# (Sophoniae) In Parva Naturalia Commentarium ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ..1

Themistius, (Sophoniae) In Parva Naturalia Commentarium, ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/sophoniae-in-parva-naturalia-commentarium/%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%95%CE%9D%CE%A5%CE%A0%CE%9D%CE%99%CE%A9%CE%9D..1

1. Mετὰ δὲ ταῆτα περὶ ἐνυπνίων ζητητέον, καὶ πρῶτον τίνι τῶν τῆς ψυχῆς φαίνεται, καὶ πότερον τοῦ νοητικοῦ τὸ πάθος ἐστὶ τοῦτο ἢ τοῦ αἰσθητικοῦ· τούτοις γὰρ μόοις τῶν ε'ν ἑμῖν γνωρίζομέν τι. ὅτι δὲ ἁπλῶς οὐδετέρου δῆλον. εἰ γὰρ χρῆσις ὄψεως ὅρασις καὶ ἀκοῆς τὸ ἀκούειν καὶ ὅλως αἰσθήσεεως τὸ αἰσθάνεσθαι καὶ αἱ δυνάμεις τῶν ἐνεργειῶν ἔνεκα, τῶν δ’ ἐν ταῖς αἰσθήσεσιν αἰσθητῶν τὰ μὲν κοινὰ τὰ δὲ ἴδια, κοινὰ μὲν οἶον μέγεθος κίνησις (πλείοσι γὰρ ὑποπίπτει) καὶ τὰ ἄλλα τὰ τοιαθτα, ἴδια δὲ οἱον χρῶμα ψόφος χυμός, τὸ μὲν ὄψει τὸ δὲ ἀκοῇ τὸ δὲ γεύσει, ἀδυνατεῖ δὲ τὰ ζῷα πάντα μύοντα καὶ καθεύδοντα ὁρὰν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν, ὡς οὐκ αἰσθανόμεθα οὐδὲν ἐν τοῖς τοῖς ὕπνοις. οὐκ ἄρα γε τῇ αἰσθήσει τὸ ἐνύπνιον αἰσθανόμεθα. ἀλλὰ μὴν οὐδὲ τῆς διανοίας ἢ τῆς δόξης πάθη εἰσὶ τὰ ἐνύπνια. ἐπεὶ γὰρ ἐν τοῖς ὕπνοις οὐ μόνον συγκατατιξέμεθα κατατιξέμεθα τὸ προσιὸν εἶναι ἴππον ἢ ἄνθρωπον ἢ ὅλως οὐσίαν, ἀλλὰ καὶ ὅτι λευκὸν <ἤ> καλόν, ταῦτα δὲ ἡ δόξα ἄνευ αἰσθήσεως οὐχ | ὐπολαμβάνει, λαμβάνει, ἠ δὲ αἴσθησις ἐν τοῖς ὕπνοις οὐκ ἐνεργεῖ, οὐκ ἄρα οὐδὲ τῆς δόξης ἢ τῆς νοήσεώς εἰσι τὰ ἐνύπνια. Ἔτι παρὰ τὸ ἐνύπνιον πολλάκις ἐννοοῦμεν ἄλλο τι. καθάπερ γὰρ ἐν τῷ ἐγρηγορέναι αἰσθανόμενοί τι διανοούμεθα πολλάκις περὶ αὐτοῦ ἔτερόν τι, οὔτω καὶ ἐν τοῖς ὔπνοις παρὰ τὰ φαντάσματα ἀνίοτε ἀλλα ἐννοοῦμεν. ἰδὼν γὰρ ἐν ὕπνῳ τις Σωκράτην ἐννοεῖ, ὅτι ἐν ὕπνῳ τοῦτον ὁρᾷ· ὥσπερ κὰγὼ ἰδὼν ὄτι εἶρον βιβλίον, ὅ πάλαι ἐπόθουν, ἐνενόυν ὄτι ἐν ὀνείρῳ τοῦο ὁρῳ, καὶ ὁ ἐταῖρος ἰδων τὸν πάνσεπτον ἡμῶν καθηγεμόνα, ὅτι ἀνέστη ἐκ τῶν νεκρῶν, ἔτι κοιμώμενος ἐνενόει, ὅτι ὄναρ ὁρᾷ τὸν διδάσκαλον ἐγηγερμένον. ἀλλὰ καί τις ἰδὼν ἐν ὕπνῳ, ὅτι εἶρε χρυσόν, ἔτι κατεχόμενος τῷ ὕπνῳ ἐδόκει διηγεῖσθαι τοῖς φίλοις, ὡς ἐν ὕπνῳ εὖρε θησαυρόν οὐκ ἀεὶ δέ, ἐπὶ τῆς δόξης ἀεὶ ὄ δοξάζομεν συναισθανόμεθα ὅτι δοξάζομεν. οὐκ ἄρα οὐδὲ οὕτω δόξης τὰ ἐνύπνια. ἄμα δὲ δῆλον ὡς οὐ πᾶν τὸ ἐν ὕπνῳ φάντασμα ἐνύπνιὁν ἐστιν, ἀλλ’ ὄταν μέν τι ὁρῶν τις μὴ ἐννοῇ, ὄτι ὅπερ ὁρᾷ ὄναρ ἐνύπνιον τοῦτό γε· ὅταν δὲ ὁρῶν δύνηται ἐννοεῖν ὅοκεῖ τὸ ῤρώμενον ἐνύπνιόν ἐστιν, ἤδη τοῦτο φάντασμα, ἐνύτνιον δὲ οὐδαμῶς. δοκεῖ γὰρ εἶναι ἐνύπνια, οὐκ ὄντα, ἀλλὰ φαντάσματα, τὰ δέ εἰσι τῶν κατ’ ἐνέργειαν αἰσθημάτων τῶν ὑπὸ τὴν εἰς τὸν ὕπνον καταφορὰν γινομένων ἰσχύσασιν ἠμῖν ἀντιλαβέσθαι, ὄτι ἐγρηγορόσιν ἐφαντασθη. τρόπον γάρ τινα ἐγρήγογσίς ἐστι τὸ δύνασθαι ἐννοεῖν, ἕτι τὸ ὑρώμενον ἐνύπνιόν ἐστιν. ὄτι δὲ πολλάκις ἐννοοῦμεν ἄλλο τι, δῆλόν ἐστι τοῖς πειρωμένοις μνημονεύειν τὰ ἐνύπνια μετὰ τὴν ἀνάστασιν. ὥσπερ γὰρ τινες πειρώμενοι τὰ ἀποστοματισθέντα λόγια μνημονεύειν μνημονεύουσι μᾶλλον τῶν ἀποστοματιξόντων, μὴ | πειρωμένων δὲ μνημονεύειν τῷ τοὺς μὲν τιθέναι κατὰ τὸ διαλεκτικὸν παράγγελμα ἐν τῷ μνημονικῷ τόπῳ τὰ προβαλλόμενα, τοὺς δὲ μὴ, οὕτω καὶ ἐπὶ τῶν ἐνυπνίων μᾶλλον μνημονεύουσιιν ἀναστάντες ἃ εἶδον οἱ ἐαυτοῦς ἠσκηκότες μεμηῆσθαι τὰ ὀνείρατα. γίνεται δὲ τοῦτο, ὄταν τις ἄμα τῷ ἀναστῆναι τοῦ ὕπνου εὐθὺς ἀννανεῶται ἃ ἐωράκει καθ’ ὕπνους. Δῆλον δ’ ἐκ τούτων πάντων γε τοσοῦτον, ὅτι τὸ αὐτὸ ᾦ καὶ ἐγρηγορότες ἐν ταῖς νόσοις ἀπατώμεθα, τοῦτο αὐτὸ καὶ ἐν τῷ ὕπνῳ ποιεῖ τὴν ἀπάτην. ὡς γὰρ ἐν ταῖς νόσοις τὸ ἀνιὸν πακὸ πνεῦμα συνταράττει διὰ τὴν παχύτητα καὶ τὴν ἀπὸ τοῦ πυρετοῦ σφοδρὰν κίνησιν τὸ ὁπτικὸν πνεῦμα καὶ ποιεῖ ἠμᾶς ἀπατᾶσθαι καὶ δοκεῖν τὸ ἕν δύο τάς τε ἐν τοῖς τοίχοις γραμμὰς ζῷα (τὰ γὰρ εἴδη τῶν γραμμῶν χωρὶς ὔλης ἐν τῇ ὄψει ἐμπίπτοντα καὶ συνταραττόμενα ὡδί πως καὶ συντιθέμενα διὰ τὴν τοῦ ὁπτικοῦ πνεπύματος κίνησιν ἔμφασιν ποιεῖ ζῲου), οὔτω καὶ ἐν τοῖς ὕπνοις τὸ τοιοῦτον πνεῦμα αἴτιον ἠμῖν ἀπάτης γίνεται. καὶ ὐγιαίνουσι καὶ εἰδόσιν εἰσόσιν κωλύει ἀπατᾶσθαι ἢ διὰ τὸ πλῆθος τοῦ ἀποστήματος ἢ διὰ τὸ τὴν ὄψιν πάσκειν τι· ὅ τε γὰρ ἥλιος ποδιαῖος δοκεῖ καὶ ἡ γῆ κινεῖσθαι ἐν πλοίῳ οὖσιν. εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον νοσοῦσι καὶ ἔτι μᾶλλον ἐν ὅπνῳ. ἀλλ’ εἴτε δὴ τὸ αὐτὸ εἴθ’ ἔετερον τὸ φανταστικὸν τῆς ψυκῆς καἰ αἰσθητικόν, οὐκὲν ὄλως γίνεται ἀπάτη ἄνευ τοῦ ὁρᾶν ἤ ὄλως αἰσθάνεσθαί τι· τὸ γὰρ παρορᾶν καὶ παρακούειν ὁρῶντος ἀληθές τι καὶ ἀκούοντος, οὐ τοῦτο δὲ ὃ οἴεται. ἐν δὲ τῷ ὅπνῳ δπόκειται μηδὲν ὁρὰν μηδ’ ἀκούειν μηδ’ ὄλως αἰσθάνεσθαι. ἆρ’ οὖν τὸ μὲν ὁρᾶν μηδὲν αληθές, τὸ δὲ μηδὲ αἰσθάνεςθαι οἰκ ἀληθές, ἀλλ’ ἐνδέχεται καὶ τὴν ὄψιν πάσκειν τι καὶ | τὰς ἄλλας αἰσθήσεις; τὰ γὰρ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα καὶ ἐν ὕπνῳ φέρουσι, ὦν ἔκαστον ὥσπερ καὶ ἐγρηγορότων ἡμῶν προσβάλλει τῇ αἰσθητικῇ ἀρχῇ τῇ καρδίᾳ, καὶ ὀτὲ μὲν ἡ διάνοια λέγει, ὅτι ψεῦδος, καὶ συνῂσθετο ὄναρ εἶναι, ὅταν μὴ πολλὴ ἡ κατιοῦσα ἀναθμίασις ᾗ καὶ ὦμεν ὥσπερ ἐγρηγορότες. ὁτὲ δὲ κατέχεται, ὅτε πλῆθός ἐστι τὸ κατερχόμενον, καὶ ἀκολουθεῖ ὡς ἀληθεῖ τῷ φαντάσθατι, τοὺς τύπους τῶν πραγμάτων ὡς αὐτὰ θεωροῦσα τὰ πράγματα. ὅτι μὲν οὖν ἔστι τοῦ δοξάζοντος οὐδὲ τοῦ διανοομένου ἣ ὅλως τοῦ νοοῦντος τὸ πάθος ὂ καλοῦμεν ἐνυπνιάζειν, φανερόν, ἀλλ’ οὐδὲ τοῦ αἰσθανομένου ἀπλῶς· ὁρᾶν γὰρ ἀνάγκη καὶ ἀκούειν ὁπλῶς. ἀλλὰ πῶς δὴ καὶ τίνα τρόπον, ἐπισκπτέον. Ὑποκείσθω δ’ ὅπερ ἐστὶ φανερόν, ὅτι τοῦ αἰσθητικοῦ τὸ πάθος, εἴπερ καὶ ὁ ὕπνος· οὐ γὰρ ἄλλῳ μέν τινι μορίῳ τῶν ζῲων ὑπάρχει ὁ ὕπνος, ἀλλῳ δὲ τὸ ἐνυπιάζειν, ἀλλὰ τῷ αἰτῷ. ἐπεὶ δὲ περὶ φαντασίας ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, καὶ ἔστι μὲν τὸ αὐτὸ τῷ αἰσθητικῷ τὸ φανταστικόν, τὸ δ’ εἶναι φανταστικὸν καὶ αἰσθητικὸν ἔτερον, ἔστι δὲ φαντασία ἡ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γενομένη κίνησις καὶ μὴ παρόντων τῶν αἰσθητῶν, τὸ δὲ ἐνύπνιον φάντασμά τι φαίνεται εἶναι (τὸ γὰρ ἐν ὕπνῳ φάντασμα ἐνύπνιον λέγομεν εἴθ’ ἀπλῶς εἴτε τρόπον τινὰ γενόμενον) φανερὸν ὅτι τοῦ αἰσθητικοῦ μέν ἐστι τὸ ἐνυπνιάζειν, τούτου δ’ ᾖ φανταστικόν. Τί δέ ἐστι τὸ ἐνύπνιον καὶ πῶς γίνεται, ἐκ τῶν περὶ τὸν ὕπνον συμβαιόντων μάλιστ’ ἄν θεωρήσαιμεν. τὰ γὰρ αἰσθητὰ καθ’ ἔκαστον αἰσθητήριον τήριον | ἡμῖν ἐμποιοῦσιν αἴσθησιν, καὶ τὰ γινόμενα ὑπ’ αὐτῶν πάθη καὶ ἐγκαταλεύμματα οὐ μόνον ὐπάρχει ἐν τοῖς αἰσθητηρίοις ἐνεργουσῶν τῶν αἰσθήσεων, ἀλλὰ καὶ ἀπελθουσῶν, ὦν ὅσα σῲζεται καὶ μὴ τέλεον ἠφάνισται διὰ πλῆθος ἀναθυμιάσεως, τῇ αἰσθητικῇ ἀρχῇ προσπίπτοντα κατὰ τοὺς ὕπνους διὰ τὴν τότε εἰς τὸ κάτω τοῦ πνεύματος παλίρροιαν καὶ κινήσαντα τὴν αἴσθησιν παραπλησίως τῇ κατ’ ἐνέργειαν αἰσθήσει ποιεῖ τὰ ἐνύπνια. ὅταν μὲν οὖν πολλὴ ᾗ ἡ ἀναθυμίασις, ὤστε λανθνειν ἡμᾶς καὶ μὴ δύνα- σθσι ἐπιλαβέσθαι ὅτι ἐγρηγόραμεν, ἀπατώμεθα, καὶ ὁρῶντες τὰ εἴδωλα καὶ ἐγκαταλείμματα τῶν αἰσθητῶν δοκοῦμεν αὐτὰ ἐκεῖνα τὰ ἀληθῆ αἰσθητὰ ῥᾶν καὶ ἀκούειν· ὄταν δὲ μὴ μὴ οὔτως ᾗ πολλὴ ἡ αἰματικὴ ἀναθυμίασις, ἀλλὰ σύμμετρος, ὥστε μὴ μὴ λανθάνειν, οὐκ ἀπατώμεθα, ἀλλὰ λέγομεν ὐπνώττοντες, ὄτι φαίνεται μὲν τὸ εἴδωλον τοῦτο ὄτι Σωκράτης ἐστίν, οὐκ ἔστι δὲ ἀλλ’ ὁ τύπος Σωκράτους καὶ τὸ ἐγκατάλειμμα. δὴλον οὖν ὄτι τὸ κατιὸν πνεῦμά ἐστι τοῦ τε ἀπατᾶσθαι καὶ μὴ αἴτιον, ὅπερ καὶ ἐν ταῖς νόσοις ἄνω ὄν. Ὅτι δὲ καὶ μὴ παρόντων τῶν αἰσθητῶν μέχρι τινὸς μένει ἐν τοῖς αἰσθητηρίοις τὸ ἐγκατάλειμμα, καὶ ἐκ τούτων δῆλον. παραπλήσιον γὰρ τὸ πάθος ἐπί τε τούτων καὶ ἐπὶ τῶν φερομένων ἔοικεν εἶναι· καὶ γὰρ ἐπὶ τῶν φερομέων τοῦ κινήσαντος οὐκέτι θιγγάνοντος κινείται· τὸ γὰρ κινῆσαν ἐκίνησεν ἀέρα τινά, κἀκεῖνος πάλιν κινούμενος ἐκίνησεν ἔτερον, καὶ τοῦτον δὴ τὸν τρόπον, ἔως στῇ, ποιεῖται τὴν κίνησιν καὶ ἐν ἀέρι καὶ ἐν ὑγροῖς. ὁροίως δ’ ὑπολαρβῖν τοῦτο δεῖ καὶ ἐπ’ άλλοιώσεως· τὸ γὰρ | θερμανθὲν ὑπὸ τοῦ θεερμοῦ τὸ πλησίον θερμαίνει καὶ τοῦτο διαδίσωσιν ἕως τῆς ἀρχῆς· ὥστε καὶ ἐν ᾧ τὸ αἰσθάνεσθαι, ἐπειδή ἐστιν ἀλλοίωσίς τις ἡ κατ’ ἐνέργειαν αἴσθησις, ἀνάγκη τοῦτο συμβαίνειν. διὸ τὸ πάθος ἐστὶν οὐ μόνον αἰσθανομένοις ἐν τοῖς αἰσθητηρίοις, ἀλλὰ καὶ πεπαυμένοις τῷ φανταστικῷ καὶ ἐν βἀθει καὶ ἐπιπολῆς. φανερὸν δ’ ὅταν συνεχῶς αἰσθανώμεθά τι· μεταφεπόντων γὰρ τὴρ τὴν αἴσθησιν ἀκολουθεῖ τὸ πάθος, οἶον ἐκ τοῦ ἡλίου εἰς τόπον ἀλαμπῆ καὶ ἀνήλιον· συμβαίνει γὰρ μηδὲν ὀρᾶν διὰ τὴν ὐποῖσαν κίνησιν ἐν τοῖς ὄμμασιν ὑπὸ τοῦ φωτός. κἄν πρὸς ἓν χρῶμα πολὺν χρόνον βλέψωμεν ἢ λευκὸν ἤ χλωρόν, τοιοπυτον φαίνεται ἐν ᾖ ἄν τὴν ὄψιν μεταβάλωμεν. κἂν πρὸς τὸν ἤλιον βλέψαντες ἢ ἄλλο τι λαμπρὸν μύσωμεν, παρατηρήσαι κατέναντι τοῦ λαμπροῦ κεκαλυμμένων τῶν βλεφάρων ὄντων φαίνεται κατ’ εὐθυωρίαν, ᾗ συμβαίνει τὴν ὄψιν ὀρᾶν, πρᾶτον μὲν τοιοῦτον τὴν χρόαν, εἶτα μεταβάλλει εἰς φοινικοῦν κἄπειτα πορφυροῦν, ἔως ἄν εἰς τὴν μέλαιναν ἔλθῃ χρόαν καὶ ἀφαντισθῇ. καὶ ἀπὸ τῶν κινουμένων δὲ τὰ ὄμματα μεταβάλλει οἶον ἀπὸ τῶν ποταμῶν, μάλιστα δ’ ἀπὸ τῶν τάΧιστα ῤεόντων· φαίνεται γὰρ τὰ ἠρεμοῦντα κινούμενα. γίνονται δὲ καὶ ἀπὸ τῶν ἰσχυρῶν ὀσμῶν δύσοσμοι τῶν ὀμοίων. φανερῶς δὸ ταῦτα συμβαίνει ὠς λέγομεν. Ὅτι δὲ τακὺ τὰ αἰσθητήρια καὶ μικρᾶς διαφορᾶς αἰσθάνεται, σημῖον τὸ ἐπὶ τὼν ἐνόπτρων γινόμενον, περὶ οὖ κἄν καθ’ αὐτὸ ἐπιστήσας σκέψατιτό τις ἄν καὶ ἀπορήσειεν. ἄμα δὲ ἐξ αὐτῶν δῆλον, ὄτι ὥσπερ ἡ ὄψις πάσκει, οὔτως καὶ | ποιεῖ τι. ἐν γὰρ τοῖς ἐνόπτροις τοῖς σφόδρα καθαβοῖς, ὄταν τῶν καταμηνίων ταῖς γυναιξὶ γινομένων ἐμβλέψωσιν εἰς τὸ κάτοπτρον, γίνεται τὸ ἐιπολῆς τοῦ ἐνόπτρου οἶον νεφέλη αἰματώδης· κἄν μἄν μὲν καινὸν ᾗ τὸ κάτοπτρον, οὐ ῥᾲδιον ἐκμάξαι τῂν τοιαύτην κηλῖδα, εἰ δὲ παλαιόν, ῥᾷον. αἴτιον δέ, ὥσπερ εἴπομεν, ὅτι οὐ μόνον πάσχει ἡ ὄψις ὐπὸ τοῦ ἀέρος, ἀλλὰ καὶ ποιεῖ τι καὶ κινεῖ, ὤσπερ καὶ τὰ λαμπρά· καὶ γὰρ ὁ ὀφθαλμὸς τῶν λαμπρὸν ἐχόντων χρῶμα. τὰ μὲν οὖν ἔμματα διάκειται ἐν τῷ καιρῷ τοῦ τοιούτου πάθους ὥσπερ καὶ ἔτερον μέρος εἰλόγως τοῦ ὅλου σύματος· πάντα γὰρ μεταβέβληνται τῇ τῶν καταμηνίων ἀγωγῇ, οἱ δὲ καὶ μάλλον φλεβώδεις ὄντες. διὸ γινομένων τῶν καταμηνίων διὰ ταρακὴν καὶ φλεγμασίαν αἱματικὴν τοῖς μὲν ἄρρεσιν ἡ ἐν τοῖς σώμασι διαφορὰ ἄδηλος (ἀτενίζοντες γὰρ ἐν τῇ προέσει τοῦ σπέρματος τῷ κατόπτρῳ οὐκὶ συγκινοῦμεν αὐτό), ἔνεστι δέ (ἡ γὰρ αὐτὴ φύσις σπέρματος καὶ καταμηνίων), ἀλλὰ διὰ τὸ εἶναι λευκὸν καὶ ὅμοιον τῷ κατόπτρῳ οὐχὶ μεταβάλλει συγκινόμενον αὐτό· ὁ μέντοι αὴρ κινεῖται ὐπὸ τῶν καταμηνίων καὶ τὸν ἐπὶ τῶν κατόπτρων ἀέρα συνεχῆ ὄντα ποιόν τινα ποιεῖ καὶ τοιοῦτον οἶον αἰτὸς πάσχει, ὁ δὲ τοῦ κατόπτρου τὴν ἐπιφάνειαν. ἔσπερ δὲ τῶν ἱματίων xd τὰ μάλιστα καθαρὰ τάχιστα κηλιδοῦται (τὸ γὰρ καθαρὸν ἀκριβῶς δηλοῖ ὅ τι ἄν δέξηται, καὶ μάλιστα τὰς ἐλαχίστας κινήσεις), οὔτω καὶ ἐπὶ τούτων. ὁ δὲ χαλκὸς διὰ μὲν τὸ λεῖος εἶναι αἰσθητᾶς τὰς ἐν ἀυτῷ κηλῖδας ἡμῖν ἐμποιεῖ, διὰ δὲ τὸ καθαρὸν ἐκδήλους. ἐκδήλους. δεῖ δὲ νοῆσαι οἶον τρῖψιν οὖσαν τὴv τοῦ ἀέρος ἁφὴν καὶ ὥσπερ | ἔκμαξιν καὶ ἀνάπλυσιν. ὡς γοῦν ἐν τοῖς λείοις σώμασι μάλιστα γίνεται ὁ ψόφος διὰ τὸ μὴ θραύεσθαι ἐν αὐτοῖς τὸν ἀέρα μηδ’ ὅλως εἰς λεπτὰ κατακερματίζεσθαι, οὔτω καὶ ἐν τοῖς λείοις κατόπτροις αἱ κηλῖδες διάδηλοι γίνονται διὰ τὸ μένειν οἱονεὶ μία διὰ τὴν τοῦ κατόπτρου λειότητα. τοῦ δὲ μὴ ἀπιέναι τάχιον ἔκ τῶν καινῶν κατόπτρων αἴτιον τὸ καθαρὸν εἶναι καὶ λεῖον· διαδύεται γὰρ διὰ τῶν τοιούτων καὶ εἰς βάθος καὶ πάντῃ, διὰ μὲν τὸ καθαρὸν εἰς βάθος, διὰ δὲ τὸ λεῖον πάντῃ. ἐν δὲ τοῖς παλαιοῖς οἰκ ἐμμένει, ὅτι οὖχ ὁμοίως εἰσδύεται ἡ κηλίς, ἀλλ’ ἐπιπολαιότερον. ὅτι ὄτι μὲν οὖν καὶ ὁπὸ τῶν μικρῶν διαφορῶν γίνεται κίνησις, καὶ ὅτι ταχεῖα ἡ αἴσθησις, ἔτι δὲ καὶ ὅτι οὐ μόνον πάσχει ἀλλὰ καὶ ἀντιποιεῖ τὸ τῶν χρωμάτων αἰσθητήριον, φανερὸν ἐκ τούτων. μαρτυρεῖ δὲ τοῦς εἰρημένοις καὶ περὶ τοῦς οἴνους καὶ τὴν μυρεψίαν συμβαίνοντα. τό τε γὰρ παρασκευασθὲν ἔλαιον ταχέως λαμβάνει τας τῶν πλησίον ὀσμάς, καὶ οἱ οἶνοι τὸ σὐτὸ τοῦτο πάσχουσιν· οὐ γὰρ μόνον τῶν ἐμβαλλομένων ἢ ὑποκιρναμένων, ἀλλὰ καὶ τῶν πλησίον τοῖς ἀγγείοις τιθεμένων ἢ περυκότων ἀναλαμβάνουσι τὰς ὀσμάς. Πρὸς δὲ τὴν ἐξ ἀρκῆς σκέψιν ὐποκείσθω ἔν μὲν ὄπερ ἐκ τῶν εἰρημένων φανερόν, ὄτι καὶ ἀπελθόντος τοῦ θύραθεν αἰσθητοῦ ἐμμένει τὰ αἰσθήματα αἰσθητὰ ὄντα, πρὸς δὲ τούτοις ὅτι ῤᾳδίως ἀπατώμεθα περὶ τὰς αἰσθήσεις ἐν τοῖς πάθεσιν ὄντες, ἄλλοι δὲ ἐν ἄλλοις, οἶον ὁ δειλὸς ἐν φόβῳ, ὁ δὲ ἐρωτικὸς ἐν ἔρωτι, ἔστε δοκεῖν ἀπὸ μικρᾶς ὁμοιότητος τὸν μὲν τοὺς πολεμίους ὁρᾶν, τὸν δὲ τὸν ἐρώμενον· καὶ ταῦτα ὅσον ἄν ἐμπαθέστερος ᾗ, τοσοῦτον ἀπ’ ἐλάσσονς | ὁμοιότητος. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν ὀργαῖς καὶ πάσαις ἐπιθυμίαις εὐαπάτητοι γίνονται πάντες, καὶ μᾶλλον ὅσῳ ἄν μᾶλλον ἐν τοῖς πάθεσιν ὦσι. διὸ καὶ τοῖς πυρέττουσιν ἐνίοτε φαίνεται ζῷα ἐν τοῖς τοίκοις ἀπὸ μικρᾶς ὁροιότητος τῶν γραμμῶν συντιθεμένων, καὶ ταῦτ’ ἐνίοτε συνετιτείνει τοῖς πάθεσιν οὔτω, ὕστε, ἄν μὴ αφόδρα κάμνωσι, μὴ λανθάνειν ὄτι ψεῦδος, ἐὰν δὲ μεῖζον ᾗ τὸ πόθος, καὶ κινεῖσθαι σθαι πρὸς αὐτά. αἴτιον δὲ τοῦ συμβαίνειν ταῦτα τὸ μὴ κατὰ τὴν αὐτὴν δύναμιν κρίνεειν τό τε κύριον, ὅ ἐστιν ἡ διάνοια, καὶ ᾧ τὰ φαντάσματα γίνονται, ἃ δήπου προσαγορεύομεν αἴσθησιν. τούτου δὲ σημεῖον ὅυι φαίνεται μὲν ὁ ἤλιος τῇ αἰσθήσει ποδιαῖος, ὁ δὲ νοῦς ἀντιφάσκει ἔνδον μὴ τοσοῦτον ἔἶναι ὄσος φαίνεται. εἰ δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἔκριναν, τοσοῦτος ἄν ἐδοξάξετο ὅσος καὶ ὁρᾶται. ἔν τισι δὲ νόσοις οὐδὲν κωλύει τῆς αἰσθήσεως παρατραπείσης συννοσεῖν καὶ τὸν νοῦν καὶ ταὐτοδοξεῖν τερὶ τὰ φαινόμενα, ὤσπερ ἔνιοι τῶν ἐκστατικῶν κινουμένας τὰς γραμμὰς καὶ ζῷα οἰόμεενοι· καὶ τί δεῖ ἐπὶ νοῦ καὶ αἰσθήσεως τὴν κατὰ τὴν κρίσιν διαφορὰν ἐπιζητεῖν, ὅπου γε καὶ ἐπ’ αὐτῶν τῶν ἀἰσθήσεων οὐχ εἶς ὁ λόγος, ἀλλὰ τῶν κυριωτέρων καὶ αἱ δυνάμεις ἀκριβέστεραι οἶον ἐπὶ ἀφῆς καὶ ὅψεως; ἐν γὰρ τῇ ἐπαλλάξει τῶν δακτύλων τῇ μὲν ἀφῇ τὸ ἔν δύο φαίνεται, τῇ δὲ ὄψει οὔ· κυριωτέρα γὰρ τῆς ἀφῆς ὄψις. εἰ δ’ ἦν ἡ ἀφὴ μόνη ἢ τὴν κρίσιν ἄμφω εἶχον μίαν, κἄν ἐκρίνομεν τὸ ἔν δύο. τοῦ δὲ διαψεύδεσθαι αἴτιον, ὅτι οὐ μόνον τοῦ αἰσθητοῦ κινουμένου φαίνεται ἀδήποτε, ἀλλὰ καὶ τῆς αἰσθήσεως κινουμένης αὐτῆς, ἐὰν ὑσαύτως κινῆ|ται, ὥσπερ ὑπὸ τοῦ αἰσθητοῦ; λέγω δ’ οἶον ἡ γῆ δοκεῖ τοῖς πλέουσι κινουμένης τῆς ὄψεως ὑπ’ ἄλλου. ἐκ δὴ τούτων φανερόν, ὅτι οὐ μόνον ἐγρηγορότων αἱ κινήσεις εἰσὶν αἱ ἀπὸ αἰσθήσεων φινόμεναι τῶν θύραθεν καὶ τῶν ἐκ τοῦ σύματος ὑπαρχουσῦων, ἀλλὰ καὶ ὄταν γένηται τὸ πάθος τοῦτο ὃ καλεῖται ὅπνος, καὶ μᾶλλον τότε φαίνονται. μεθ’ ἠμέραν γὰρ ἐκκρούονται ἐνεργουσῶν τῶν αἰσθήσεων καὶ τῆς διανοίας καὶ ἀφανίζονται ὥσπερ παρὰ πολὺ πῦρ ἄλασσον καὶ λῦπαι καὶ ἡδοναὶ παρὰ μεγάλας, παυσαμένων δὲ ἐπιπολάζει καὶ τὰ μικρα· νύκτωρ δὲ δι’ ἀργίαν τῶν κατὰ μόριον αἰσθήσεων καὶ ἀδυναμίαν τοῦ ἐνεργεῖν διὰ τὸ ἐκ τῶν ἔξω εἰς τὸ ἐντὸς γίνεσθαι τὴν τοῦ θερμοῦ παλίρροιαν ἐπὶ τὴν ἀρχὴν τὴς αἰσθήσεως καταφέρονται, τὴν καρδίαν, καὶ γίνονται φανεραὶ καθισταμένης τῆς ταρακῆς. δεῖ εὲ ὑπολαβεῖν ἐπὶ τούτων ὅπερ καὶ ἐπὶ τῶν ῥευμάτων· ὥσπερ γὰρ ἐκεῖ τὰς μικρὸς δίνας τἀς ἐν τοῖς ποταμοῖς φερομένας πολλάκις μὲν ὁμοίας εἶναι, πολλάκις δὲ διαλυομένας εἰς ἄλλα συμβαίνει σχήματα διὰ τὴν ἀντίκρουσιν, οἥτω κἀνταῦθα τὴν κίνησιν ἐκάστην γίνεσθαι, λέγω δὲ κίνησιν τὴν εἰδωλικὴν ἐν τῇ καρδίᾳ ἐπιφορὰν τοῦ ἐγκαταλείμματος, καθ’ ἣ ἡ ἐν ἐκείνῃ αἰσθητικὴ ψυχὴ διεγείρεται. καθάπερ ἐκεῖ ἡ ἀφ’ ἐτέρου εἰς ἔτερον σχῆμα μεταβολὴ οὐκ ἄμεσος, οὕτω καὶ ἡ ἐκάστου εἰδώλου κίνησις ὄντος ἐν ὑποκειμένῳ τῷ πνεύματι ἢ τῷ αἴματι ἢ τῇ καρδίᾳ, ὄταν | μὴ αὐτὴ μείνῃ ἀλλ’ ἀντικρουσθῇ, διὰ πολλῶν τῶν μεταξὺ φθάνει πρὸς τὸ ἔσχατον. ἀναγκαῖον οὖν τὴν πρώτην αἴσθησιν μὴ ὐπὸ μόνων