# In libros Aristotelis de Anima paraphrasis ΘΕΜΙΣΤΙΟΥ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΑΡΑΦΡΑΣΕΩΝ ΠΕΡΙ ΨΥΧΗΣ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ..1

Themistius, In libros Aristotelis de Anima paraphrasis, ΘΕΜΙΣΤΙΟΥ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΑΡΑΦΡΑΣΕΩΝ ΠΕΡΙ ΨΥΧΗΣ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/in-libros-aristotelis-de-anima-paraphrasis/%CE%98%CE%95%CE%9C%CE%99%CE%A3%CE%A4%CE%99%CE%9F%CE%A5%20%CE%A4%CE%A9%CE%9D%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3%20%CE%A0%CE%91%CE%A1%CE%91%CE%A6%CE%A1%CE%91%CE%A3%CE%95%CE%A9%CE%9D%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%A8%CE%A5%CE%A7%CE%97%CE%A3%20%CE%9B%CE%9F%CE%93%CE%9F%CE%A3%20%CE%95%CE%92%CE%94%CE%9F%CE%9C%CE%9F%CE%A3..1

9. Ἐπεὶ δ’ ἡ ψυχὴ τῶν ζώων κατὰ δύο ὥρισται μάλιστα δυνάμεις, τήν τε κριτικήν, αὕτη δέ ἐστι διανοίας ἔργον καὶ αἰσθήσεως, καὶ τὴν κινητικὴν τῆς κατὰ τόπον κινήσεως, περὶ μὲν αἰσθήσεως καὶ νοῦ διωρίσθω τέως τοσαῦτα. περὶ δὲ τοῦ κινοῦντος τί ποτέ ἐστιν, ἑξῆς σκεπτέον, πότερον ὅν τι μόριον τῆς ψυχῆς καὶ τοῦτο χωριστὸν κατὰ μέγεθος ἡ κατὰ λόγον, ἢ πᾶσα ἡ ψυχή· καὶ εἰ μόριον, πότερον ἕτερον παρὰ τὰ λέγεσθαι εἰωθότα οἷον τὸ λογιστικὸν καὶ θυμικὸν καὶ ἐπιθυμητικόν, ἢ τούτων ἕν τι. καίτοι γε αὐτὸ τοῦτο ἀπορίαν ἔχει πολλήν, πότερον δεῖ μόρια λέγειν ψυχῆς μεγέθει καὶ τόπῳ διεστηκότα, ἢ δυνάμεις πλείους ἐν ταὐτῷ ὑποκειμένῳ διαφερούσας, ὥσπερ εἶχεν ἐπὶ τοῦ μήλου τὸ | γλυκὺ καὶ τὸ εὐῶδες καὶ τὸ λευκόν. εἰ δὲ μόρια, πόσα ἄρα τὸν ἀριθμόν, καὶ εἰ μόνα τὰ τρία, ὡς τίθενταί τινες ἢ καὶ πλείω. σχεδὸν γὰρ οὐκ εὐαρίθμητα φαίνεται τὰ μέρη τῆς ψυχῆς, εἰ τοιαύτας λαμβάνοι τις τὰς διαφοράς, αἷς τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ τὸν λογισμὸν χωρίζουσι· φαίνεται γὰρ ἄλλα μόρια μείζω διάστασιν ἔχοντα τούτων· τὸ γὰρ θρεπτικὸν ὃ καὶ τοῖς φυτοῖς ὑπάρχει καὶ πᾶσι τοῖς ζώοις, μακρῷ μᾶλλον τῶν τριῶν διενήνοχεν ἢ τὰ τρία ταῦτα ἀλλήλων, καὶ τὸ αἰσθητικὸν δὲ παραπλησίως· οὔτε γὰρ ὡς λόγον ἔχον αὐτό, οὔτε ὡς ἄλογον παντελῶς θετέον. καθὸ μὲν γὰρ κρίνει τὰς ἐν τοῖς αἰσθητοῖς διαφορὰς καὶ ἀφορμὴ καὶ ἐπιβάθρα γίνεται τῷ λόγῳ, κατὰ τοῦτο ἂν δόξειε νοῦ κοινωνεῖν· καθὸ δέ ἐστιν οὐδὲν ἔλαττον ἐν τοῖς ἀλόγοις ζώοις, ταύτῃ δὲ αὖ πάλιν ἄλογον ἂν νομισθείη. ἔτι δὲ τὸ φανταστικὸν τῷ μὲν εἶναι (xai) κατὰ τὸν λόγον ἕτερον τῶν εἰρημένων· εἴπερ δὲ τὰ τρία μέρη μόνα τουτέστι τὰ λεγόμενα τῆς ψυχῆς, ἢ τῷ λόγῳ συντακτέον αὐτὴν ἢ τῇ ἐπιθυμίᾳ ἢ τῷ θυμῷ. πρὸς ἅπασι δὲ τοῖς εἰρημένοις τὸ ὀρεκτικόν, ὃ καὶ τῷ λόγῳ πάμπολυ διαφέρει καὶ τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ τῶν προειρημένων ἀπάντων, ἓν τιθείη τις ἂν τῶν τριῶν· καὶ γὰρ ἄτοπον ἴσως τὸ διασπᾶν ταύτην τὴν δύναμιν καὶ τιθέναι αὐτὴν καὶ ἐν τῷ λόγον ἔχοντι καὶ ἐν τῷ ἀλόγῳ, καὶ μὴ ποιεῖν καὶ ταύτην χωρὶς ὥσπερ ἐκείνων ἕκαστον. ἀλλ’ ὅθεν ἐξετραπόμεθα, τί τὸ κινοῦν κατὰ τόπον τὸ ζῶόν ἐστι ; τὴν μὲν γὰρ κατὰ αὔξησιν κίνησιν καὶ φθίσιν τὸ πᾶσιν ὑπάρχον δόξειεν ἂν κινεῖν, λέγω δὲ τὸ γεννητικὸν καὶ θρεπτικόν, σκεπτέον δὲ ὕστερον καὶ περὶ ἀναπνοῆς | καὶ ἐκπνοῆς, ὑπὸ τίνος γίνονται δυνάμεως, καὶ περὶ ὕπνου καὶ ἐγρηγόρσεως· κινήσεις γὰρ καὶ αὗται καὶ ἀλλοιώσεις τοῦ ζώου. ἀλλ’ ὅ γε προυθέμεθα ἐξ ἀρχῆς περὶ τῆς κατὰ τόπον κινήσεως, τί τὸ κινοῦν τὸ ζῶον τὴν πορευτικὴν κίνησιν ἐπισκεπτέον. Ὅτι μὲν οὖν ἡ θρεπτικὴ δύναμις οὐ κινεῖ τὸ ζῶον ταύτην τὴν κίνησιν, δῆλον· αἰεὶ γὰρ ἕνεκά τινος ἡ κίνησις ἡ κατὰ τόπον καὶ μετὰ φαντασίας καὶ διώξεως ἡ φυγῆς τοῖς μὴ βίᾳ κινουμένοις ἀλλ’ ἑκουσίως· ἡ θρεπτικὴ δὲ φαντασίας ἄμοιρος παντελῶς, διὰ τοῦτο δὲ καὶ ὀρέξεως· πᾶσα γὰρ ὄρεξις ἐπ’ αἰσθήσει καὶ φαντασίᾳ. ὀρεγόμενα μὲν οὖν τῆς τροφῆς ἐπ’ αὐτὴν κινεῖται τὰ ζῷα· οὐ μὴν διὰ τοῦτο ταὐτὸν ἡ θρεπτικὴ δύναμις τῇ ὀρεκτικῇ· σημεῖον δέ· ἐν γὰρ τοῖς φυτοῖς ἡ θρεπτικὴ μέν ἐστιν. ἡ ὀρεκτικὴ δὲ οὐδαμῶς, διότι μηδὲ αἴσθησις μηδὲ φαντασία. εἰ δ’ ἦν ἐν τῷ θρεπτικῷ τὸ κατὰ τόπον κινητικόν, εἶχεν ἄν τι μόριον ὀργανικὸν πρὸς τὴν κίνησιν τὴν πορευτικὴν τὰ φυτά· οὐδὲν γὰρ μάτην ἡ φύσις δίδωσιν. ἀλλ᾿ οὐδὲ τὸ αἰσθητικὸν ταὐτὸν τὁ κατὰ τόπον κινητικῷ· πολλὰ γὰρ τῶν ζώων αἴσθησιν μὲν ἔχει, μόνιμα δ’ ἐστὶ καὶ ἀκίνητα διὰ τέλους οὐδὲ δύναμιν ἔχοντα τοῦ κατὰ τόπον κινεῖσθαι· μάτην γὰρ ἄν εἶχεν, ἡ δὲ φύσις ἄμφω κατ’ ἴσον φυλάσσεται καὶ τὸ μάτην τι προστιθέναι καὶ τὸ ἐλλείπειν τι τῶν ἀναγκαίων, πλὴν ἐν τοῖς πηρώμασι καὶ ἀτελέσι. τὰ δὲ τοιαῦτα τῶν ζώων τέλεια καὶ οὐ πηρώματά ἐστι. σημεῖον δέ, ὅτι γεννητικὰ ἑτέρων τοιούτων καὶ ἀκμὴν ἔχει καὶ φθίσιν. ἀλλὰ μὴν οὐδὲ τὸ λογιστικὸν καὶ ὁ καλούμενος νοῦς ἐστιν ὁ κινῶν· ἐπεὶ γὰρ διττὸς ὁ νοῦς, ὁ μὲν θεωρητικὸς οὐδὲν I θεωρεῖ τῶν πρακτῶν οὐδὲ περὶ φευκτοῦ καὶ ὀρεκτοῦ διανοεῖται, ἡ κίνησις δὲ ἡ κατὰ τόπον ἢ φεύγοντος ἡ διώκοντος· ὁ δὲ πρακτικὸς νοεῖ μέν τι περὶ τούτων, κύριος δὲ οὐκ ἔστι τῆς κινήσεως. πολλάκις γοῦν τι διανοεῖται φυγῆς ἄξιον καὶ οὐ φεύγει, οἷον σεισμὸν ἢ θηρίον, ἀλλὰ πάλλει μὲν ἡ καρδία καὶ φρίττουσιν αἷ τρίχες, μένει δὲ ἐν τῷ τόπῳ τὸ ζῶον· πολλάκις δὲ καὶ ἡδύ τι λογιζομένου μόριον μέν τι τοῦ σώματος συναισθάνεται, ἠρεμεῖ δὲ ὅλον τὸ ζῶον. αἴτιον δέ, ὅτι τὰ φοβερὰ καὶ τὰ ἡδέα οὐ μόνον παρόντα καὶ μέλλοντα διανοεῖται, ἀλλὰ καὶ παρεληλυθότα ἐνίοτε καὶ μάλιστά γε ὁ ἄνθρωπος, κινεῖσθαι δὲ ἐπὶ τὰ παρελθόντα οὐχ οἷόν τε. οὐκ ἔστιν οὖν ἡ νόησις κυρία τοῦ μεταβαίνειν, πολλάκις δὲ καὶ φανερῶς ἐπιτάττοντος τοῦ νοῦ καὶ κελευούσης τῆς διανοίας φεύγειν ἢ διώκειν οὐ κινεῖται τὸ ζῶον κατὰ τὸν νοῦν, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν, ὥσπερ ὁ ἀκρατής. οὐκ ἄρα ὁ νοῦς οὐδὲ ἡ ἐπιστήμη κινεῖ τὸ ζῶον ταύτην τὴν κίνησιν. καὶ γὰρ ἄλλως ὁρῶμεν, ὅτι συμβαίνει τὸν ἔχοντα τὴν ἰατρικὴν μὴ ἰατρεύειν, καὶ τὸν ἔχοντα τὴν ἱππικὴν μὴ ἱππεύειν, ὡς ἑτέρου τινὸς ὄντος κυρίου τοῦ κινεῖσθαι, ἀλλ’ οὐ τῆς τέχνης ἢ τῆς ἐπιστήμης. ἀλλὰ μὴν οὔτε ἡ ἐπιθυμία καθ’ ἑαυτὴν ταύτης κυρία τῆς κινήσεως, οὔτε ὁ θυμός· οἱ γὰρ ἐγκρατεῖς θυμούμενοι καὶ ἐπιθυμοῦντες ἠσυχάζουσιν ὑπὸ τοῦ λογισμοῦ κατεχόμενοι. 10. Φαίνεται δὴ τὰ δύο ταῦτα κινοῦντα, νοῦς καὶ ὄρεξις, ἢ] εἴ τις καὶ τὴν φαντασίαν ὡς νόησιν τι|νθείη· πολλὰ γὰρ καὶ ἄνθρωποι ταῖς φαντασίαις ἀκολουθοῦσι μᾶλλον ἢ ταῖς ἐπιστήμαις, καὶ τὰ ἄλογα ζῷα ταύταις οἰακίζεται μόναις ἀποροῦντα φρονήσεως, οἷς ἡ φαντασία γίνεται ἀντὶ νοήσεως. ὅταν δὲ λέγω τὸν νοῦν κινεῖν κατὰ τόπον, τὸν πρακτικὸν λέγω νοῦν καὶ ἕνεκά του λογιζόμενον ἢ βουλευόμενον. διαφέρει δὲ τοῦ θεωρητικοῦ τῇ πολλάκις εἰρημένῃ διαφορᾷ, ὅτι τῷ μὲν αὐτὴ τέλος ἡ ἐνέργεια, τῷ πρακτικῷ δὲ ἡ ὄρεξις ἄλλου τινὸς ἕνεκεν παρ’ αὐτὴν τὴν ἐνέργειαν· ὁ γὰρ σκοπὸς ἐφ’ ὃν ἡ θεωρία καὶ ἡ ὄρεξις, οὗτός ἐστιν ἀρχὴ τοῦ πρακτικοῦ νοῦ· πρὸς τοῦτον γὰρ ὁρῶν λογίζεται καὶ βουλεύεται περὶ τῶν πρακτέων· καὶ τὸ ἔσχατον αὐτῷ τῆς νοήσεως, εἰς ὃ ἵσταται βουλευόμενος, ὅπως ἄν τὸ τέλος περιποιήσαιτο, ἀρχὴ τῆς πράξεως καὶ αὖ πάλιν τὸ πέρας τῆς πράξεως ἡ τῆς νοήσεως ἐστιν ἀρχή. εὐλόγως οὖν ἐν τοῖς δύο τούτοις ζητητέον τὴν κινητικὴν αἰτίαν τῆς πορείας τοῖς ζώοις, λέγω δὲ ἐν ὀρέξει καὶ διανοίᾳ πρακτικῇ, διότι καὶ ἄμφω τέλους ἕνεκέν του ὀρεκτοῦ· καὶ γὰρ ἡ διάνοια ὅταν κινῇ ὀρεκτοῦ τινος χάριν κινεῖ, ὥστε οὐδὲ ἄνευ ὀρέξεως, εἴπερ τὰ πρός τι πρὸς ἄλληλα. ἓν δή τι τὸ κινοῦν πρώτως τὸ ὀρεκτόν, καὶ μία ἡ τούτου ὄρεξις, καὶ οὐχ ὡς ἄλλο τι θετέον τὸν νοῦν καὶ τὴν ὄρεξιν· οὐδὲ γὰρ ἄλλο τὸ εἶδος τοῦ γένους, ἦν δὲ καὶ ἐν τῷ νῷ ὄρεξις· ἡ γὰρ βούλησις ὄρεξις ἦν. εἰ δὲ ἦν δύο καὶ ἕτερα ἀλλήλων νοῦς καὶ ὄρεξις, ἐκίνει δὲ ἄμφω, ἄλλη ἄν τις δύναμις ὑπῆρχεν ἀμφοτέροις κοινή, ἧς ἀμφότερα κοινωνοῦντα ἐκίνει τὸ ζῶον, ὡς τῷ δίποδι καὶ τῷ τετράποδι τὸ πόδας | ἔχειν. νῦν δὲ ὁ μὲν νοῦς οὐ φαίνεται κινῶν ἄνευ ὀρέξεως εἴρηται γὰρ ὅτι καὶ ἡ βούλησις ὄρεξις), ἡ δὲ ὄρεξις καὶ ἄνευ νοῦ· ὄρεξις γάρ ἐστι καὶ θυμὸς καὶ ἐπιθυμία, καὶ παρὰ τὸν λογισμὸν κινεῖ πολλάκις. δῆλον δὲ ἐπὶ τῶν ἀκρατῶν, ὅτι τοῦ νοῦ πρὸς τὰ ἀμείνω κινοῦντος ὀρέγονται τῶν φαυλοτέρων. Νοῦς μὲν οὖν ἅπας ὀρθὸς ὅ γε κυρίως, ὄρεξις δὲ οὐ πᾶσα ὀρθή, ἀλλ’ οὐδὲ φαντασία ἡ χωρὶς νοῦ, εἰ καὶ τῷ νῷ πολλάκις αὐτὴν συνετάξαμεν. διὰ ταῦτα τοίνυν κινεῖ μὲν αἰεὶ τὸ ὀρεκτόν, τοῦτο δέ ἐστιν ἢ τὸ ἀγαθὸν ἢ τὸ φαινόμενον ἀγαθόν· ἀλλὰ τὸν μὲν νοῦν τὸ ἀληθινὸν ἀγαθόν, τὸ φαινόμενον δὲ τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν· καὶ γὰρ τὸ ἡδὺ τηνικαῦτα φαίνεται ἀγαθόν, ὅταν κινῇ τὴν ἐπιθυμίαν ἢ τὸν θυμόν. οὐ πᾶν δὲ ἀγαθὸν κινητικὸν τῆς ὀρέξεως· οὐ γὰρ τὸ πρῶιον οὐδὲ εἴ τι ἁπλῶς ἀγαθὸν καὶ ἀίδιον· τοῦτο μὲν γὰρ ἴσως κοινὸν ἅπασι τὸ ὀρεκτὸν καὶ ἄλλον τρόπον ὃν ὕστερον ἐπισκεπτέον. νῦν δὲ τὸ ἑκάστῳ τῶν ζώων αἴτιον τῆς κινήσεως ἐπιζητοῦμεν, ὅπερ ἤδη τὸ ἐν μέρει ἐστὶν ἀγαθὸν καὶ τὸ ἐνδεχόμενον καὶ γενέσθαι καὶ μὴ γενέσθαι, καὶ τὸ μὴ ἁπλῶς ἀλλὰ τινὶ καὶ ποτὲ καὶ πρὸς τόδε. Ὅτι μὲν οὖν ἡ τοιαύτη δύναμις τῆς ψυχῆς κινεῖ τὴν κατὰ τόπον κίνησιν τὰ ζῷα ἣν καλοῦμεν ὄρεξιν, φανερόν, καὶ ὅτι τοῖς διαιροῦσι τὰ μέρη τῆς ψυχῆς, ἐὰν κατὰ τὰς δυνάμεις διαιρῶσι καὶ χωρίζωσι, προσαριθμητέον καὶ ταύτην, ὥσπερ τὸ θρεπτικὸν καὶ τὸ αἰσθητικὸν καὶ τὸ θεωρητικὸν καὶ τὸ βουλευτικόν, μεθ’ ὧν δὴ | καὶ τὸ ὀρεκτικὸν τοῦτο περὶ οὗ ὁ λόγος διώρισε· ταῦτα γὰρ πλείω διενήνοχεν ἀλλήλων ἢ θυμὸς καὶ ἐπιθυμία καὶ αἱ ταῦτα φέρουσαι τὰ πάθη δυνάμεις· οὕτω δ’ ἄν οὐ τρία μέρη τῆς ψυχῆς εἴη καθάπερ λέγουσιν, ἀλλὰ πολλῷ πλείω. πάλιν δὲ ἔπι τὰ προκείμενα ἐπανιτέον. Μία οὖν δύναμις ἡ κινοῦσα κατὰ τόπον τὰ ζῶ, ἣν πολλάκις ὠνομάσαμεν ὄρεξιν εἴτε λογισμοῦ προηγουμένου εἴτε ἐπιθυμίας εἴτε θυμοῦ· ὥσπερ γὰρ οὐδὲν ἐκώλυε μίαν εἷναι τὴν αἰσθητικὴν ἀρχὴν πέντε οὐσῶν τῶν αἰσθήσεων, οὕτως οὐδὲν κωλύει μίαν εἶναι τὴν ὀρεκτικὴν δύναμιν, τρεῖς δὲ ἐνεργείας, ἐφ’ αἷς ἡ ὄρεξις. διὰ τοῦτο δὲ συμβαίνει πολλάκις καὶ ἐναντίας ἀλλήλαις γίνεσθαι τὰς ὀρέξεις, ὅταν ὁ λογισμὸς διαμάχηται πρὸς τὴν ἐπιθυμίαν ἢ τὸν θυμόν. γίνεται δὲ αὕτη ἡ μάχη τῶν ὀρέξεων ἐν τοῖς χρόνου αἴσθησιν ἔχουσιν καὶ μάλιστά γε ἐν ἀνθρώπῳ· οὗτος γὰρ αἰσθάνεται χρόνου καθ’ αὑτό, τὰ δὲ ἄλλα κατὰ συμβεβηκός, οὐ γὰρ τοῦ χρόνου ἀλλὰ τοῦ πάθους οὗ ἔπαθε πάλαι· ἀμέλει τοῦ μέλλοντος οὐδὲν αὐτῶν αἴσθησιν ἔχει, ὅτι μηδὲ πάσχει τι ἐν τῷ μέλλοντι· εἰ μὴ ἄρα ἐν μύρμηξι καὶ μελίτταις καὶ τοῖς ἀποθησαυρίζουσι τὴν τροφὴν ἔστι πὼς καὶ τοῦ μέλλοντος αἴσθησις χρόνου. ἄνθρωπος δὲ μόνος ‘ἅμα πρόσσω καὶ ὀπίσσω’· μόνος γὰρ νοῦν ἔχει ᾧ τὸ πρότερον ἀριθμεῖ καὶ τὸ ὕστερον, ὁ δὲ ἀριθμὸς οὗτος χρόνος ἐστίν, ὥστε καὶ ποιητὴν εἰπὼν τοῦ χρόνου τὸν ἄνθρωπον ὁ ἐξηγητὴς Ἀλέξανδρος οὐκ οἴεται φαύλως εἰρηκέναι, ἄντικρυς ἐπίνοιαν ἡμετέραν ποιῶν τὸν χρόνον, ὑπόστασιν δὲ οἰκείαν αὐτῶ μὴ διδούς· οὐκ ὀρθῶς οὐδὲ ἑπομένως Ἀριστοτέλει, εἴπερ | τι δεῖ προσέχειν τοῖς ἐν τῇ Φυσικῇ ἀκροάσει. ἀλλ’ ὅταν γε ὁ νοῦς διαμάχηται πρὸς τὴν ἐπιθυμίαν, ὧν] ὁ μὲν διὰ τὸ μέλλον ἀνθέλκει, ἡ δὲ ἐπιθυμία τὸ παρὸν ἡδὺ διώκει· φαίνεται γὰρ τὸ νῦν ἡδὺ καὶ ἁπλῶς ἡδὺ καὶ ἁπλῶς ἀγαθὸν διὰ τὸ μὴ ὁρᾶν τὸ μέλλον. ἓν μὲν οὖν εἴδει τὸ ὀρεκτικόν, ἓν δὲ καὶ τὸ πρὸ τούτου τὸ ὀρεκτόν, ὅπερ ἤδη κινεῖ οὐ κινούμενον τῷ νοηθῆναι ἢ φαντασθῆναι· ἀριθμῶ δὲ εἶναι πλείω τὰ κινοῦντα καὶ ὡς ὀρεκτικὰ οὐδὲν κωλύει. τρία τοίνυν ἐστὶν ὧν χωρὶς οὐκ ἄν γένοιτο ἡ κίνησις αὕτη τοῖς ζώοις, μᾶλλον δὲ τέτταρα, τὸ κινοῦν καὶ ᾧ κινεῖ καὶ τὸ κινούμενον. τέτταρα δὲ εἶπον, ὅτι τὸ κινοῦν διττόν, τὸ μὲν ἀκίνητον ὥσπερ τὸ πρακτὸν ἀγαθόν, τὸ δὲ κινούμενον καὶ κινοῦν ὥσπερ ὄρεξις · αὕτη γὰρ κινεῖ τὰ ζῷα κινηθεῖσα ὑπὸ τοῦ ἀγαθοῦ· ἡ γὰρ κίνησις ἡ κατὰ τόπον οὐδὲν ἄλλο ἐστὶν ἢ τῆς ὀρέξεως εἰς τοὐμφανὲς πρόοδος καὶ ἐνέργεια· ἀλλ’ ἐπειδὴ μὴ παρ’ ἑαυτῆς ἔχει τὴν ἀρχήν, ἀλλά παρὰ τοῦ πρακτοῦ ἀγαθοῦ, διὰ τοῦτό φαμεν καὶ κινεῖν αὐτὴν καὶ κινεῖσθαι. τὸ κινούμενον δέ ἐστι τὸ ζῶον. τρία μὲν οὗν ταῦτα · τέταρτον δὲ ἐπεισέρχεται πρὸς τούτοις, ᾧ κινεῖ ὀργάνῳ ἡ ὄρεξις, τοῦτο δὲ ἤδη σωματικόν, καὶ ἐν τοῖς κοινοῖς σώματος καὶ ψυχῆς ἔργοις θεωρητέον δὲ] περὶ αὐτοῦ δι’ ἀκριβείας, νῦν δὲ ὅσον ἐν κεφαλαίῳ τοσοῦτον ῥητέον, ὅτι τὸ ὄργανον ᾧ χρῆται πρὸς τὴν κίνησιν τὴν κατὰ τόπον ἡ ὄρεξις, ἐν τοιούτῳ θετέον μέρει τοῦ σώματος, ἐν οἵῳ δύναιτο ἂν καὶ ἀρχὴ καὶ τελευτὴ | τὸ αὐτὸ εἶναι, λόγῳ μὲν ἕτερα ὄντα μεγέθει δὲ ἀχώριστα. τοιοῦτος δὲ ὁ περὶ τὴν καρδίαν τόπος ἐστίν· αὕτη γὰρ ἀρχὴ καὶ τελευτὴ τῶν τε δεξιῶν καὶ τῶν εὐωνύμων καὶ τῶν ἄνω καὶ κάτω, καθ’ ἃ τοῖς ζώοις ἡ κίνησις · δεῖται γὰρ τὸ ζῶον πρὸς τὴν κίνησιν δύο τινῶν ἑστώτων καὶ ἠρεμούντων, τοῦ μὲν ἐκτὸς πρὸς ὃ ἀντιβαῖνον κινεῖται, τοῦ δὲ εἴσω περὶ ὃ τὰ δεξιὰ καὶ ἀριστερὰ παρὰ μέρος προβάλλον κινεῖται, ὥσπερ ἐπὶ τῶν γιγγλυμῶν. περὶ γὰρ τὴν περόνην μένουσαν οἱ γιγγλυμοὶ παραλλὰξ κινοῦνται· πάντα γὰρ ὤσει κινεῖται καὶ ἕλξει τὰ ζῷα· ἐκτείνοντα γὰρ καὶ συστέλλοντα παρὰ μέρος τὰ δεξιὰ καὶ εὐώνυμα οὕτω πορεύεται, ταύτα δὲ ὦσις καὶ ἕλξις. ὥσπερ οὖν ἐν κύκλῳ μένειν δεῖ τὸ σημεῖον καὶ ἐντεῦθεν ἄρχεσθαι τῆς κινήσεως τὴν περιφέρειαν, οὕτω καὶ ἐν τῷ ζῴῳ μένειν ἀνάγκη τι ἐν τῷ μέσῳ καὶ παρὰ τούτου καὶ ἀπὸ τούτου τὴν κίνησιν γίνεσθαι τῶν μερῶν. Ὅλως μὲν οὖν ὥσπερ εἴρηται, ᾗ ὀρεκτικὸν τὸ ζῶον, ταύτῃ ἑαυτοῦ κινητικόν, ὀρεκτικὸν δὲ οὐκ ἄνευ φαντασίας, φαντασία δὲ πᾶσα ἢ λογικὴ ἢ αἰσθητική. ἡ μὲν οὗν αἰσθητικὴ καὶ τοῖς ἀλόγοις ζώοις ὑπάρχει, ἡ δὲ λογικὴ ἀνθρώποις μόνοις· ἐν τούτοις γὰρ πλειόνων φαντασμάτων ἀντεξέτασις, καὶ πότερον τόδε αἱρετώτερον ἡ τόδε· τοῦτο δὲ λογιστικοῦ ἔργον ἐστί, καὶ ἀνάγκη ἑνὶ μετρεῖν· τὸ μεῖζον γὰρ διώκει. ὥσπερ οὖν ἐν τοῖς ποσοῖς εὑρίσκει τῶν ἀνίσων τὸ μεῖζον ἑνὶ μέτρῳ χρώμενος, οἷον τῷ πήχει ἢ τῷ παλαιστῇ, οὕτω καὶ ἐν τοῖς φαντάσμασιν εὑρίσκει τὸ αἱρετώτερον ἓν μέτρον προσάγων, οἷον τὸ ἡδὺ ἢ τὸ συμφέρον, καὶ οὐκ ἄγεται ὑπὸ τοῦ φανέν‘τος εὐθὺς ὥσπερ τὰ ἄλογα ζῷα, ἀλλὰ καὶ συντίθησι πολλάκις, εἰ τόδε τόδε καὶ εἰ τόδε αὖθις τόδε, καὶ συμπεραίνεται ἐκ πλειόνων ἕν. διόπερ ἡ μὲν τῶν ἀλόγων ζώων ὄρεξις ἅτε κινουμένη ὑπὸ ἁπλῆς ἀεὶ φαντασίας δόξαν οὐκ ἔχει· συλλογισμὸν γὰρ οὐκ ἔχει· ἡ δὲ τῶν λογικῶν ὄρεξις καὶ ἄνευ δόξης καὶ μετὰ δόξης, καὶ ἐντεῦθεν ὄρεξις μὲν οὐχ ἅπασα καὶ βούλησις, βούλησις δὲ πάντως καὶ ὄρεξις. νικᾷ δὲ ἐν ἀνθρώποις ποτὲ μὲν ἡ ἄλογος τὴν λογικήν, ποτὲ δὲ τοὔμπαλιν, κινεῖ δὲ ἡ κρατοῦσα τὴν κρατουμένην οὐ παύουσα τῆς ὁρμῆς ἀλλὰ συμπεριάγουσα ἑαυτῇ, ὥσπερ ἐπὶ τῆς σφαίρας τῆς οὐρανίας ἡ τῶν ἀπλανῶν τὴν τῶν πλανήτων οὐχ ἵστησιν, ἀλλὰ κινουμένη ἰδίαν κίνησιν ὅμως ἑαυτῇ συμπεριάγει. ἐπὶ μὲν οὖν τοῦ παντὸς ἡ φύσει κρείττων αἰεὶ κρατεῖ ἡ γὰρ ἀνωτάτω φύσει ἀρχικωτέρα)· ἐπὶ δὲ τῶν ἀνθρώπων ἔσθ’ ὅτε ἡ φύσει κρείττων ἡττᾶται ὥσπερ ἐν ταῖς ἀκρασίαις. καὶ τρεῖς ἤδη τηνικαῦτα κινήσεις εἴποις ἂν εἶναι ἐν τῷ ἀνθρώπῳ, δύο μὲν τὰς τῶν ὀρέξεων, μίαν δὲ τὴν τοῦ ἀνθρώπου ὑπ’ ἀμφοῖν ἀντισπωμένην. 11. Ἀλλ᾿ ἐπεὶ κινεῖται κατὰ τόπον καὶ τὰ ἀτελέστερα ζῷα οἷον μυῖαι καὶ εὐλαὶ καὶ ὅσα τοιαῦτα, πῶς κινεῖται ἄνευ ὀρέξεως; ἢ πῶς ὀρέγεται ἄνευ φαντασίας, ἣν ἔφαμεν αὐτὰ μὴ ἔχειν ; φαίνεται δὲ καὶ λύπη ἐνοῦσα τοῖς τοιούτοις καὶ ἡδονή, ὅπου δὲ ἡδονή, πάντως καὶ ἐπιθυμία· ὅπου δὲ ἐπιθυμία, πάντως καὶ ὄρεξις· ὅπου δὲ ὄρεξις, καὶ φαντασία, ταύτην δὲ αὐτὰ ὁ πρότερος ἀφῃρεῖτο λόγος. | ἢ ὥσπερ κινεῖται ἀορίστως, οὕτω καὶ φαντάζεται ἀορίστως, ὥστε ἔχει μὲν φαντασίαν, ἀδιάρθρωτον δὲ καὶ συγκεχυμένην, καθάπερ δὴ καὶ τὴν αἴσθησιν· καὶ γὰρ ταύτην ἔχει ἀτελῆ καὶ ἀόριστον. τοῦτο μὲν οὖν ταύτῃ καὶ ἐπιζητείσθω καὶ ἐπιλελύσθω. ἐπειδὴ δὲ ἡ μὲν τοῦ καθόλου ὑπόληψις, ἡ δὲ τοῦ καθ’ ἕκαστον· ἡ μὲν γὰρ λέγει ὅτι παντὶ τῷ φιλοσοφοῦντι εὖ ποιητέον, ἡ δὲ ὅτι ἐγὼ δὲ φιλοσοφῶ· τίς ἄρα τοῦ κινεῖσθαι κυρία; ἆρα ἡ ἐν μέρει, ἢ ἡ καθόλου, ἢ ἄμφω; ἄμφω μὲν οὖν, ἀλλ’ ἡ μὲν ἠρεμοῦσα μᾶλλον, ἡ δὲ τῇ κινήσει συνάπτουσα· τὸ γὰρ συμπέρασμα κατ’ ἐκείνην ‘ ἐμοὶ τοίνυν τοδὶ πρακτέον᾿, καὶ <τὸ> κινεῖσθαι, ἂν μή τι κωλύῃ. 12. τὴν μὲν οὖν θρεπτικὴν ψυχὴν ἀνάγκη πᾶν ἔχειν ζῶον, ὅτιπερ ἂν ᾖ γενητὸν καὶ φθαρτόν, καὶ συμπαρατείνειν αὐτῷ τὴν δύναμιν ταύτην ἀπὸ γενέσεως ἄχρι φθορᾶς· πᾶν γὰρ τὸ γεννώμενον αὔξησιν ἔχει καὶ ἀκμὴν καὶ φθίσιν, ταῦτα δὲ ἄνευ τροφῆς ὑπάρχειν ἀδύνατον. τὴν μὲν οὖν θρεπτικὴν διὰ τοῦτο ἀναγκαῖόν ἐστιν ἐν πᾶσι τοῖς αὐξανομένοις εἶναι καὶ φθίνουσι, τὴν αἰσθητικὴν δὲ οὐκ ἀναγκαῖον ἐν ἅπασι τοῖς τρεφομένοις· οὐ γάρ καὶ τοῖς φυτοῖς. ἄνωθεν δὲ καὶ περὶ τοῦδε διαληπτέον. τῶν αἰσθήσεων ἁπασῶν προϋπάρχειν δεῖ πρώτην ἁφήν· πᾶσαι γὰρ αἱ λοιπαὶ ταύτῃ προσχρῶνται, αὕτη δὲ οὐδεμιᾷ τῶν ἐφεξῆς. ὅσα τοίνυν τῶν ζώντων ἡ ἐξ ἁπλοῦ παντάπασι σώματος ἢ ἐγγὺς ἁπλοῦ, οὐχ οἷά τε ἔχειν ἁφήν· ἐν μεσότητι γὰρ τῶν ἁπτῶν ἐναντιώσεων ἡ ἁφή· ἁφῆς δὲ ἀμοιροῦντα καὶ | τῶν ἄλλων αἰσθήσεων ἀμοιρεῖ. διὰ τοῦτο γὰρ οὐδὲ τοῖς φυτοῖς αἰσθήσεως ἡ φύσις μετέδωκεν, ὅτι τὸ σῶμα αὐτῶν ἐγγὺς ἁπλοῦ καὶ οὐχ οἷόν τε δέχεσθαι τὸ εἶδος ἄνευ τῆς ὕλης, τῆς τοιαύτης μεσότητος ἅτε ἐστερημένον καὶ πλείονος μετέχον τῆς γῆς, ἣ μάλιστα ἀναίσθητος τῶν στοιχείων. δῆλον δὲ καὶ ἐκ τῶν ἡμετέρων μερῶν, ὅσα γῆς ἐστι πλείονος· εἰ δέ τι ἄλλο τῶν ζωῆς μετεχόντων ἐστὶν ἐξ ἁπλοῦ σώματος, διὰ τὴν αὐτὴν ταύτην αἰτίαν οὐχ οἰόν τε οὐδὲ ἐκεῖνο αἴσθησιν ἔχειν. ἀλλ᾿ ἔστιν ἡ αἴσθησις ἀναγκαία τοῖς οὐ μόνον ζῶσιν ἀλλ᾿ ἤδη καὶ ζώοις, καὶ οὐχ ἁπλῶς ἀλλὰ ζώοις πορευτικοῖς, καὶ οὐδὲ τοῦτο ἀποχρῶν, ἀλλὰ καὶ γενητοῖς καὶ φθαρτοῖς. οὐ γὰρ ἐγγύθεν ἔχει τὴν τροφὴν ἐπιρρέουσαν, οὐδὲ ἐκ τῶν στοιχείων, ἐν οἷς ἐσπάρη καὶ ἐφυτεύθη, ἀλλὰ δεῖ πορίζεσθαι αὐτὰ καὶ μετιέναι. τοῦτο δὲ πῶς ἄν ὑπῆρχεν αὐτοῖς ἄνευ αἰσθήσεως, εἰ μὴ καὶ πόρρωθεν προεώρα τὰ οἰκεῖα καὶ τὰ ἀλλότρια, ὥστε ἐπὶ μὲν τὰ κινεῖσθαι, ἀπὸ δὲ τῶν ἀποτρέπεσθαι ; καὶ οὐδ’ ἄν ἀκαρῆ χρόνον διεσώζετο μὴ προςαγγελλουσῶν αὐτοῖς τῶν αἰσθήσεων ἐφ’ ἃ κινητέον καὶ ἐφ’ ἃ μή· ὥστε μάτην ἂν ἡ φύσις τοσαῦτα ζῷα παρήγαγε μὴ μέλλουσα αὐτὰ προάξειν εἰς τὸ οἰκεῖον τέλος, τέλος δὲ οἰκεῖον ἑκάστῳ τῶν γενητῶν ζώων τὸ γεννῆσαι οἷον αὐτό. τοῖς μὲν οὗν φυτοῖς καὶ μονίμοις οὖσιν ὑπάρχει τὸ τέλος· τρέφεται γὰρ καὶ γεννᾶται ἐξ αὐτῶν οὐ μεταβαίνοντα διὰ τὴν τροφήν, ἀλλ’ ἔχοντα παρακειμένην διὰ τῆς δυνάμεως τῆς θρεπτικῆς· τοῖς πορευτικοῖς δὲ καὶ γεννητικοῖς καὶ | τὴν τροφὴν ἔξωθεν ποριζομένοις ἀδύνατον μὴ προτέραν ἐγγίνεσθαι τὴν αἴσθησιν τῆς τε ἄλλης ψυχῆς καὶ τοῦ νοῦ. καὶ γὰρ εἰ τιμιωτάτη δύναμις τῆς ψυχῆς ὁ νοῦς, ἀλλ’ οὐ διὰ νοῦ τρέφεται τὸ ζῶον, ἀλλὰ διὰ γεύσεως καὶ ἁφῆς. τούτοις μὲν οὖν διὰ ταῦτα ἀναγκαῖον ὑπάρχειν αἴσθησιν· ὅσα δὲ ἀγένητα μὲν καὶ ἀίδια, κινητικὰ δὲ κατὰ τόπον, τούτοις οὐδαμῶς ἡ αἴσθησις ἀναγκαία. αἰτία δὲ ἡ αὐτὴ καὶ ἐπὶ τούτων, ὅτι μηδὲν μάτην ἡ φύσις ποιεῖ τῶν τηλικούτων, ἀλλὰ πάντα ἢ ἕνεκά του ἢ ὡς συμπτώματα τῶν ἕνεκά του, ὡς εἴποις ἂν τρίχας ἔν τισι μέρεσι τοῦ σώματος καὶ ἀκροχορδόνας· τοῖς δὲ ἀιδίοις ζώοις καὶ ἀγενήτοις οὔτε προηγουμένως χρεία τῆς αἰσθήσεως. οὔτε ὡς συμπτώματος· οὐ γὰρ δεῖται τροφῆς. καὶ ἄλλως, εἴπερ ἔχοι τὴν αἴσθησιν, διὰ θάτερον ἕξει τοῖν δυοῖν ἢ ὡς τῇ ψυχῇ βέλτιον ἢ ὡς τῷ σώματι. νῦν δὲ οὐδέτερον· οὔτε γὰρ ἡ ψυχὴ μᾶλλον νοήσει, ἀλλὰ καὶ ἧττον ὑπὸ τῆς αἰσθήσεως ἐνοχλουμένη οὔτε τὸ σῶμα μᾶλλον διὰ τὴν αἴσθησιν. ὥστε ἄμοιρα αἰσθήσεως μᾶλλον τὰ ἄκρα τῶν ζώντων, τὰ φυτὰ λέγω καὶ τὰ ἄστρα, τὰ μὲν ὅτι χείρω τῆς τοιαύτης δυνάμεως, τὰ δὲ ὅτι βελτίω, ἄμφω δὲ διὰ τὸ μὴ δεῖσθαι πορισμοῦ τροφῆς, ἀλλὰ τὰ μὲν ἐγγύθεν ἔχειν, τὰ δὲ ὅλως μὴ δεῖσθαι. τὰ μέντοι γε μεταξὺ σύμπαντα ζῷα, καὶ ὅσα ἀτελέστερα αὐτῶν καὶ ὅσα τελειότερα, ταῦτα δὲ ἅτε ὄντα φθαρτὰ καὶ κινητικὰ κατὰ τόπον δεῖται πρὸς διαμονὴν καὶ σωτηρίαν τῆς αἰσθητικῆς δυνάμεως. Ταύτῃ τοι καὶ τὸ σῶμα οὐδενὸς τῶν τοιούτων ἁπλοῦν, ἀλλ’ ἐν με] σότητι κεκραμένον τῶν πρώτων ἐναντιώσεων, ὥστε δύνασθαι ἁπτικὸν εἶναι. ἁφὴ δὲ καὶ διὰ τάδε ἀναγκαιοτάτη τοῖς γενητοῖς ζώοις· ἐπεὶ γὰρ τὸ τῶον σῶμα ἔμψυχόν ἐστι, σώματι δὲ ὄντι αὐτῷ ἀνάγκη ἅπτεσθαι τῶν πελαζόντων σωμάτων, ἀνάγκη διὰ τοῦτο τῷ ζώῳ καὶ ἁπτικῷ εἶναι καὶ κρίνειν τό τε οἰκεῖον καὶ τὸ ἀλλότριον, εἰ μέλλοι σώζεσθαι. οὐ γὰρ ὥσπερ τὰ ἄψυχα λέγεται ἅπτεσθαι ἀλλήλων τῷ μηδὲν εἶναι τὸ μεταξύ, τοῦτο καὶ τοῖς ζώοις ἀπόχρη, ἀλλ᾿ ἡ τῶν ζώων ἁφὴ κρίσις ἐστὶ καὶ ἀντίληψις τοῦ θιγγάνοντος. αἱ μὲν οὖν ἄλλαι αἰσθήσεις δι᾿ ἑτέρων