# (Sophoniae) In Parva Naturalia Commentarium ΠΕΡΙ ΥΠΝΟΥ ΚΑΙ ΕΡΡΗΡΟΡΣΩΣ..1

Themistius, (Sophoniae) In Parva Naturalia Commentarium, ΠΕΡΙ ΥΠΝΟΥ ΚΑΙ ΕΡΡΗΡΟΡΣΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/sophoniae-in-parva-naturalia-commentarium/%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%A5%CE%A0%CE%9D%CE%9F%CE%A5%20%CE%9A%CE%91%CE%99%20%CE%95%CE%A1%CE%A1%CE%97%CE%A1%CE%9F%CE%A1%CE%A3%CE%A9%CE%A3..1

1. Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως σκοπητέον, τίνα τε τυγχάνει καὶ ἐν ποίῳ μορίῳ τῆς ψυχῆς, καὶ πότερον ἔδια τῆς ψυχῆς ἢ καὶ τοῦ σώματος, καὶ διὰ τίν᾿ αἰτίαν ὑπάρχει τοῖς ζῴοις, καὶ πότερον ἅπαντα κεκοινώνηκεν ἀμφοῖν, ἢ τὰ μὲν ὕπνου τὰ δὲ θατέρου μόνον, πρὸς δὲ τούτοις τί ἐστι τὸ ἐνύπνιον, καὶ διὰ τίνα αἰτίαν οἱ καθεύδοντες ὁτὲ μὲν ὀνειρώσσουσιν, ὁτὲ δ᾿ οὐκ ὀνειρώσσουσι, καὶ πότερον συμβαίνει μὲν ἀεὶ τοῖς καθεύδουσιν ἐνυπνιάζειν, ἀλλ᾿ οὐ μνημονεύουσιν, ἢ οὔ, κἂν εἰ συμβαίνοι, διὰ τίνα αἰτίαν γίνεται, καὶ πότερον τὰ μέλλοντα ἐνδέχεται προορᾶν ἢ ἐνδέχεται, καὶ τίνα τρόπον, εἰ ἐνδέχεται, καὶ πότερον τὰ μέλλοντα ὐπ᾿ ἀνθρώπου πράσσεσθαι μόνον, ἢ καὶ ὧν τὸ δαιμόνιον τὴν αἰτίαν ἔχει, καὶ φύσει γίνεται ἢ ἀπὸ ταὐτομάτου. καὶ πρῶτον μέν γε τοῦτο φανερόν, ὅτι τῷ αὐτῷ μορίῳ τοῦ ζῴου ἣ τε ἐγρήγορσις ὑπάρχει καὶ ὁ ὕπνος· ἀντίκεινται γάρ, καὶ φαίνεται στέρησίς τις ὁ ὕπνος τῆς ἐγρηγόρσεως. ἀεὶ δὲ τὰ ἔσχατα καὶ ἀντικείμενα κείμενα καὶ ἐπὶ τῶν τεχναστῶν καὶ ἐπὶ τῶν φυσικῶν ἐν τῷ αὐτῷ δεκτικῷ φαίνεται γινόμενα καὶ τοῦ αὐτοῦ πάθη εἰσί, λέγω δ᾿ οἷον ἁρμονία | καὶ ἀναρμοστία περὶ τὸ αὐτό, καὶ τάξις καὶ ἀταξία, ἔτι δὲ νόσος καὶ ὑγεία περὶ τὸ αὐτό, ἐν σώματι γάρ· αἶσχος δὲ καὶ κάλλος ἐν τοῖς ὀργανικοῖς, ἐν νεύροις δὲ ἰσχὺς καὶ ἀσθένεια, καὶ περὶ ὄψιν αὖ ὄψις καὶ τυφλότης, καὶ ἐν ἀκοῇ ὁμοίως. ἔτι δὲ καὶ ἐκ τῶνδε δῆλον· ᾧ γὰρ τὸν ἐγρηγορότα γνωρίζομεν, τούτῳ καὶ τὸν καθ᾿ ὕπνον. γνωρίζομεν δὲ τὸν ἐγρηγορότα τῷ αἰσθάνεσθαι ἢ τῶν ἐκτός τινος κινήσεως, ὡς ὁρᾶν ἢ ἀκούειν, ἢ τῶν ἐντὸς καὶ ἐν αὐτῷ, ὡς λογίζεσθαι καὶ φαντάζεσθαι· καὶ ὑπνώττοντα δ᾿ αὖ λέγομεν τὸν μήτε τῶν ἐξωτερικῶν