήσεων τὰς ἐν τοῖς ζῴοις, ὅτι μηδὲ κυρίως αὗται ἀρχαί. μάλιστα μὲν γὰρ οὐδὲ πᾶσαι ἐξ αὐτῶν αἱ κινήσεις, ἃς τὰ ζῷα κινεῖται, ἀλλὰ μόνη ἡ κατὰ τόπον· αὕτη γὰρ καὶ μόνη καθ’ ὁρμήν, αἱ πλεῖσται δὲ ἔξωθεν καὶ φυσικαί, αὔξησις φθίσις ἀνα- πνοή, ἃς κινεῖται τῶν ζῴων ἕκαστον οὐχ ὑπὸ τῆς ἐν αὑτῷ ἀρχὴς, ἀλλ’ ὑπὸ τοῦ περιέχοντος τῆς εἰσιούσης τροφῆς. ἀλλ’ οὖν καὶ ἣν δοκεῖ μόνην κίνησιν ὑφ’ ἑαυτῶν κινεῖσθαι, λέγω δὲ τὴν κατὰ τόπον, καὶ ταύτης τὸ ἐνδόσιμον ἔξωθεν, ὥσπερ ὅταν τῆς τροφῆς διακριθείσης ἐγείρωνται, ὅθεν οὐδὲ συνεχῶς οἷά τε κινεῖσθαι ταύτην τὴν κίνησιν· ὁ γὰρ ὕπνος διὰ τὴν τροφὴν ἀναγκαῖος, καθεύδοντα δὲ ἠρεμεῖ τὰ ζῷα καὶ οὐ κινεῖται ὑφ’ ἑαυτῶν, ἀλλ’ ἕτερον αἴτιόν ἐστιν τοῦ ποτὲ μὲν ἠρεμεῖν τὰ ζῷα ποτὲ δὲ κινεῖ- σθαι, ὃ κινούμενον μὲν ἀεί, οὐχ ὁμοίως δὲ ἀεὶ πρὸς αὐτὰ ἔχον οὐδ’ ὁμοίως αὐτὰ διατίθησι. δῆλον τοίνυν ἐξ αὐτῶν τῶν εἰρημένων, ὡς εἶναί τι δεῖ πρῶτον κινοῦν ἀκίνητον, εἰ μέλλει, καθάπερ εἴπομεν, ἔσεσθαί τις ἄπαυστος καὶ ἀθάνατος κίνησις καὶ διατελέσειν τὸ πᾶν αὐτὸ ἐν αὑτῷ κινούμενόν τε καὶ μένον· τῆς γὰρ πρώτης ἀρχῆς κινούσης μὲν ἀκινήτου δὲ μενούσης συμ- βαίνει | καὶ τὸ κινούμενον ἀμφοῖν ἀπολαύειν, ὥστε καὶ κινεῖσθαι κατὰ μόρια καὶ ἀκίνητον εἶναι καθ’ ὅλον τὸν τόπον. Ἀλλὰ μήν, εἴγε ἐστὶν ἀίδιον τὸ κινοῦν μὲν, ἀκίνητον δέ, ἀνάγκη καὶ τὸ πρῶτον ὑπ’ αὐτοῦ κινούμενον ἀίδιον εἶναι· εἰ γὰρ ἄλλο καὶ ἄλλο, πάλιν οὐ συνεχὴς ἡ κίνησις οὐδεμία. τί ποτ’ οὖν εἶπον τὸ πρῶτον κινούμενον καὶ οὐχ ἁπλῶς τὸ κινούμενον; ὅτι κινεῖται μὲν καὶ τὰ ἐν γενέσει καὶ φθορᾷ ὑπὸ τῆς ἀκινήτου ἀρχῆς, οὐ πρώτης δέ, ἀλλὰ διὰ μέσου τινός· οὐ γὰρ ἂν ἄλλως ἦν γένεσις καὶ φθορά, εἰ μή τι σῶμα ἦν μεταξὺ κινούμενον μὲν ὑπὸ τοῦ πρώτου καὶ ἀκινήτου, κινοῦν δὲ τὰ ἄλλα καὶ γινόμενον αὐτοῖς αἴτιον τῆς εἰς ἄλληλα μεταβολῆς. ἡ μὲν γὰρ ἀκίνητος ἀρχὴ τὸν αὐτὸν ἀεὶ κινήσει τρόπον καὶ μίαν κίνησιν ἅτε οὐδὲν αὐτὴ μεταβάλλουσα πρὸς τὸ κινούμενον· τὸ δὲ κινούμενον ὑπ’ αὐτῆς, οἷον ὁ οὐρανός, καὶ τὸ ὑπὸ τοῦ οὐρανοῦ πάλιν κινούμενον, οἷον ὁ ἥλιος, διὰ τὸ ἄλλως καὶ ἄλλως ἔχειν πρὸς τὰ πράγματα οὐ τῆς αὐτῆς ἐστι κινήσεως αἴτιον, ἀλλὰ προσιὸν μὲν τῆσδε, ἀπιὸν δὲ αὖθις ἑτέρας καὶ ποτὲ ἠρεμεῖν ποιήσει ποτὲ δὲ κινεῖσθαι· ἐξ οὗ καὶ φανερὸν γέγονε, τί δήποτε οὐ πάντα ἢ κινεῖται ἢ ἠρεμεῖ ἢ τὰ μὲν κινεῖται μόνον τὰ δὲ ἠρεμεῖ μόνον, ἀλλ’ ἔνια ποτὲ μὲν ποτὲ δ᾿ οὔ· ἐπειδὴ γὰρ τὰ μὲν ὑπὸ ἀκινήτου καὶ ἀιδίου κινεῖται, τὰ δὲ ὑπὸ ἀιδίου μὲν κινουμένου δὲ αὐτοῦ καὶ μεταβάλλοντος, δῆλον ὡς τὰ μὲν ὡσαύτως ἀεὶ κινήσεται τὰ δ’ οὐχ ὡσαύτως• καὶ γὰρ ἡ κινοῦσα ἀρχὴ τῶν μὲν ὡσαύτως ἔχει, τῶν δὲ οὐχ ὡσαύτως. | 7. Διεξήρκει μὲν οὖν καὶ οὕτως ἀίδιον ἀποδεῖξαι τὸ πρῶτον κινούμενον ὑπὸ τῆς ἀκινήτου ἀρχῆς· φανερώτερον δὲ ἐντεῦθεν. εἰ γὰρ ἀναγκαῖον μὲν ἀίδιόν τινα κίνησιν εἶναι συνεχῆ τὴν κύκλῳ φοράν, ταύτην ἄρα κινεῖ τὸ πρῶτον κινοῦν καὶ σῶμα τοίνυν, ᾧ τὸ κύκλῳ φέρεσθαι κατὰ φύσιν. πῶς οὖν οὐδεμίαν τῶν ἄλλων κινήσεων δυνατὸν οὔτε ἀίδιον εἶναι οὔτε συνεχῆ; τοῦτο γὰρ † ἔν τε τῷ λόγῳ λεκτέον ἄλλην ἀρχὴν ποιησαμένοις. τριῶν τοίνυν οὐσῶν κινήσεων, τῆς κατὰ ποιότητα, τῆς κατὰ μέγεθος, τῆς κατὰ τόπον, λέγω τὴν φορὰν εἶναι τὴν πρώτην καὶ τῇ φύσει καὶ τῷ χρόνῳ καὶ τῷ τοῖς τελειοτέροις ὑπάρχειν· τῇ φύσει μὲν ὄντως ἀδύνατον τῶν ἄλλων τινὰ κινήσεων εἷναι δίχα φορᾶς, ταύτην δὲ χωρὶς ἐκείνων οἷόν τ’ εἷναι. αὔξησις μὲν γὰρ οὐκ ἔσται χωρὶς ἀλλοιώσεως· πῶς γὰρ ἂν αὔξησις γένοιτο