αἰσθάνονται, ἡ δὲ ἁφὴ διὰ τῆς σαρκὸς ἢ τοῦ ἀνάλογον, ὥστε εἰ μὴ κρίνει τὰ βλάπτοντα καὶ τὰ βλάπτοντα καὶ τὰ ὠφελοῦντα, οὐ δυνήσεται τὰ μὲν φεύγειν τὰ δὲ λαμβάνειν, τοῦτο δὲ ἀδυνατοῦντα ἀδυνατήσει καὶ σώξεσθαι. ἅπτεται μὲν οὖν καὶ τὰ φυτὰ τῆς τροφῆς, ἀλλ᾿ ἔστι τῶν ἀψύχων ἐγγὺς ἡ τούτων ἁφή· μόνιμα γάρ ἐστι κατὰ τόπον· διόπερ οὐδὲ γεύσει προσχρῆται, ὅτι μάτην ἂν ἐχρῆτο, φεύγειν γὰρ οὐχ οἷά τε τοὺς λυποῦντας χυμούς. οὕτω δὲ καὶ φθείρεται ῥᾳδίως ὑπὸ τῶν ἁπτῶν ὅσα ἀλλότρια. τὰ δὲ ζῶα προτέρᾳ χρῆται τῇ γεύσει τῆς τροφῆς, καὶ διὰ τοῦτο οὖν ἡ ἁφὴ αὐτοῖς ἀναγκαία· καὶ γὰρ ἡ γεῦσις ὥσπερ ἁφή· τροφῆς γὰρ ἡ γεῦσις, ἡ δὲ τροφὴ σῶμα ἁπτόν· σώματι γὰρ τρέφεται σῶμα, ψόφος δὲ καὶ χρῶμα καὶ ὀσμὴ οὐ τρέφει οὐδὲ ποιεῖ αὔξησιν οὐδὲ φθίσιν. οὗται μὲν οὖν ἀναγκαῖαι τῷ ζώῳ, καὶ φανερὸν ὅτι οὐχ οἷόν τε ἄνευ ἁφῆς εἶναι ζῶον, κἂν τέλειον κἂν ἀτελὲς ᾖ· τὰ γὰρ καλούμενα ζώφυτα διὰ ταῦτα κεκοινώνηκε τοῦ ζῶά | πως εἶναι, αἱ δὲ ἄλλαι τοῦ εὖ ἕνεκα καὶ γένει ζώων ἤδη οὐ τῷ τυχόντι, ἀλλὰ τοῖς τελειοτέροις καὶ πορευτικοῖς. ταῦτα γὰρ εἰ μέλλοι σώζεσθαι δεῖ πόρρωθεν προαισθάνεσθαι, ἅ τε φευκτέον αὐτοῖς καὶ ἃ διωκτέον· διόπερ ἀκοὴ καὶ ὄψις καὶ ὄσφρησις πρὸς τοῦτο αὐτοῖς ὑπηρετοῦσι· διὰ γὰρ τοῦ μεταξύ, ὑπὸ τοῦ μεταξὺ δὲ τὸ ζῶον. ὥσπερ γὰρ ἐν τοῖς κατὰ τόπον ὠθοῦσί τε καὶ ὠθουμένοις, ὅταν διὰ πολλῶν ἡ κίνησις ᾖ, τὸ μὲν πρῶτον ὠθεῖ μὴ ὠθούμενον, τὸ δὲ ἔσχατον μόνον ὠθεῖται, τὰ μέσα δὲ καὶ ὠθεῖ καὶ ὠθεῖται, καὶ ἔστιν ἐνίοτε μὲν ἐλάττω ἐνίοτε δὲ πλείω τὰ μέσα, οὕτω καὶ ἐπὶ τῆς ἀλλοιώσεως· πλὴν ὅτι μένοντος ἐν τῷ αὐτῷ τόπῳ τοῦ ἀλλοιοῦντος ἡ ἀλλοίωσις ἐπὶ πολὺ διικνεῖται τῶν γε πεφυκότων διαδιδόναι τὸ πάθος, οἷον εἰ μέν τις εἰς κηρὸν βάψειε τὸ γλύμμα μέχρι του κινεῖται, καὶ δέχεται τὸ σημεῖον μέχρι τοῦ βάθους τοῦ ἑαυτοῦ, λίθος δὲ οὐδὲ ὅλως κινεῖται ὑπὸ τῆς σφραγῖδος προσενεχθείσης, ἀλλ᾿ ὕδωρ μέχρι πόρρω, ὥστε καὶ ὁρᾶσθαι δι᾿ αὐτοῦ τὸ γλύμμα τοῦ δακτυλίου· ὁ δὲ ἀὴρ ἐπὶ πλεῖστον κινεῖται καὶ πάσχει, ἐὰν ἄθρυπτος μείνῃ καὶ εἷς. διὸ καὶ περὶ ἀνακλάσεως βέλτιον οὕτω νομίζειν, ἢ τὴν ὄψιν ἐξιοῦσαν ἀνακλᾶσθαι· πιθανώτερον γὰρ τὸν ἀέρα πάσχειν ὑπὸ τοῦ σχήματος καὶ τοῦ χρώματος μέχριπερ ἂν δύνηται εἷς μένειν, ὥσπερ ἐπὶ τῶν λείων καὶ λαμπρῶν· διὸ πάλιν οὗτος τὴν ὄψιν κινεῖ, ὥσπερ ἂν εἰ ἐν κηρῷ σημεῖον διεδίδοτο μέχρι τοῦ πέρατος. 13. Ἀλλ᾿ ὅ γε λόγος καὶ τοῦτο ὥρμηται προσαποδεῖ|ξαι, ὅτι οὐχ οἷόν τε ἁπλοῦν εἶναι τὸ τοῦ γενητοῦ ζώου σῶμα, λέγω δὲ ἁπλοῦν ἐκ τῶν τριῶν τούτων τινός, οἷον πύρινον ἢ ὑδάτινον ἢ ἀέρινον (τὸ γὰρ θεῖον σῶμα χωρὶς ἔστω ἐν εὐφημίᾳ)· ἁφὴν γὰρ οὐχ οἷόν τε εἶναι ἐξ ἁπλοῦ σώματος, ἀλλ᾿ ἐν μεσότητι κεκραμένου, καὶ ὅσα ἐκ τῶν ἁπλῶν στοιχείων ἐδείκνυτο αἰσθητήρια, τῶν ἄλλων αἰσθήσεων ἐδείκνυτο πλὴν τῆς ἁφῆς, οἷον ὄψεως καὶ ἀκοῆς καὶ ὀσφρήσεως ὕδωρ καὶ ἀήρ. καὶ ταῦτα ἐδεῖτο μὲν τοῦ θιγγάνειν, οὐκ αὐτῶν δὲ ὅμως θιγγάνοντα τὴν κρίσιν ἐποιεῖτο τῶν αἰσθητῶν, ἀλλ᾿ ἑτέρου σώματος μεταξὺ διακονοῦντος, τὴν δὲ ἁφὴν αὐτῶν ἅπτεσθαι τῶν αἰσθητῶν ἀναγκαῖον. καὶ γὰρ τοὔνομα αὐτῆς ἐκ τοῦ ἅπτεσθαι καὶ θιγγάνειν. τὸ τοίνυν συμβαῖνον ἐκ τοῦ λόγου συγχωρητέον· εἰ γὰρ ἀναγκαῖον μὲν τὴν ἁφὴν τοῖς ζώοις ὑπάρχειν, ταύτην δὲ οὐχ οἷόν τε ἔκ τινος εἶναι τῶν τριῶν τούτων στοιχείων, οὐδ᾿ ἂν τὸ τοῦ ζώου σῶμα ἔκ τινος εἴη τῶν εἰρημένων. ἀλλὰ ἆρα γῆς; ἀλλὰ καὶ ἐπὶ ταύτης ὁ αὐτὸς