τοῦ τε ἐξ οὖ καὶ εἰς ὃ κινεῖσθαι, ἀλλὰ καὶ ὑπὸ τῶν μεταξύ. ὡς γὰρ τόδε τὸ νέφος εἰ ἐοικός ἔστι λέοντι, εἶτα μεταβαλὸν διά τινων μεταξὺ εὶς ἀνθρώπου ὖλθεν ὁμοίωμα, αὐ μόνον τὸ τοῦ λέοντος καὶ ἀνθρώπου εἶδεν ἡ ψυχὴ σχῆμα ἀλλὰ καὶ τὰ μεταξύ, εἴτε ἡδέα ἦσαν αὐτῇ καὶ κεχαρισθένα εἴτε ἄλλως λυπηρὰ καὶ οὐκ εὔθυμα, οὔτω καὶ ἡ πρώτη αἴσθησις οὐ μόνον τῶν ἄκρων ἐν τοῖς ὔπνοις αἰσθάνεται, ἀλλὰ καὶ τῶν μεταξύ. ταῦτα δὲ ἢ τερατώδη πάντως ἢ προσηνῆ καὶ κατὰ φύσιν. διὸ καὶ μετὰ τὴν τροφὴν καὶ πάνυ νέοις οἶσιν, οἶον τοῖς παιδίοις, οὐ γίνεεται ἐνύπνια· πολλὴ γὰρ ἡ κίνησις διὰ τὴν ἀπὸ τῆς τροφῆς θερμότητα. ὥστε καθάπερ ἐν ὑγρῷ, ἐὰν σφόδδρα κινῇ τις, ὁτὲ μὲν οὐθὲν φαίνεται εἴδωλον, ὁτὲ δὲ φαίνεται μὲν διστραμμένον δὲ πάμπαν, ὥστε φαίνεσθαι αλλοῖον ἢ οῖον ἦν, [τοῦ] ἠρεεμήσαντος δὲ καθαρὰ καὶ φανερά, οὕτω καὶ ἐν τῷ καθεύδειν τὰ φάσματα καὶ αἰ ὑπόλοιποι κινήσεις αἱ συμβαίνουσαι ἀπὸ τῶν αἰσεων ὁτὲ μὲν ὁτὸ μείζονος οὔσης τῆς εἰρηένης κινήσεως ἀφανίζονται πάμταν, ὀτὲ δὲ τεταργμέεναι φαίνονται αἱ αἱ ὄψεις καὶ τερατώδεις καὶ χείρονα τὰ ἐνύπνια, οἶον τοῖς μελαγχολικοῖς καὶ πυρέσσουσι καὶ οἰνωμένοις· πάντα γὰρ τὰ τοιαῦτα πνευματύδη ὄντα πολλὴν ποιεεῖται τὴν κίνησιν καὶ ταραχήν. καθισταμένου δὲ καὶ διακρινομένου τοῦ αἵματος ἐν τοῖς ἐναίμοις σῳζομένη τῶν αἰσθημάτων ἡ κίνησις ἀφ’ ἐκά|στης τῶν αἰσθήσεων ἐρρωμένα τε ποιεῖ τὰ ἐνύπνια καὶ φαίνεσθαί τε καὶ δοκεῖν. δοκεῖ μἐν γὰρ τὰ ἀπὸ τῆς τῆς ὄεως καταφερόμενα ὀρᾶν καὶ ἀπὸ τῆς ἀκοῦς ἀκούειν, ὁμοιοτρόπως δὲ καὶ ἀπὸ τῶν ἄλλων αἰσθητηρίων· τῷ γὰρ ἀκεῖθεν ἀφικνεῖσθαι σθαι τὴν κίνησιν πρὸς τὴν ἀρχὴν καὶ ἐγρηγόρως δοκεῖ ὁρᾶν καὶ ἀκούειν καὶ ὄλως αἰσθάνεσθαι. εἰ γὰρ ἡ ὅψις μὴ ἀπατηθείη ἐν τῇ τῶν δακτύλων ἐπαλλάξει ἐπίσης τῇ ἀφῇ, οὐδ’ ἐν τοῖς ὔπνοις ἀπατηθήσεται ἡ αἰσθητικὴ ψυχή, ἀλλ’ ἡ μὲν ἀπτικὴ δύναμις τὸ ἔν δύο λέγει, ἡ ἡ δὲ ὁρατικὴ ρως ἀντέχεεται καὶ ἀντιξάσκει, ὠς τὰ δοκοῦντα δύο οὔκ εἴσι δύο, ἀλλ’ ἔν. εἰ δὲ ἡ ὄψις οὐκ ἀπατᾶται ἐν τούτοις ὡς τῆς ἀφῆς λογικωτέρα, πολλῷ μάλλον τὸ κυρίως κριτήριον, ἡ διάνοια, εἴπερ μὴ κατέχηται ὐπερβαλλούσῃ τῇ ἐπικαταφορᾷ τοῦ πνευματώδους ὐγροῦ. ὅλως γὰρ τὸ ἀφ’ ἐκάστης αἰσθήσεως ἱκνούμενον πρὸς τὴν ἀρκὴν συντίθεται ἡ ἀρχή, ἐὰν μὴ ἐτέρα κυριωτέρα ἀντιφῇ· ἀπλῶς γὰρ ὁποῖον ἄν διαπορθμεύσῃ ἡ ἁφὴ ἢ ὄψις ἢ ἀλλη τις τῶν αἰσθήσεων, τοιοῦτον αὐτὸ εἶναι λέγει ἡ πρώτη αἴσθησις· ὥστε καὶ τὸ ἔν ὠς δύο παρὰ τὴς ἀφῆς εἰσαγγελθῇ ἢ ὁ ἥλιος ποδιαῖος παρὰ τῆς ὁράσεως μὴ ὅντος τοῦ ἐπικρίνοντος, ὡς δύο τε τὸ ἔν φανττατως, δοκεῖ δ’ οὐ πάντως ἄπαν τὸ φαινόμενον, ἄν μὴ τὸ ἐπικρῖνον κατέχηται, ὡς πολλάκις εἴρηται, ἢ μὴ τὴν οἰκείαν κινῆται καὶ προσφυῆ κίνησιν. ὥσπερ δ’ εἴπομεν, ὅτι ἄλλοι δι’ ἄλλο πάθος εὐεξαπάτητοι, οὕτως ὁ καθεύων διὰ τὸν | ὕπνον καὶ τὸ κινεῖσθαι τὰ αἰσθητήρια καὶ τἆλλα τὰ συμβαίνοντα τερὶ τὴν αἴσθησιν, ὥστε μικρὰν ἔκον ὁμοιότητα φαίνεται ἐκεῖνο. ὅταν γὰρ καθεύδῃ, κατιόντος τοῦ πνεύματος καὶ τοῦ αὔματος ἐπὶ τὴν ἀρχὴν συγκατέρκονται καὶ αἱ ἐνῦσαι ὐς ἐν ὐποκειμένῳ κινήσεις καὶ τύποι τῶν αἰσθητῶν, αἱ μὲν δυνάμει αἱ ἐνεργείᾳ, εἴτουν αἰ μὲν μέλλουσι καὶ οὔπω, αἱ δὲ πάρεισι καὶ κινοῦσι τὴν ἀἰσθητικῆν ἀρχὴν εἰς ἀντίληψιν, ὡς συμβαίνειν ἐν τῇ κινήσει τῇ πρώτως εἰσελθούσῃ τήνδ’ ἐπιπολάζειν τὴν μετ’ αὐτὴν ἐνεργήσουσαν, ταύτης φθαρείσης τὴν ἐφεξῆς εἰσιέναι. Καὶ πρὸς ἀλλήλας ἔχουσιν, ὥσπερ οἱ πεπλασμένοι βάτραχοι οἱ ἀνιόντες ἐν τῷ ἄδατι τηκομένου τοῦ αλός, εἰ γὰρ τις βατρἀχους ξυλίνους ὑποθεῖτο πέντε τυχὸν τὸν ἀριθμὸν ἐν πίθῳ ἀλὸς ἐμβεβλημένους πεπληρωμένῳ καὶ συντεθειμένῳ ἄνωθεν κάτω καὶ κατὰ διαστήματα, ὡς τοῦς, ἄκρους τὸν μὲν πρὸς τῷ χείλει κεῖσθαι, τὸν δὲ ἐν τῷ τυθμένι, καὶ τοῦς μέσους ἀναλόγως, κρυπτομένους δὲ πάντας, εἶτα τὸ ἄλας ἄνωθεν ἄρξηται τήκεσθαι, πρῶτος ἐπιπολάσει τῷ ὕδατι καὶ ἐνεργείᾳ αἰσθητὸς γενήσεται ὁ πάντων ἀνώτατος βάτρακος, εἶτα προϊούσης τῆς τήξεως ὁ μετ’ αὐτὸν καὶ μετ’ ἐκεῖνον ὁ ἔτερος, τελευταῖος δὲ πάντων τακέντος τοῦ ἄλατος ὁ ἔσχατος ἀναβήσεται. οὕτω καὶ αἱ κινήσεις ἐν τῷ ὥτνῳ καὶ τὰ τῶν αἰσθητῶν εἴδωλα αἱ μὲν πρώτως ἀπαντῶσαι πρώτως καὶ ἐνεργήσουσιν, αἱ δὲ δυνάμει οὖσαι μέλλουσαι ἀνιμένου ποτὲ τοῦ κωλύοντος αἵματος καὶ λυομένου, ἔτι δὲ λεπτυνομένου καὶ καθαιρομένου τοῦ ὑπολει|φθέντος ἀκριβέστερον ἐνεργήσουσιν· σουσιν· ὅθεν οἱ τελευταῖοι τῶν ὕπνων εἰθυονειρότεροι, καὶ καθαρώτερα τῇ ἀρχῇ τὰ ἐν τοῖς αἰσθητηρίοις τῶν αἰσθητῶν τότε προσπίπτουσιν ὁμοιώματα, ὡς ἤδδη τοῦ ταράττοντος ἠρεμήσαντος. ἡ μὲν οὖν ἐν τοῖς ἐνυπνίοις τῶν φαντασμάτων μεταβολὴ τῇ ἐν τοῖς νέφεσιν ἔοικεν, ὡς καὶ πρότερον εἴρηται, ἃ παρεικάζουσιν ἀνθρώποις καὶ κενταύροις ταχέως μεταβάλλοντα. κοινῶς εὲ τῶν ἐν ὕπνω φαινομένων ἔκαστον ὑπόλειμμά ἐστιν, ὡς ἐν ἀρχαῖς ἐλέχθη, τοῦ ἐνεργείᾳ αἰσθήματος, καὶ ἀπελθόντος τοῦ ἀληθοῦς αἰσθητοῦ, ὅταν μὴ κατέχηται ὑπὸ τοῦ κατελθόντος αἵματος τὸ ἐπικρῖνον, ἀληθὲς εἰπεῖν ὑπνώττοντα, ὅτι τοῦτο οὐ Κορίσκος, ἀλλ’ οἶον Κορίσκος καὶ εἴδωλον, καὶ διὰ τούτου τὸν ἀληθινὸν διανοεῖται Κορίσκον· ὅταν δὲ παντελῶς κατέχηται, ὥστε τὸ ὅμοιον καὶ τὸ εἴδωλον δοκεῖν αἰτὸ εἶναι τὸ ἀληθές, οὐ κινεῖται ὐπὸ τῶν εἰσώλων ὠς αἰσθανόμενον καὶ τρόπον τινὰ ἐγρηγορός, ἀλλ ὠς ἀναίσθητον, καὶ τοσαύτη τοῦ ὕπνου ἡ δύναμις, ὥστε ποιεῖν τοῦτο λανδάνειν. ὥσπερ οὖν εἴ ποτε λανθάνοι ὑποραλλόμενος ὁ δάκτυλος τῷ ὀφθαλμῷ, οὐ μόνον φανεῖται, ἀλλὰ καὶ δόξει δύο τὸ ἔν, ὅταν δὲ μὴ λανθάνῃ, φανεῖται μέν, οὐ δόξει δέ, οὕτω καἰν τοῖς ὔπνοις, ἄν μὲν αἰσθάνηται ὅτι καθεύδει καὶ πρὸς τούτῳ τοῦ ἐνυπνίου, φανεῖται μέν, λέγει δέ τι ἐν αὐτῷ ὅτι φαίνεται μὲν Κορίσκος τόδε τὸ φάντασμα, οὐκ ἔστι δέ (πολλάκις γάρ τις καθεύδων καὶ συναισθόμενος λέγει ἐν τῇ ψυχῇ ὅτι ἐνύπνιον τὸ φαινόμενον)· ἐὰν δὲ λανθάνῃ ὅτι καθεύδει, συνθήσεται καὶ οὐδὲν ἀντιφήσει τῇ φαντασίᾳ. Ὁτι δ’ | ἀληθῆ λέγομεν καί εἰσι κινήσεις φανταστικαί καὶ τύποι καὶ εἴδωλα τῶν αἰσθητῶν ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, τῇ καρδίᾳ, καὶ μὴ παρόντων τῶν πραγμάτων καὶ ἡρεμουσῶν τῶν αὶσθήσεων, περὶ ὅ καὶ ἡ τῶν ἐνυπνίων πᾶσα δραματουργία συνίσταται, δὴλον ἐκεῖθεν. ὅ γὰρ ἐν τοῦς δευτέροις, πολλῇ μᾶλλον ἐν τῷ πρώτῳ, καὶ εἴ εἰσιν ἐν τοῖς ἄλλοις αὶσθητηρίοις εἴδωλα καὶ ἐγκαταλείμματα καὶ μὴ ἐνεργοῦσι, πολλῷ μᾶλλον ἐν τῇ καρδίᾳ, ἀφ’ ἦς καὶ τὸ εἷναι τούτοις