μὴ πρότερον τῆς τροφῆς ἀλλοιωθείσης, ἀλλοιωθῆναι δὲ τὸν ἄρτον ἢ τὴν πόαν ἢ τὸ ὕδωρ πῶς δυνατὸν μὴ προσενεχθέντα ἢ πλησιάσαντα ὅλως τῷ ζῴῳ ἢ τῷ φυτῷ; δεήσει οὖν ἐξ ἀνάγκης κατὰ τόπον πρότερον κινηθῆναι ἢ τὸ τρεφόμενον ἢ τὸ τρέφον ἢ καὶ ἀμφότερα. αὔξησις μὲν οὖν ἢ φθίσις οὐκ ἄν ἄλλως εἴη χωρὶς φορᾶς. ἀλλὰ μὴν οὐδὲ ἀλλοίωσις, ὅτι πάντων τῶν παθημάτων ἀρχὴ πύκνωσις καὶ μάνωσις· καὶ γὰρ βαρὺ καὶ κοῦφον καὶ μαλακὸν καὶ σκληρὸν καὶ θερμὸν καὶ ψυχρὸν πυκνότητες δοκοῦσι καὶ ἀραιότητες εἶναι, πύκνωσις δὲ καὶ μάνωσις συγκρίσει γίνονται καὶ διακρίσει· συγκρινόμενα δὲ καὶ διακρινόμενα ἀνάγκη κατὰ τόπον μεταβάλλειν. εἶεν. γένεσις δὲ καὶ φθορὰ † ὡς ὑστέρα φορᾶς, ὅτι, εἴτε αὐτόθεν σύγκρισις ἡ γένεσις, ὡς Δημόκριτος οἴεται, καὶ διάκρισις ἡ φθορά, εἴτε κατὰ ἀλλοίωσιν μὲν ἡ γένεσις, σις, προηγεῖται δὲ σύγκρισις καὶ διάκρισις, καὶ οὕτως ἄν ἡ φορὰ πρώτη ὑπάρχοι. οὕτω μὲν οὖν οὐδεμία τῶν ἄλλων κινήσεων ἄνευ φορᾶς· ὅτι δὲ αὕτη καὶ χωρὶς τῶν ἄλλων, φανερόν· οὐδεμία γὰρ ἀνάγκη οὔτε αὔξεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φερόμενον οὔτε γίγνεσθαι ἢ φθείρεσθαι. τῇ φύσει μὲν τοίνυν οὕτω πρώτη, τῷ χρόνῳ δὲ πῶς; τοῖς γὰρ ἀιδίοις μόνην ἐνδέχεται κινεῖσθαι ταύτην τὴν κίνησιν· μόνη γὰρ συνεχὴς καὶ ἀίδιος αὕτη δύναται εἶναι, ὡς δείξομεν. εἰ δὲ πρότερα τῷ χρόνῳ τὰ ἀίδια τῶν γενητῶν, προτέρα τῷ χρόνῳ καὶ ἡ τούτων κίνησις τῆς ἐκείνων. λοιπὸν τοίνυν ὅτι καὶ τὸ τοῖς τελειοτέροις ὑπάρχειν. καὶ τοῦτο δῆλον· τελειωθέντα γὰρ τὰ ζῷα μεταβαίνει τόπον ἐκ τόπου, γινόμενα δὲ καὶ αὐξανόμενα ἔτι παντάπασιν ἀτελῆ. ἀλλὰ τοῦτο δόξειεν ἄν εἶναι ὑπεναντίον τοῖς πρότερον εἰρημένοις· εὑρίσκεται γὰρ γένεσις προτέρα φορᾶς, εἴ γε δεῖ γενέσθαι πρῶτον, εἶθ’ οὕτω κινεῖσθαι. τοῦτο δὲ ἐφ’ ἑνὸς μὲν ὁτουοῦν τῶν γινομένων ἀληθές, ἁπλῶς δὲ οὐκ ἀληθές· ἀνάγκη γὰρ ἕτερόν τι πρότερον κινηθῆναι κατὰ φορὰν τὸ γενητικὸν τοῦ γιγνομένου, ὂν ἤδη καὶ οὐ τηνικαῦτα γιγνόμενον καὶ τούτου ἕτερον πρότερον. ἔτι γένεσιν ἀδύνατον εἶναι πρώτην· πάντα γὰρ ἄν εἴη τὰ κινούμενα γενητά, εἴ γε ἀνάγκη γενέσθαι πρῶτον τὰ καθ’ ἠντιναοῦν κίνησιν κινησόμενα. οὐκ ἄρα πρώτη φορᾶς ἡ γένεσις. εἰ δὲ μὴ γένεσις, σχολῇ γ’ ἄν αὔξη|σις ἡ ἀλλοίωσις δευτέρα ἐκείνης καὶ μετ’ ἐκείνην. ἔτι τὰ ἀτελέστερα τῶν ζώντων ταύτης τῆς κινήσεως ἀμοιρεῖ, οἷον τὰ ζωόφυτα καὶ φυτά. ἔτι ἥκιστα τῆς οὐσίας ἐξίσταται κατὰ μόνην τὴν φορὰν τὰ κινούμενα· κατ’ οὐδὲν γὰρ ἑαυτῶν μεταβάλλει, ὥσπερ ἀλλοιούμενα μὲν τὴν ποιότητα, αὐξανόμενα δὲ τὴν ποσότητα. ἔτι τὸ αὐτοκίνητον ἀρχὴ καὶ τῶν κινουμένων καὶ τῶν κινούντων, κινεῖται δὲ τὸ αὐτοκίνητον κίνητον ὡς αὐτοκίνητον κατὰ μόνην τὴν φοράν· καὶ οὕτως ἄρα πρώτη φορά. ἔτι κυρίως κινεῖσθαί φαμεν μόνον τὸ κινούμενον κατὰ τόπον, ὅταν δ’ ἠρεμῇ μὲν κατὰ τόπον, αὐξάνηται δὲ ἢ φθίνῃ ἢ ἀλλοιούμενον τυγχάνῃ, κατά τι κινεῖσθαι, ἀπλῶς δὲ κινεῖσθαι οὐ φαμέν. Οτι μὲν τοίνυν τῶν κινήσεων φορὰ πρώτη, φανερὸν ἐκ τῶν εἰρημένων· τίς δὲ φορὰ πρώτη, νῦν δεικτέον. ἅμα γὰρ καὶ τὸ πρότερον ὑποτεθέν, ὅτι ἐνδέχεταί τινα κίνησιν εἶναι συνεχῆ καὶ ἀίδιον, δῆλον ἔσται τῇ αὐτῇ μεθόδῳ. τῶν γὰρ λοιπῶν οὐδεμίαν εἶναι ἐνδέχεται συνεχῆ· πᾶσαι γὰρ ἐξ ἀντικειμένων εἰσὶ κινήσεις καὶ μεταβολαί, γενέσεις μὲν καὶ φθοραὶ εἰς τὸ ὂν καὶ εἰς τὸ μὴ ὄν, ἀλλοιώσεις δὲ εἰς τὰ ἐναντία πάθη, αὔξησις δὲ καὶ φθίσις εἰς μέγεθος καὶ μικρότητα. ἐπεὶ οὖν τὰς μὲν ἀντικειμένας μίαν γενέσθαι οὐχ οἷόν τε, ἡ δὲ συνεχὴς πάντως καὶ μία, οὐκ ἂν εἴη τις τῶν ἄλλων κινήσεων συνεχής. ὅτι δὲ μὴ οἷόν τε τὰς ἀντικειμένας μίαν γενέσθαι ἡ κινεῖσθαι τὰς ἀντικειμένας ὡς μίαν, δῆλον. εἰ γὰρ εἴη μᾶλλον μία, ἀνάγκῃ τὸ λευκαινόμενον ἅμα ἂν καὶ μελαίνοιτο καὶ τὸ ὑγιαζόμενον ἅμα ἂν καὶ νοσάζοιτο καὶ τὸ αὐξανόμενον ἅμα ἂν μειοῖτο καὶ τὸ γινόμενον ἅμα ἂν καὶ φθείροιτο. εἰ οὖν τὸ λευκαινόμενον οὐχ ἅμα καὶ μελαίνεται τέλος γὰρ ἄν εἴη τοῦ λευκαίνεσθαι τὸ μελανθῆναι), δῆλον ὡς, ἡνίκα ἂν μελαίνηται, ἑτέραν κινεῖται κίνησιν τῆς προτέρας. εἰ δὲ νῦν μὲν ταύτην κινεῖται, πρότερον δ’ οὔ, ὑπῆρχε δὲ καὶ τότε καὶ νῦν, δῆλον ὡς ἐκ μιᾶς εἰς αὐτὴν μεταβέβληκεν· εἰ γὰρ μὴ ἠρέμησεν μεταξύ, ἐκινεῖτο ἂν ὡς μίαν τὰς ἐναντίας. ὁμοίως δὲ ἕξει καὶ ἐπὶ γενέσεως καὶ φθορᾶς· καὶ γὰρ αὗται εἰ καὶ μὴ ἐναντίαι, ἀλλ’ ἀντικείμεναι, ἀλλ’ ἡ διαφορὰ πρὸς τὰς ἀληθῶς κινήσεις, ὅτι καὶ ἐκείνων μὲν οὖν τι μεταξὺ πάντως, ἀλλ’ ὅτι οὐ πάντως ἠρεμία μεταξύ, ἀλλὰ χρόνος· τὸ γὰρ φθειρόμενον, ὅταν εἰς τὸ μὴ ὂν μεταβάλλῃ, ἠρεμεῖν μὲν οὐκ ἂν λέγοιτο ἐν τῷ μὴ ὄντι, χρόνον δ’ οὖν γίνεσθαι ἀεί τινα μεταξὺ τῆς εἰς τὸ μὴ ὂν φθορᾶς καὶ τῆς ἐκ τοῦ μὴ ὄντος πάλιν γενέσεως. παντελῶς γὰρ ἂν ἄτοπον δόξειεν εἶναι, εἰ γενόμενον εὐθὺς ἀνάγκη φθαρῆναι καὶ μὴ χρόνον τινὰ μεῖναν πρότερον ἐν τῷ εἴδει, εἰς ὃ προῄει γενόμενον. 8. Ὅτι μὲν οὖν τῶν ἄλλων οὐδεμία συνεχής, ἀρκείτω ταῦτα· ὅτι δὲ φορὰ μόνη καὶ φορᾶς ἡ κύκλῳ, λέγωμεν νῦν. πᾶν γὰρ κινεῖται τὸ φερόμενον ἢ κύκλῳ ἡ εὐθεῖαν ἣ μικτήν, ὥστε, εἰ τὴν ἑτέραν ἐκείνων ἀδύνατον εἶναι συνεχῆ, οὐδὲ τὴν ἐξ ἀμφοῖν συγκειμένην· ἐμποδίζει γὰρ αὐτῆς τὴν συνέχειαν τὸ τούτων ἐν τῇ συνθέσει μὴ ὂν συνεχές. δεικτέον τοίνυν, ὅτι τὸ | φερόμενον τὴν εὐθεῖαν καὶ πεπερασμένην οὐ φέρεται συνεχῶς· ἀνακάμπτει γάρ, τὸ δὲ ἀνακάμπτον τὴν εὐθεῖαν ἐναντίας κινεῖται κινήσεις· ἐναντία γὰρ κατὰ τόπον ἡ ἄνω τῇ κάτω καὶ ἡ εἰς τὸ ἔμπροσθεν τῇ εἰς τὸ ὄπισθεν καὶ ἡ εἰς ἀριστερὰ τῇ εἰς δεξιά· τόπου γὰρ ἐναντιώσεις αὗται. εἰ οὖν μὴ ἵσταται, πρὶν ἀνακάμψαι τὸ ἄνω φερόμενον, φέροιτο ἂν ἅμ καὶ ἄνωθεν κάτω· καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ὅλως δὲ τὰς ἐναντίας κινήσεις πῶς μίαν γενέσθαι δυνατόν; διαφέρει γὰρ κατ’ εἶδος ἡ ἄνω τῇ κάτω καὶ αἱ λοιπαί. δεῖ δὲ οὐ κατά γε τὴν μίαν κίνησιν καὶ συνεχῆ, ἀλλ’ ὥσπερ ἓν τὸ κινούμενον καὶ ἕνα τὸν χρόνον, οὕτω καὶ ἓν τὸ τῆς κινήσεως εἶδος ὑπάρχειν. σημεῖον δ’, ὅτι ἐναντίαι κινήσεις ἡ ἐνθένδε ἐκεῖσε τῇ ἐκεῖθεν δεῦρο ἵστησι γὰρ ἄλληλα καὶ παύει τὰ κινούμενα, ἂν ἅμα κινῆται διὰ τὸ ἐναντία φθείρειν καὶ κωλύειν ἄλληλα), ἀλλ’ οὐχ ἡ εἰς τὰ πλάγια τῇ ἄνω. ὅτι δ’ ἅπαν τὸ κάμπτον, κἄν ἐπὶ κύκλου κινῆται κἄν ἐπ’ εὐθείας, ἀνάγκη πρότερον στῆναι, ἡ πίστις οὐ μόνον ἐπὶ τῆς αἰσθήσεως, ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου. πᾶν γὰρ τὸ φερόμενον, ἐν ᾧ γενέσθαι τε καὶ ἀπογενέσθαι ἀνάγκην ἔχει, καὶ εἰς ὃ ἐλθεῖν καὶ ἐξ οὗ ἀπελθεῖν, ἐν τούτῳ καὶ ἵστασθαι ἀνάγκην ἔχει χρώμενον αὐτῷ ὡς ἀρχῇ καὶ πέρατι τῆς κινήσεως· οὐ γὰρ οἷόν τε ἐν ταὐτῷ νῦν γενέσθαι τε ἔν τινι καὶ ἀπογενέσθαι ἐξ αὐτοῦ καὶ ἐλθεῖν καὶ ἀπελθεῖν· ἅμα γὰρ ἂν εἴη τε καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ, ὥστε ἐν ἄλλῳ νῦν καὶ ἐν ἄλλῳ. εἰ δὲ τοῦτο, πάντων δὲ τῶν νῦν χρόνος μεταξύ, τὸν μεταξὺ χρόνον τοῦτον ἂν εἴη ἠρεμοῦν, ἐν ᾧ κεῖται γεγονέναι | τε καὶ ἀπογεγονέναι ἀπ’ αὐτοῦ. ἐπὶ μὲν οὖν τῶν μέσων σημείων τῆς πεπερασμένης εὐθείας οὐκ ἀνάγκη τὸ φερόμενον γενέσθαι τε ἔν τινι καὶ ἀπογενέσθαι· οὐδὲν γὰρ αὐτῶν ἐστὶν ἐνεργείᾳ οὐδ’ ὅλως σημεῖον ἐνεργεία· δεῖ γὰρ τὸ ἐνεργείᾳ. σημεῖον καὶ ἐνεργείᾳ μέσον καὶ ἀρχὴν εἶναι καὶ πέρας καὶ τῷ μὲν ὑποκειμένῳ ἕν, τῷ λόγῳ δὲ δύο. τοῦτο δὲ οὐκ ἔστιν ἐπὶ τῆς σ·υνεχοῦς, ἐπὰν ᾖ συνεχής. ἀλλὰ τότε γίνεται ἐνεργείᾳ μέσον καὶ ἐνεργείᾳ σημεῖον, ὅταν στῇ ἐπ’ αὐτοῦ τὸ φερόμενον καὶ ἐπιστὰν πάλιν ἄρξηται κινεῖσθαι· οὕτω γὰρ καὶ μέσον καὶ ἀρχὴ καὶ τελευτὴ γίνεται, ἀρχὴ μὲν τῆς ὕστερον κινήσεως, τελευτὴ δὲ τῆς πρώτης. ἅμα οὖν στάσις τε τοῦ φερομένου καὶ εὐθὺς τὸ κατ’ ἐνέργειαν μέσον, τουτέστιν ἀρχή τε καὶ πέρας, καὶ ἅμα κατ’ ἐνέργειαν μέσον καὶ στάσις ἐπ’ αὐτοῦ· οὐ γὰρ ἂν ἦν ἀρχὴ καὶ πέρας καὶ ἐνεργείᾳ σημεῖον μὴ γενομένης στάσεως ἐπ’ αὐτοῦ. ὅταν δὲ συνεχῶς φέρηται, οὔτε γεγονέναι οὔτ’ ἀπογεγονέναι τὸ φερόμενον οἷόν τε κατὰ σημεῖον, ἀλλὰ μόνον εἶναι ἐν τῷ νῦν, ἐν χρόνῳ δὲ οὐδενὶ πλὴν εἰ λέγοι τις οὕτως ἐν χρόνῳ, ὅτι τὸ νῦν χρόνου τί ἐστιν· διαίρεσις γὰρ τοῦ ὅλου. ἆρ’ οὖν ὁμοίως ὁμοίως ἐπὶ τῶν περάτων τῆς ὅλης εὐθείας, καὶ οὐδεμίαν ἀνάγκην ἔχει τὸ φερόμενον πρότερον μὲν γενέσθαι ἐπὶ τοῦ πέρατος, εἶθ’ οὕτως ἐπ’ αὐτοῦ ἀνακάμψαι καὶ ἀπογενέσθαι; καὶ μὴν εἰ, ὅτι δυνάμει ἦν τὰ μεταξὺ σημεῖα τῆς ὅλης γραμμῆς, διὰ τοῦτο συνεχῶς ἐπ’ αὐτῶν ἐκινεῖτο, διότι ταῦτά ἐστιν ἐνεργείᾳ πέρας γὰρ ἤδη καὶ ἀρχὴ πρὸς ἑκάτερα τὰ δύο), διὰ τοῦτο στήσεται ἐπ’ αὐτῶν· εἰ γὰρ συνεχῶς κινοῖτο ἐν τῇ ἀνακάμψει, οὐδ’ ἂν πέρας εἴη οὔτ’ ἄν ἀρχὴ τὸ σημεῖον οὔθ’ ὅλως ἐνεργείᾳ σημεῖον, ἀλλὰ δυνάμει, ὥσπερ τὰ μεταξύ. ὅλως δέ, εἰ καὶ ἐπὶ τῶν μεταξὺ σημείων † τῷ ἐνεργείᾳ γενέσθαι πέρατι καὶ ἀρχῇ τοῦ στῆναι † ἦν ἐπ’ αὐτοῦ τὸ φερόμενον, δῆλον ὡς ἐν τῷ κατ’ ἐνέργειαν ἤδη πέρατι καὶ ἀρχῇ τοσούτῳ μᾶλλον στήσεταί τε καὶ ἠρεμήσει. πρόσαγε τοίνυν ἤδη καὶ τὴν ἐκ τοῦ συλλογισμοῦ ἀνάγκην τῷ λόγῳ. εἰ τὸ φερόμενον, ἐφ’ οὗ φέρεται συνεχῶς, οὐδενὶ χρῆται ὡς ἐνεργείᾳ σημείῳ, μᾶλλον δὲ ἐφ’ οὗ χρῆσθαι αὐτῷ ἀναγκαῖον, οὐκ ἂν ἐπὶ τούτου φέροιτο συνεχῶς. ἀνάγκη ἄρα στῆναι τὸ ἀνακάμπτον ἐπὶ τῆς εὐθείας. τῷ δὲ δυνάμει εἶναι τὰ μεταξὺ τῆς εὐθείας σημεῖα χρηστέον καὶ πρὸς τὴν Ζήνωνος ἀπορίαν τὴν λέγουσαν, ὅτι οὐχ οἷόν τε κινηθῆναι τὴν πεπερασμένην· ἄπειρα γὰρ ἐν τῇ συνεχεῖ τὰ ἡμίση. ἐνεργείᾳ μὲν γὰρ οὐχ ὅπως ἄπειρα ἐν ἰὴ συνεχεῖ τὰ ἡμίση, ἀλλ’ οὐδὲ δύο ἅμα τε γὰρ τέμνεται ἐνεργείᾳ καὶ πέπαυται συνεχὴς εἶναι), δυνάμει δὲ οὐδὲν ἄτοπον ἄπειρα τὰ ἡμίση τῆς συνεχοῦς εἶναι· τὰ δυνάμει δὲ ἄπειρα οὐκ ἀδύνατον διελθεῖν, ὥστε ὁ διαιρῶν καὶ ἀριθμῶν τὰ ἡμίση διαφθείρει τὴν ὑπόθεσιν τοῦ προβλήματος. ἡμεῖς μὲν γὰρ ζητοῦμεν, εἰ ἄπειρα ἐν τῇ συνεχεῖ τὰ ἡμίση, ὁ δὲ συνεχῆ φυλάττει λοιπὸν οὔτε τὴν εὐθεῖαν οὔτε τὴν κίνησιν· συνδιαιρεῖ γὰρ τῇ τῆς εὐθείας τομῇ καὶ τὴν κίνησιν. ἔστι δὲ καὶ ἐν τῷ χρόνῳ καθάπερ σημεῖον τὸ νῦν· τὸ γὰρ αὐτὸ πέρας καὶ ἀρχή, πέρας μὲν τοῦ παρελθόντος ἀρχὴ δὲ τοῦ μέλλοντος, ἀλλὰ κατὰ τὸ πρᾶγμα, καθ’ ὃ γέlγονεν ἡ μεταβολή, τῷ μέλλοντι μᾶλλον προσνεμητέον· λέγω δὲ οἷον, ἐπειδὴ τοῦ χρόνου, ἐν ᾡ ἀπέθνῃσκε Σωκράτης, πέρας τί ἐστιν, ἐν ᾧ πρώτῳ ἀποτέθνηκε, τοῦτο ὡς μὲν κατὰ τὸν χρόνον προσήκει καὶ τῷ παρελθόντι πέρας γὰρ ἐκείνου ἐστίν), ὡς δὲ κατὰ τὸ πρᾶγμα λέγω δὲ τὸ τεθνηκέναι) μᾶλλον προσήκει τῷ μέλλοντι, ἐν ᾦ ὅλον λέγεται τεθνηκέναι. εἰ δὲ ἐρεῖ τις ἐν μὲν τῷ πέρατι τοῦ παρελθόντος ἔτι ἀποθνῄσκειν Σωκράτην, ἐπειδὴ καὶ ἐν ὅλῳ τᾷ παρελθόντι, ἐν δὲ τῇ ἀρχῇ τοῦ μέλλοντος τεθνηκέναι, ἐπειδὴ καὶ ἐν ὅλῳ τῷ μέλλοντι, οὗτος εἰ μὲν ἐφυλάχθη τὸ νῦν, ὥσπερ καὶ τἀληθὲς ἔχει, πέρας τε ὂν ἅμα καὶ ἀρχή, ἅμα ἄν λέγοι καὶ ἀποθνῄσκειν Σωκράτην καὶ τεθνηκέναι, τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ ζῆν τε ἅμα καὶ τεθνηκέναι Σωκράτην· εἰ δὲ δύο ποιήσει τὰ νῦν, ἐφεξῆς ἀλλήλων ποιήσει τὰ νῦν· ἀλλ’ ἄτοπον· οὐ γὰρ σύγκειται ὁ χρόνος ἐξ ἀμερῶν. ἀλλὰ ταῦτα μὲν ἴσως τοῖς καθόλου περὶ κινήσεως λόγοις οἰκειότερα, ὅτι δὲ ἀνάγκη τὸ φερόμενον ἐπὶ τῆς πεπερασμένης εὐθείας ἵστασθαι πρὶν ἀνακάμπτειν, καὶ ὧδε ἄν τις λογικώτερον δείξειεν. ἅπαν γὰρ τὸ φερόμενον συνεχῶς, ἐὰν ἀπὸ μηδενὸς ἐκκρούηται, εἰς ὅπερ ἦλθε κατὰ τὴν φοράν, εἰς τοῦτο καὶ ἐφέρετο πρότερον· εἰ ἐπὶ τὸ Β ἦλθε, καὶ ἐφέρετο ἐπὶ τὸ Β καὶ οὐ μόνον, ὅτε πλησίον ἦν τοῦ Β, ἀλλ’ εὐθὺς ὡς ἤρξατο κινεῖσθαι, εἴ γε κινεῖται μὲν ἐπὶ τὸ αὐτὸ συνεχῶς, ἐφ’ ὃ δὲ κινεῖται συνεχῶς, ἐπ’ ἐκεῖνο τὴν ὁρμὴν εἶχεν. τούτου δὲ ὄντος ἀληθοῦς τὸ κάτωθεν ἄνω κινούμενον, εἰ γενόμενον ἄνω μὴ ἡσυχάζει καὶ ἠρεμεῖ, ἀλλὰ τῇ αὐτῇ ὁρμῇ συνεχῶς φέρεται ἐπὶ τὸ κάτω, καὶ ὅτε ἤρχετο κάτωθεν κινεῖσθαι ἐπὶ τὸ κάτω ἄρα ἐφέρετο. γελοῖον μὲν δὴ καὶ καθ’ αὑτό, μᾶλλον δὲ καὶ οὕτως. εἰ γὰρ ἅπαν τὸ κάτω φερόμενον ἐκ τοῦ ἄνω φέρεται κάτω, δῆλον ὡς τὸ κάτωθεν κινούμενον εἴπερ συνεχῶς ἐπὶ τὸ κάτω κινεῖται, ἤδη ἀφῃρεῖτο ἐκ τοῦ ἄνω καὶ οὔπω γέγονεν ἐν αὐτῷ. τοῦτο δὲ ἀδύνατον· ἀνάγκη ἄρα πρότερον ἵστασθαι ἐν τῷ ἄνω· οὐκ ἄρα μία ἡ κίνησις· ἡ γὰρ διαλαμβανομένη στάσει οὐ μία ἐστίν. καὶ ὁ λόγος δὲ μᾶλλον οἰκεῖος τῶν εἰρημένων. πᾶν γὰρ τὸ μεταβάλλον εἰς τὸ λευκὸν ἐκ τοῦ μέλανος ἡ τοῦ μὴ λευκοῦ ἅμ τε ἀποβέβληκε τὸ μὴ λευκὸν χρῶμα, οἷον τὸ ξανθὸν ἢ τὸ φαιὸν ἢ ὅ τι τύχοι, καὶ γέγονε λευκόν· ἐν γὰρ τῷ πέρατι τῆς εἰς τὸ λευκὸν μεταβολῆς ἔφθαρ- τι τὸ πρότερον χρῶμα καὶ γέγονε τοῦτο, ὃ νῦν λαμβάνει. εἰ δὴ ἐν τῷ αὐτῷ πέρατι, τοῦτο δέ ἐστιν † ὅτι τῷ αὐτῷ νῦν μεταβάλλει πάλιν ἐκ τοῦ λευκοῦ καὶ μὴ ἐν ἄλλῳ, τρία ἄν εἴη τὰ γινόμενα ἐν τῷ αὐτῷ, ἥ τε φθορὰ τοῦ ξανθοῦ, γένεσις τοὐ λευκοῦ, ἐκ λευκοῦ πάλιν μεταβολή. οὐκ ἄρα συνεχὴς ἡ εἰς τὸ λευκὸν μεταβολὴ τῇ ἐκ τούτου, ἀλλ’ ἐν χρόνῳ μὲν συνεχεῖ καθάπερ καὶ * * * συνεχὴς γὰρ ὅλος ὁ χρόνος· αὗται δὲ ἐφεξῆς αἱ κινήσεις, ἐπεὶ πῶς ἂν εἴη | πέρας τοῦ λευκαίνεσθαι καὶ μελαίνεσθαι <ἓν καὶ ταὑτό>; οὔτε γὰρ τὸ μελανθῆναι τοῦ λευκαίνεσθαι πέρας λευκανθῆναι τοὐ μελαίνεσθαι. ταῖς μὲν τοίνυν ἄλλαις κινήσεσιν, εἰ μὲν συνεχεῖς ὑποτεθῶσι, τοσαῦτα ἀδύνατα ἕπεται· μόνῃ δὲ τῇ κύκλῳ καὶ ἐπὶ γραμμῆς περιφεροῦς οὐδὲν ἄτοπον ἀκολουθεῖ. τὸ γὰρ ἐκ τοῦ Α κινούμενον ἅμα καὶ εἰς τὸ Α κινήσεται κατὰ τὴν αὐτὴν πρόθεσιν καὶ ὁρμήν· οὐ γὰρ εἰς ἄλλο πρότερον ἥξει σημεῖον οὐδὲ γὰρ ἐνεργείᾳ σημεῖον ἐπὶ τοῦ κύκλου) οὐδὲ ἀνακάμψει ποθὲν ἐπὶ τὸ Α, ἀλλ’ ἅμα τε ἐπὶ τὸ Α καὶ ἐπὶ τὸ Β κινεῖται καὶ οὐχ ἅμα τὰς ἐναντίας οὐδ’ ἅμα τὰς ἀντικειμένας· οὐ γὰρ ἅπασα ἡ ἐκ τοῦ Α τῇ εἰς τὸ Α ἐστὶν ἐναντία, ἀλλ’ ἡ κατ’ εὐθεῖαν· ἐπ’ ἐκείνης γὰρ ἐνεργείᾳ τὰ πέρατα καὶ ἀρχαὶ καὶ δὶς κέχρηται τὸ κινούμενον ἐν] τῷ αὐτῷ ὡς πέρατι καὶ ὡς ἀρχῇ καὶ ἀνάγκη γενέσθαι αὐτό τε ἐν αὐτῷ καὶ ἀπογενέσθαι ἀπ’ 20 αὐτοῦ. διόπερ οὐ συνεχῶς † ἀνενδυάσει νῦν καὶ ὁ μεταξὺ χρόνος τῆς ἠρεμίας· ἐπὶ δὲ τῆς περιφεροῦς τί κωλύει κινεῖσθαι συνεχῶς καὶ μηδένα χρόνον διαλείπειν; τί γάρ ἐστιν ἐνεργείᾳ πέρας, τί δὲ ἀρχή, τί δ’ ὅλως ἄλλο σημεῖον ἤδη ἐνεργείᾳ ὄν, ἐν ᾧ πρότερον δεῖ γενέσθαι; μόνη τοίνυν ἡ κύκλῳ κίνησις ἀπ’ αὐτοῦ εἰς αὐτό, ἡ δὲ κατ’ εὐθεῖαν ἀπ’ αὐτοῦ εἰς ἄλλο καὶ μὲν ἐπὶ τοῦ κύκλου οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ διαστήματος οὐδὲν γὰρ ὥρισται ἐπὶ τοῦ κύκλου διάστημα ἐνεργείᾳ οὐδ’ ἔστιν ὅπως περιφερείας τινὸς εἴη τοῦ I κύκλου τὰ πέρατα εἰλημμένα, ἀλλὰ καὶ ἄλλη καὶ ἄλλη, μᾶλλον δὲ ἀεὶ ἄλλη), ἐπὶ δὲ τῆς εὐθείας ταὐτὸν διάστ·ημα κινεῖται πολλάκις ἐνθένδε ἐκεῖσε κἀκεῖθεν δεῦρο· ὥρισται γὰρ τὰ πέρατα καὶ εἴληπται ἤδη. ἵστασθαι οὖν ἐν αὐτῷ ἀνάγκη· διὰ τοῦτο γὰρ πολλάκις ἐπὶ τοῦ αὐτοῦ διαστήματος, ὅτι ἵσταται ἐπὶ τῶν περάτων καὶ ἀνακάμπτει. εἰ δὲ μὴ ἵστατο, ἀεὶ ἂν ἐπ’ αὐτοῦ καὶ συνεχῶς ἐκινεῖτο, ὥσπερ ἐπὶ τῆς περιφερείας. οὐ μόνον δὲ ἐπὶ τῆς εὐθείας οὐ κινεῖται συνεχῶς, ἀλλ’ οὐδὲ ἐπὶ τῆς κύκλῳ, ὅταν μὴ κύκλῳ κινῆται, ἀλλ’ ἀνακάμπτῃ· οὐ γὰρ συνάπτει τῇ ἀρχῇ τὸ πέρας, οὐδ’ ὡς ἑνὶ χρῆται, ἀλλ’ ὡς δυσί. καὶ τότε οὖν τὴν αὐτὴν γραμμὴν πολλάκις οὐ γὰρ συνεχῶς οὐδὲ ὡς μίαν, ἀλλ’ ἐφεξῆς)· ὅταν δὲ κύκλῳ, ὡς μίαν κατὰ μίαν γὰρ ὁρμήν), οὐ πολλάκις. πῶς γὰρ ἀριθμήσεις πολλάκις; οὐ γὰρ ἔχεις ἀρχὴν οὐδὲ πέρας. ὅταν δὲ ἐπ’ αὐτῶν λάβῃς στάσιν, ἤδη προτιθεῖς τῷ μὴ ἑστῶτι. οὕτως οὖν καὶ οἴει πολλάκις, ὅτι σαυτῷ λαμβάνεις τοδὶ τὸ σημεῖον ὡς ἀρχὴν καὶ πάλιν ὡς πέρας. δῆλον οὖν ἐκ τούτων, ὅτι μηδὲ οἱ φυσιολογοῖ καλῶς λέγουσι πάντα τὰ αἰσθητὰ κινεῖσθαι φάσκοντες ἀεί, καίτοι μὴ πάντα λέγοντες κύκλῳ κινεῖσθαι, ἀλλὰ καὶ γινόμενα καὶ φθειρόμενα καὶ αὐξανόμενα καὶ μειούμενα καὶ ὅλως ἀλλοιούμενα· καὶ γὰρ τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν λέγουσιν. ὁ δὲ λόγος νῦν ἔδειξεν, ὅτι εἰς τὰ ἐναντία οὐχ οἷόν τε συνεχῶς οὐδὲ ἀεὶ κινεῖσθαι. ὅτι μὲν οὖν μόνη ἡ κύκλῳ φορὰ συνεχής, ἔστω τοσαύτα ἥμιν εἰρημένα. 9. Ὅτι δὲ καὶ πρώτη τῶν ἄλλων φορῶν, λέγομεν | ἤδη πᾶσα φορά, ὥσπερ καὶ πρότερον εἴπομεν, ἢ κύκλῳ ἡ εὐθεία ἢ μικτή. τῆς μὲν οὖν μικτῆς πρότεραι αὗται· συγκειμένη γὰρ ἐκ τούτων. ὅτι δὲ τῆς εὐθείας ἡ κύκλῳ προτέρα, δεικτέον. ἢ γὰρ ἄπειρον ἢ πεπερασμένην εὐθεῖαν κινεῖται πᾶν τὸ κινούμενον. ἄπειρος μὲν τοίνυν οὔτε ἔστιν οὐδ’, εἴπερ ἦν, ἐκινεῖτο ἂν ἐπ’ αὐτῆς. οὐ γὰρ γίνεται τὸ ἀδύνατον γίνεσθαι, διελθεῖν δὲ τὴν ἄπειρον ἀδύνατόν ποτε καὶ διιέναι, πεπερασμένην δὲ εἰ κινοῖτο, εἰ μὲν ἀνακάμπτει, οὔτε συνεχὴς κίνησις οὕτε ἁπλῆ, εἰ δὲ παύοιτο καὶ μὴ ἀνακάμπτοι, φθαρτὴ ἡ κίνησις. μόνη τοίνυν ἡ κύκλῳ καὶ ἀίδιος καὶ ἁπλῆ. πρότερον οὖν καὶ φύσει καὶ χρόνῳ. καὶ γὰρ εἰ μὴ δέδεικται οὖσα ἀίδιος, μόνην δέ τινα ἀίδιον δυνατὸν εἶναι, καὶ οὕτως ἂν ἦν προτέρα τῆς τοῦτο μὴ δυναμένης. εὐλόγως δὲ συμβέβηκε μόνην εἶναι συνεχῆ καὶ ἀίδιον τὴν κύκλῳ φοράν· τῆς μὲν γὰρ εὐθείας ὥρισται καὶ ἀρχὴ καὶ τέλος καὶ μέσον, ὥστ’ ἔστιν, ὅθεν ἄρξηται τὸ κινούμενον καὶ οὗ τελευτήσει· τῆς δὲ περιφεροῦς οὐκ ἔστιν οὔτε ἀρχὴ οὔτε πέρας· οὐδὲν γὰρ μᾶλλον τόδε ἢ ὀποιονοῦν πέρας τῆς γραμμῆς· ὁμοίως γὰρ ἕκαστον καὶ ἀρχὴ καὶ μέσον καὶ πέρας. ἀεὶ οὖν ἐν ἀρχῇ καὶ ἀεὶ ἐν τέλει καὶ ἅμα κινεῖται καὶ ἠρεμεῖ πὼς ἡ σφαῖρα· οὐ γὰρ μεταβάλλει τὸν ὅλον τόπον. τῆς δὲ τοιαύτης μονῆς τε ἅμα καὶ κινήσεως αἴτιον, ὅτι ἐπὶ τῆς σφαίρας ἡ κυρίως ἀρχὴ καὶ τὸ κυρίως πέρας τὸ μέσον ἐστίν’ ἀρχὴ μέν, ὅτι ἀπὸ τούτου ἡ σφαῖρα ἡ γὰρ ἀπὸ τούτου πανταχόθεν ἴση ἀπόστασις κύκλος), πέρας δέ, ὅτι εἰς τοῦτο τελευτῶσιν αἱ ἀπὸ τῆς περιφερείας εὐθεῖαι. ἐπεὶ τοίνυν οὐκ ἐπὶ τὸ πέρας, ἀλλὰ περὶ τὸ πέρας κινεῖται, τοῦτο δὲ ἀεὶ ἐν ταὐτῷ μένει, ἀεὶ μὲν διὰ τοῦτο κινεῖται, ὅτι οὐδὲ πεπέρασται ἐπὶ τὸ πέρας, ἐν ταὐτῷ δὲ ἀεί, ὅτι ἀεὶ περιμένει τὸ πέρας. ἡ οὖν κύκλῳ ἡ πρώτη φορὰ τῶν κινήσεων εὐλόγως καὶ μετρεῖ τὰς ἄλλας· ἡμέρα γὰρ καὶ νὺξ καὶ ὧραί εἰσιν οἴμαι κινήσεις πᾶσαι καὶ μετροῦνται ἀπὸ τῆς κύκλῳ φορᾶς, τὸ εἶναι δὲ κύκλον τὰ ἀνθρώπεια πράγματα ἀπὸ τῆς κυκλοφορίας ἐλήλυθεν. ἔτι δὲ καὶ ὁμαλὴν ἰὴν κύκλῳ ἐνδέχεται μόνην εἶναι, τῶν δὲ ἐπ’ εὐθείας ὅσα μὲν βίᾳ καὶ παρὰ φύσιν κινεῖται, δῆλον ὅτι καὶ ἀνώμαλα· ὅσα δὲ κατὰ φύσιν, τοσούτω θᾶττον ἅπαντα φέρεται, ὅσῳ ἂν πλείω ἀφίστηται τοῦ τόπου, ἐν ᾧ πρότερον ἠρέμει· κεκίνηται γὰρ ἐγγυτέρω τοῦ συγγενοῦς. 10. Ὅτι μὲν οὖν ἀίδιον καὶ ἀκίνητον τὸ πρῶτον κινοῦν, ἐν τοῖς ἔμπροσθεν ἀποδέδεικται· ὅτι δ’ ἀμερὲς καὶ ἀσώματον, λέγομεν ἤδη. κείσθω ὄη πᾶν τὸ κινούμενον ὑπὸ σώματος μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν κινεῖσθαι, ἀλλὰ βίᾳ καὶ ἔξωθεν· ὁρῶμεν δὲ ἐπὶ τῶν οὕτω κινούντων τε καὶ κινουμένων ἀεὶ τὴν μείζονα δύναμιν τῆς ἐλάττονος ἐπὶ πλέονά τε χρόνον δυναμένην κινεῖν τὸν αὐτὸν ὄγκον καὶ ἐν ἐλάττονι χρόνῳ ταὐτὸν διάστημα· τὴν γὰρ αὐτὴν μύλην ἡμίονος μὲν ἐφ’ ἡμέραν ὅλην κινήσει ἄν, ἀνθρώπῳ δὲ ἀγαπητὸν ἐπὶ μεσημβρίαν· καὶ ἡ μὲν ἐν ἀκαρεῖ χρόνῳ | μίαν περιάγει στροφήν, ὁ δὲ ἐν πλείονι. τούτων τοίνυν φανερῶν ὄντων ἀμήχανον τὸ κινούμενον ἐν ἀπείρῳ χρόνῳ συνεχῆ τε καὶ ἀίδιον κίνησιν ὑπὸ σώματος τοῦ πρώτου κινεῖσθαι· ἢ γὰρ ἄπειρον ἢ πεπερασμένον ἔσται τὸ κινοῦν σῶμα· καὶ ἄπειρον μὲν οὐκ ἐνδέχεται· λείπεται δὲ πεπρασμένον. εἰ δὲ πεπερασμένον ἤτοι πεπερασμένην ἢ ἄπειρον ἕξει τὴν δύναμιν. εἰ μὲν οὖν πεπερασμένην, εἰλήφθω τῆς αὐτῆς μείζων ἄλλη δύναμις καὶ πλείονα χρόνον κινήσει ἢ ὅσον ἡ πεπερασμένη κινεῖ τὸν αὐτὸν ὄγκον, τοῦ δὲ ἀπείρου πλείων οὐκ ἔσται. εἰ δὲ ἄπειρον, ἐν οὐδενὶ χρόνῳ κινήσει τὸ αὐτὸ μέγεθος, ὅπερ ἡ πεπερασμένη τε καὶ ἐλάττων ἐν τοσῷδε χρόνῳ· οὐ γὰρ ἔχει λόγον ἡ ὑπεροχὴ τῆς δυνάμεως, ἀλλ’ ὥσπερ ἀδύνατον λαβεῖν, ὅσῳ μείζων ἐστὶν ἡ δύναμις τῆς πεπερασμένης ἡ ἄπειρος, οὕτως ἀδύνατον ἔσται λαβεῖν, ὅσῳ ἐλάττων ὁ χρόνος τοῦ χρόνου, καθ’ ὃν ἡ ἄπειρος κίνησις κινεῖ ταὐτὸν διάστημα τοῦ καθ’ ὃν ἡ πεπερασμένη. τοίνυν ἢ οὐ κινήσει τὸ σύνολον ἡ ἄπειρός τε καὶ μείζων, ὃ κεκίνηκεν ἡ ἐλάττων, ἢ οὐκ ἐν χρόνῳ κινήσει· ἄμφω δὲ ἄλογα καὶ ἀδύνατα. ὅλως δὲ ἀμήχανον ἄπειρον δύναμιν ἐν πεπερασμένῳ μεγέθει· ὅπου γὰρ τοῦ μεγέθους ἔστι μείζω λαβεῖν, ἐπεὶ καὶ τὰ] τῆς δυνάμεως. ἀρκεῖ δὲ ἄνευ πάσης ἀμφισβητήσεως ἀποδεῖξαι καὶ ἐκ τῶν διωρισμένων, ὅτι μὴ σῶμα τὸ πρῶτον κινοῦν· εἰ γὰρ ἀκίνητον ὅλως τὸ πρῶτον κινοῦν, ἀμήχανον τοῦτο σῶμα εἶναι. πᾶν γὰρ σῶμα κινοῦν καὶ κινεῖται· ἢ γὰρ ὠθοῦν ἢ ἕλκον ἢ δινοῦν ἢ ὀχοῦν † ῥιπτούντων ἄλλος | λόγος· δοκεῖ γὰρ καὶ ἡ κατά τινα τῶν ἄλλων τρόπων, περὶ δὲ τῶν † ἠρεμούντων αὐτῶν ἔτι κινεῖσθαι ἐπὶ πολὺ τὰ βληθέντα. φέρεται γὰρ χρόνον τινὰ τὸ βέλος καὶ ἠρεμήσαντος τοῦ ἀφέντος καὶ ἀπορεῖται, πῶς κινεῖται ταῦτα καὶ ὑπὸ τίνος· οὔτε γὰρ ὑφ’ αὑτῶν οὐ γὰρ τῶν αὐτοκινήτων ἐστίν) οὔθ’ ὑπὸ τοῦ βάλλοντος ἀπέστη γὰρ ἐκεῖνος ἀφεὶς καὶ ἡσυχάζει). λέγεται μὲν οὖν, ὅτι μὴ τὸ βέλος μόνον ἐκίνησεν ὁ τοξεύων, ἀλλὰ καὶ τὸν ἀέρα τὸν πλησίον, ὃς κινεῖται ὑπὸ τοῦ ῥίψαντος αὐτὸ ἤδη τὸ ῥιφθέν. οὗτος δὲ ὁ λόγος μετατίθησι τίθησι τὴν ἀπορίαν, οὐ λύει· πάλιν γὰρ ὁ ἀὴρ πῶς κινεῖται τοὐ κινοῦντος οὐχ ἁπτομένου; οὔτε ὑπ’ αὐτοῦ οὐδὲ γὰρ ζῷον) οὔθ’ ὑπὸ τοῦ ῥίψαντος πέπαυται γάρ)· ὑπὸ τίνος οὖν, εἴπερ πᾶ) ὑπό