λόγος, ὅτι ἔστιν ἡ ἁφὴ μεσότης ἁπασῶν τῶν ἁπτῶν ἐναντιώσεων οὐ μόνον ψυχρότητος καὶ θερμότητος, ἀλλὰ καὶ φηρότητος καὶ ὑγρότητος τῶν ἐν τοῖς ἁπλοῖς στοιχείοις. κέκραται γὰρ ἐξ ἁπάντων ὑπὸς τῆς φύσεως ἡ μέλλουσά γε ἁπάντων αὐτῶν ἀντιλήψεσθαι, γῆ δὲ καθ᾿ ἑαυτὴν ἀναισθητότατον τῶν στοιχείων. τεκμήριον δέ· καὶ γὰρ τὰ ἡμέτερα μέρη ὅσα γῆς πλείονος καὶ τὰ φυτὰ διὰ τοῦτο οὐκ αἰσθάνεται, ὅτι γῆς πλείονος. οὐκ ἄρα ἁπλοῦν τὸ τοῦ ζώου σῶμα. πάλιν δὲ ὅταν | λέγω τοῦ ζώου, τοῦ γενητοῦ λέγω· τούτῳ γὰρ καὶ τὴν ἁφὴν ἀναγκαίαν ὁ λόγος ἐξεῦρε, τῷ θείῳ δὲ μάτην ἂν ὑπῆρχεν ἁφή· κινεῖται γὰρ δι᾿ ὁμοειδοῦς τὸν ἀεὶ χρόνον. ἀλλ᾿ οὐδὲ γεῦσις οὐδὲ ὄσφρησις οὐδὲ ἀκοὴ οὐδὲ ὄψις· οὔτε γὰρ χυμὸς ἐκεῖ οὔτε ἀήρ, ἀλλ᾿ οὐδὲ χρῶμα· τοῦ γὰρ χάριν ἀντιλήψεται τῶν χρωμάτων; ἀλλ᾿ ἕτερον εἶδος ζώου τὸ θεῖον σῶμα πολλῷ ἄμεινον καὶ θειότερον καὶ ἄλλον ἴσως τρόπον ἀντιλαμβανόμενον τῶν αἰσθητῶν, ὅνπερ τὰ γεννῶντα τῶν γεννωμένων. ἡμεῖς μὲν οὗν καὶ ζῶον λέγομεν καὶ ἄμεινον αἰσθήσεως τὸ θεῖον σῶμα· οἱ δὲ ζῶον μὲν αὐτὸ εἶναι τιθέμενοι, ἐκ πυρὸς δὲ εἶναι λέγοντες καὶ τροφῇ χρῆσθαι, λεγέτωσαν ἢ πῶς οἷόν τε ζῶον τρέφεσθαι χωρὶς γεύσεως, ἢ πῶς γεύεσθαι χωρὶς ἁφῆς ἢ καὶ τὰς ἄλλας ἔχειν αἰσθήσεις χωρὶς ἁφῆς ἢ τὴν ἁφὴν δύνασθαι εἶναι δι᾿ ἁπλοῦ σώματος. Πέφηνε τοίνυν ἡμῖν ἡ ἀνάγκη δι᾿ ἣν ταύτης μόνης στερισκόμενα τῆς αἰσθήσεως εὐθὺς ἀποθνήσκει τὰ ζῶα· οὔτε γὰρ τὴν ἁφὴν ἔχειν δυνατόν, ὅταν μὴ ζῶον ὑπάρχῃ, οὔτε ζῶον εἶναι, ὅταν μὴ ἔχῃ τὴν ἁφήν, ἀλλ᾿ ἔστιν αὕτη πρώτη τῶν αἰσθήσεων τῷ ζώῳ ὑπάρχουσα καθὸ ζῶον· καὶ διὰ τοῦτο τῶν μὲν ἄλλων αἰσθητῶν αἱ ὑπερβολαὶ οὐ τὸ ζῶον φθείρουσιν ἀλλὰ τὴν αἴσθησιν, οἷον χρώματος ὑπερβολὴ τὴν ὄψιν, ψόφου δὲ ὑπερβολὴ τὴν ἀκοήν, καὶ ὀσμῆς ὁμοίως τὴν ὄσφρησιν. ὅταν δὲ λέγηται ὑπὸ τῆς βροντῆς ἐφθάρθαι τὸ ζῶον, οὐκ ἄδηλον ὅπως λέγεται· οὐδὲ γὰρ ἡ βροντὴ οὐδὲ ὁ ψόφος ἔπληξεν, ἀλλὰ τὸ πνεῦμα καὶ ὁ | ἀήρ, οὐδὲ τὸ χρῶμα ἐξέπληξε τὸ ζῶον ἀλλ᾿ ὁ φόβος ὁ τοῦ χρώματος τῷ σώματι τροπὴν ἐμποιήσας, οὐδὲ ἡ ὀσμὴ ἀλλὰ τὸ κινηθὲν ὑπὸ τῆς ὀσμῆς, καὶ ὁ χυμὸς δὲ οὐχ ᾗ χυμὸς ἀλλ᾿ ᾗ ἥψατο τῶν κυρίων μερῶν. αἱ δὲ τῶν ἁπτῶν ὑπερβολαὶ τὸ ζῶον οὐ κατὰ συμβεβηκὸς ἀναιροῦσιν, ἀλλ᾿ ὅταν ὑπερβάλῃ τὸ θερμὸν ἢ τὸ ψυχρὸν ἢ τὸ σκληρόν, ταῦτα διαφθείρει τὸ ζῶον, καὶ λίαν εἰκότως· παντὸς μὲν γὰρ ἐν ὑπερβολῇ αἰσθητοῦ φθείρεται τὸ αἰσθητήριον, τῆς δὲ ἁφῆς αἰσθητήριον ὅλη ἡ σὰρξ καὶ ὅλον τὸ σῶμα τοῦ ζώου καὶ οὐ μέρος τι ἀφωρισμένον. ὅταν οὖν φθείρηται τὸ σῶμα, φθείρεται τὸ ζῶον. ἔφην δὲ καὶ πρότερον ἤδη, ὅτι τῶν πέντε αἰσθήσεων αὕτη μόνη πρὸς τὸ ζῶον εἶναι ἀπόχρη, αἱ δὲ τέσσαρες πρὸς τὸ εὖ εἶναι, ὥστε ἡ μὲν ἐκείνων φθορὰ τοῦ εὖ εἶναι φθορά, ἡ δὲ τῆς ἁφῆς τοῦ ζῶον εἶναι. ἐπεὶ τήν γε ὄψιν· ἔχει τὸ ζῶον οὐ διότι ζῶον, ἀλλ᾿ ὅτι ἐν ἀέρι διαιτώμενον ἢ ὕδατι καὶ ὅλως ἐν τῷ διαφανεῖ· τὴν δὲ γεῦσιν ἵνα τὸ ἡδὺ καὶ τὸ λυπηρὸν διαγιγνώσκῃ τὸ ἐν τροφῇ, καὶ τὸ μὲν φεύγῃ τὸ δὲ διώκῃ· πρὸς γὰρ τὸ τρέφεσθαι μόνον ἡ θρεπτικὴ δύναμις ἤρκεσεν ἄν, ὥσπερ καὶ τοῖς φυτοῖς· ἀκοὴν δὲ πρὸς τὸ σημαίνεσθαί τι αὐτῷ· γλῶτταν δὲ δυοῖν ἕνεκεν καὶ πρὸς τὴν γεῦσιν καὶ πρὸς τὸ σημαίνειν ἑτέρῳ. Τέλος τῆς Θεμιστίου παραφράσεως τῶν Περὶ ψυχῆς Ἀριστοτέλους.

---

Themistius, In libros Aristotelis de Anima paraphrasis, ed. Richard Heinze. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2001.tlg040.local001/.