καὶ ἐνεργεῖν. ὅτι εἰσι, φανεερόν, ἐάν τις προσέχων πειρῷτο μνημονεύειν ὅ πάσχομεν ἐγειρόμενοι, ὅταν ἡ ἔγερσις γένηται πλησίον τῆς καταφορᾶς. ἐνίοτε γὰρ τὰ φαινόμενα εἴδωλα καθεύδοντι φωράσει ἐγειρόμενος κινήσεις οὔσας ἐν τοῖς αἰσθητηρίοις· ἄν γὰρ ὑπνώττων τις ὀρᾶν ἄρξηται ἐνύπνοιν καὶ εὐθύς ἐγερθῇ, ὁρᾷ εἴδωλα πρὸ ὀμμάτων· ἐνίοις γὰρ τῶν νεωτέρων καὶ πάμπαν ἀκριβῶς διαβλέπουσιν, ἐὰν ᾗ ακόρος, φαίνεται εἴδωλα πολλὰ κινούμενα, ὥστ’ ἐγκαλύπτεσθαι πολλάκις φοβουμένους. ταῦτα δὲ ἦν αἱ ἐν τοῖς ὀφθαλμοῖς ἀπὸ τῶν αἰσθητῶν κινήσεις. ἐκ δὴ τούτων ἀπάντων συλλογίσασθαι δεἶ, ὄτι ἔστι τὸ ἐνύπνιον φάντασμα ἐν ὕπνῳ κατεχομένου τοῦ κυρίου καὶ ἐπικρίνοντος. ὤστε oὔτε τὰ εἰρημένα εἴδωλα καὶ φαντάσματά εἰσιν ἐνύπνια οὔθ’ ὄτι ἄλλο λελυμένων καὶ ἐνεργουσῶν τῶν αἰσθήσεων φαίνεται, οὔτε τὸ ἐν ἔπνῳ φάντασμα ἄπαν, εἰ μὴ συγκατέκοιτο ἡ διάνοια μὴ ἐπικρίνουσα τὸ ὀρώμενον. καὶ ὅ δὲ συμβαίνει ἐνίοις αἰσθάνεσθαί πῃ καὶ ψόφων καὶ χυμῶν καὶ φμτὸς καὶ ὁφὴς, ἀσθενικῶς μέντοι καὶ οἶον τόρρωθεν, οὐκ ἔστιν ἐνύπνιον· οἱ γὰρ ὑπνώττοντες καὶ μεταξὺ ὄντες τοῦ τε ἀπλῶς ἐγρηγορότος καὶ τοῦ καθεύδοντος, δοντος, ἐάν τις ψοφῇ ἢ φῶς κρατῶν διέρχηται, αἰσθάνονται καὶ τοῦ φωτὸς καὶ τῶν ψόφων, δοκοῦσι δὲ ὲν ὀνείρῳ τούτων αἰσθάνεσθαι, ὥστε καὶ πολλοὶ ἐγερθέντες λέγουσι πρὸς αὐτούς· σὺ ψοφεῖς ἢ σὺ τὸ φῶς κατέχεις· μὰ τὸν ἤλιον, ἐδόκουν ὄναρ ταῦτα ἠρᾶν, τάχα δὲ οὐκ ὄναρ ἦν, ἀλλ’ ἀλληθὴ. ὡς γὰρ ἔχει ὁ ἁπλῶς ἐγρηγορὼς πρὸς τòν τῇ ἐγρηγορότα, οὔτως καὶ ἡ ἀπλῶς αἴσθησις πρὸς τὴν πῇ αἴσθησιν. οὖτοι γοῦν πολλάκις καθεύδοντες καὶ μὴ ἔχοντες ἐγκεκλεισμένα τὰ βλέφαρα ἀλλ’ ἠρέμα καὶ ὀλίγον ἠνεῳγμένα καὶ ὁρῶντες τὸ τοῦ παρακειμένου λύχνου φῶς καὶ ὅναρ οἰόμενοι διεγερθέντες εὐθὺς ἐγνώρισαν τὸ τοῦ λύχνου ὅν, καὶ ἀλεκτρυόνων καὶ κυνῶν φωνὴν ἠρέμα ἀκούοντες καὶ νομίζονες ἐνύπνια εἶναι ἐγερθέντες σαφῶς ἐγνώρισαν μὴ ταῦτα εἶναι. ἔνιοι δὲ καὶ ἀποκρίνονται ἐρωτώμενοι πολλάκις, οὐ μνημονεύουσι δὲ ἐγερθέντες ὡς ἀπεκρίθησαν. καὶ δῆλον ὡς οὔτε ἀπλῶς ἐγηγορότες ἦσαν (ἧ γὰρ ἄν ἐμνημόνευον οὔτε καθάπαξ ἐκάθευδον· οὐ γὰρ ἄν ἀπεκρίθησαν. τῶν οὖν εἰρημένων οὐδὲν ἐνύπνιον φατέον, οὐδ’ δὴ ἐν τῇ ὕπωῳ γίνονται ἀληθεῖς ἔννοιαι παρὰ τὰ φαντάσματα (λέγω δὴ τὰς κρίσεις, αἶς συναισθόμεθα ὀνειρώττοντες ὅτι ὀνειρώττομεν), ἀλλὰ τὸ φασμα τὸ ἀπὸ τῆς κινήσεως τῶν αἰσθημάτων, ὅταν ἐν τῷ καθεύδειν καὶ ᾖ καθεύδει, τοῦτ’ ἐστὶν ὀνύπνιον. ἤδη δέ τισι συμβέβηκε μηδὲν ἐνύπνιον ἑωρακέναι κατὰ τὸν βίον, τοῖς δὲ πόρρω προελθούσης τῆς ἡλικίας ἰδεῖς πρότερον μὴ ἐωρακόσι. | τὸ δ’ αὄτιον τοῦ μὴ γίνεσθαι πρότερον παραπλήσιον φαίνεται τῷ ἐπὶ τῶν ταίδων καὶ μετὰ τὴν τροφήν· ὅσοις γὰρ συνέστηκεν ἡ φύσις, ὥστε πολλὴν ἀναθυμίασιν πρὸς τὸν ἄνω τόπον ἀναφέρεσθαι, ἥ καταφερομένη ποιεῖ πλῆθος κινήσεως, τούτοις εὐλόγως οὐδὲν φαίνεται φάντασμα, προϊούσης δὲ τῆς ἡλικίας οὐδὲν ἄτοπον τὸ φανῆναι ἐνύπνιον· μεταβολῆς γὰρ τινος γινομένης ἢ καθ’ ἡλικίαν ἢ πάθος ἀναγκαῖον συμβῆναι τὴν ἐναντίωσιν ταύτην.

---

Themistius, (Sophoniae) In Parva Naturalia Commentarium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2001.tlg041.local001/.