τινος κινεῖται τὸ κινούμενον; ἐπεὶ καὶ ἡ λίθος οὐ τὸ πλησίον ἕλκει σιδήριον, ἀλλὰ καὶ τὸ ἐφεξῆς, οὗ μὴ ἅπτεται· ἀλλ’ ὅταν ἀπέλθῃ, πέπαυται καὶ τὸ ἐγγὺς ἅμα καὶ τὸ ἐχόμενον. αἴτιον δέ, ὅτι τὸ σιδήριον ἐκεῖνο τὸ πρὸς τῇ λίθῳ οὐκ οἰκείαν ἔσχε δύναμιν τὸ ἐπισπᾶσθαι, ἀλλ’ ἐλάμβανε παρὰ τῆς λίθου, ἧς εἴπερ ἀφαιρεθείη, εὐθὺς συναφαιρεῖται καὶ τὴν δύναμιν. ἔδει τοίνυν καὶ τὸν ἀέρα ταὐτὸν ὑπομένειν καὶ παύεσθαι ἐπελθόντος τοῦ ῥίψαντος ἢ βάλλοντος, οὕτως δὲ εὐθὺς ἔδει καταφέρεσθαι καὶ τὸ ῥιπτούμενον· ἢ οὐ μόνον κινεῖται ὁ πλησίον ἀήρ, ἀλλά καὶ δύναμιν τοῦ κινεῖν λαμβάνει; καὶ ταύτην δὴ οὐχ οἵαν τὸ παρὰ τῆς λίθου σιδήριον, ἀλλ’ ὥστε οἰκείαν ποιῆσαι καὶ ἑαυτοῦ, ὥσπερ οἶμαι καὶ ὑπὸ τοῦ πυρὸς τὸ πύρινον οὐ θερμαίνεται μόνον, ἀλλὰ καὶ δύναμιν οἰκείαν τοῦ θερμαίνειν λαμβάνει καὶ ταύτην ἀεὶ δίδωσιν ἐφεξῆς καὶ τοῦτο πρόεισιν μέχρι τινός, εἶτα κατ’ ὀλίγον παύεται μειουμένης ἐν τῇ διαδοχῇ τῆς δυνάμεως τῆς ἀπὸ τοῦ πυρὸς ἐνδοθείσης. οὕτω δὲ καὶ τὸν ἀέρα εἴποι τις ἄν καὶ τὸ ὕδωρ ἐπαμφοτερίζοντα ταῖς δυνάμεσι καὶ μετέχοντα καὶ βαρύτητος κουφότητος, ἐφ’ ὅπερ ἂν τοῦ φέρεσθαι τὴν ἀρχὴν παρὰ τοῦ ῥίπτοντος καὶ τὸ ἐνδόσιμον λάβῃ, ἐπὶ τοῦτο λοιπὸν φέρεσθαι ἐξ αὐτῶν καὶ οἷον αὐτοκίνητα γίνεσθαι χρόνον τινὰ κινούμενά τε ἅμα καὶ κινοῦντα, κινούμενα δὲ οὐκέθ’ ὑπὸ τοῦ βάλλοντος, ἀλλ’ ὑπὸ τῆς οἰκείας δυνάμεως, ἧς τὸ ἐνδόσιμον παρὰ τοῦ ῥίψαντος ἔσχεν, ὥσπερ καὶ τὸ ὕδωρ ὑπὸ τοῦ πυρὸς θερμανθὲν καὶ ἀπελθόντος τοῦ πυρὸς οὐκ αὐτὸ μόνον θερμόν ἐστιν, ἀλλὰ καὶ τοῦ θερμαίνειν ἐπὶ πολὺ φυλάττει τὴν δύναμιν. οὕτως γὰρ ἄμεινον λέγειν ἢ τὴν ἀντιπερίστασιν αἰτιᾶσθαι, ἣ γίνεται μὲν ἐξ ἀνάγκης παρὰ τῶν ῥιπτομένων· ἀντιμεθίσταται γὰρ ὁ ἀήρ· οὐ μὴν διὰ ταύτην ἡ κίνησις· καὶ γὰρ βαδιζόντων ἀντιπερίστασις, ἀλλ’ οὐ διὰ τοῦτο βαδίζομεν ἁπλῆ τέ ἐστι μετάστασις καὶ μεταχώρησις τῶν τόπων. δραστικὸν δὲ οὐδὲν οὔτε κινητικὸν ἡ ἀντιπερίστασις ἔχει· οὔτε γὰρ στενοχωρεῖται χωρεῖται ἀντιμεθιστάμενος ἀήρ, ὥστε βιάζεσθαι καὶ προσωθεῖν· οὐδὲ γὰρ γίνεται πλείων ἔτι κατὰ τὴν ἀντιπερίστασιν ἅμα τε γὰρ τὸ ῥιφθὲν ἀπωθεῖται ὑπὸ τοῦ ῥίψαντος εἰς τὸ πρόσθεν καὶ ἀντιπεριίσταται ὁ ἀὴρ εἰς τὸ ὄπισθεν. τί οὖν αἴτιον τῆς μετὰ ταῦτα προόδου; φανερὸν δέ, ὅτι μηδὲ συνεχὴς ἡ τοιαύτη κίνησις· οὐδὲ γὰρ ἓν τὸ κινοῦν, ἀλλ’ ἐχόμενα ἀλλήλων, ἀλλ’ οὐδ’ ὁμαλής· οὐ γὰρ ὁμοίως | φέρεται, ἐγγύς τε καὶ πόρρω ἰῆς ἀρχῆς. εἰ τοίνυν ὡς ἐπὶ τῶν ῥιπτουμένων τὴν κίνησίν τις λέγει γίνεσθαι εἴτε ὡς ἐπὶ τῶν ὠθούντων τε καὶ ἑλκόντων, οὐ συνεχὴς οὐδ’ ὁμαλὴς οὕτω γινομένη κίνησις· ἐπὶ μὲν τῶν ῥιπτουμένων, ὅτι ἄλλο καὶ ἄλλο τὸ κινοῦν, ἐπὶ δὲ τῶν ὠθούντων τε καὶ ἑλκόντων, ὅτι εἰ καὶ ἓν τὸ κινοῦν, ἀλλὰ καθ’ ἑκάστην ὦσιν ἡ ἕλξιν ἀρχή τις γίνεται ἀναπαυομένου τοῦ ἕλκοντος καὶ ὠθοῦντος· οὐ γὰρ ἄπονον τὸ οὕτως κινοῦν. δῆλον οὖν ὅτι ἀμερὲς τὸ πρῶτον κινοῦν, εἴπερ μὴ τῷ κινεῖσθαι κινεῖ μηδὲ συμβάλλει, ἀλλ’ ἀεί τε δύναται κινεῖν ἄπονον γὰρ τὸ οὕτως κινεῖν) καὶ ὁμαλὴς αὕτη κίνησις μόνη. οὐ γὰρ ἔχει μεταβολὴν τὸ κινοῦν οὐδεμίαν, δεῖ δὲ οὔτε τὸ κινούμενον πρὸς ἐκεῖνο ἔχειν μεταβολήν, ἵνα ὁμοία ἡ κίνησις ᾖ. ἀνάγκη δὲ ἡ ἐν μέσῳ ἢ ἐν κύκλῳ εἶναι· τοιαῦται γὰρ αἱ ἀρχαί, ἀλλὰ τάχιστα κινεῖται τὰ ἐγγύτατα τοῦ κινοῦντος, τοιαύτη δὲ ἡ τοῦ ὅλου κίνησις· ἐκεῖ ἄρα τὸ κινοῦν.

---

Themistius, In Aristotelis Physica Paraphrasis, ed. Maxmilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2001.tlg039.local001/.