τινα ἐνεργοῦντα κινήσεως μήτε τῶν ἔνδοθεν. αἴσθησις δὲ καὶ ἀναισθσία ὡς ἕξις καὶ στέρησις, αὗται δὲ περὶ τὸ αὐτὸ καὶ ἕν ὑπάρξουσι· καὶ ὕπνος ἄρα καὶ ἐγρήγορσις τὸ αὐτὸ ἕξουσιν ὑποκεί- μενον. Ἐπεῖ δ᾿ οὔτε τῆς ψυχῆς ἴδιον τὸ αἰσθάνεσθαι οὔτε τοῦ σώματος (οὗ γὰρ ἡ δύναμις, τούτου καὶ ἡ ἐνέργεια, ἡ δὲ λεγομένη ἐνεργείᾳ αἴσθησις κίνησίς τίς ἐστι διὰ τοῦ σώματος τῆς ψυχῆς), φανερὸν ὅτι οὔτε τῆς ψυχῆς τὸ πάθος ἐστὶν ἴσιον, οὔτ᾿ ἄψυχον σῶμα δυνατὸν αἰσθάνεσθαι, ἀλλὰ τοῦ συναμφοτέρου. διωρισμένων δὲ περὶ τῶν λεγομένων ὡς μορίων πρότερον καὶ τοῦ μὲν θρεπτικοῦ χωριζομένου τῶν ἄλλων, τῶν δ᾿ ἄλλων οὐδενὸς ἄνευ τούτου ὄντος, δῆλον ὡς ὄσα μὲν αὐξήσεως καὶ φθίσεως μετέχει μόνον τῶν ζώντων, οἷον τὰ φυτά, τούτοις οὐχ ὑπάρχει ὕπνος οὐδὲ ἐγρήγορσις· οὐ γὰρ ἔχουσι τὸ αἰσθητικὸν μόριον, ἐν ᾧ ταῦτα. τὸ δὲ αἰσθητικὸν τοῦ θρεπτικοῦ ὅτι ἕτερον τῷ εἶναι καὶ τῇ δυνάμει, φανερόν. εἰ δὲ καὶ τῷ ὑποκειμένῳ, οὐ παντί γε δῆλον. ἔτι τῶν θνητῶν καὶ ὑπὸ σελήνην καὶ δεκτικῶν ὕπνου καὶ ἐγρηγόρσεως | οὐδέν ἐστιν, ὅ ἀεὶ ἐγρήγορεν ἢ ἀεὶ καθεύδει· ἀλλὰ τοῖς αὐτοῖς ὑπάρχει τῶν ζῴων ἀμφότερα τὰ πάθη ταῦτα, καὶ οὐδέν ἐστι ζῷον ἀμφοτέρων στερούμενον· τοῦτο γάρ ἐστι τῶν ἀψύχων. ὑπεξαιρείσθω μέντοι κἀν τούτοις τὰ θεῖα ἐνεργοῦντα ἀεί· ἡ γὰρ ἐν αὐτοῖς ἐγρήγορσις ἀναντίθετος. ὕπνος δὲ καὶ ἐγρήγορσις, ὡς πολλάκις εἴρηται, πάθη περὶ αἴσθησιν του πρώτου αἰσθητικοῦ, τῆς καρδίας. ἔτι ὅσων ἐστὶν ἔργον τι κατὰ φύσιν, ὅταν ὑπερβάλλῃ τὸν χρόνον, καθ᾿ ὅν πέφυκε τοῦτο ποιεῖν, ἀνάγκη κάμενιν καὶ μὴ δυνάμενον πρόσω βαίνειν παύεσθαι. φέρουσι γὰρ τὰ ὑποζύγια φόρτον ἄχρι τινός, ἢν δέ τις περαιτέρω βιάσαιτο, πίπτουσι· καὶ ἀναγνώσεταί τις ἕως τινός, εἶτα καμεῖται· καὶ ἀνδριαντοποιὸς καὶ τέκτων καὶ πᾶς ὁστισοῦν ἐνεργήσει μέχρι του, εἶτα στάσις τὴν κίνησιν διαδέξεται. κατὰ τὰ αὐτὰ δὲ καὶ ὄμματα καὶ ὦτα, ἔτι δὲ χεῖρες καὶ πόδες καὶ ἅπαν ὀργανικόν. εἰ δή τινός ἐστιν ἔργον τὸ αἰσθάνεσθαι, συνεχῶς ἀδυνατήσει καὶ οὐκέτι τοῦτο ποιήσει· ἐκμετρήσαντα γὰρ τὰ μόρια τὸν πληροῦντα χρόνον τὴν δύναμιν παύσεται. εἰ τοίνυν ἐναντίον τῷ ἐγρηγορέναι τὸ καθεύδειν, τῶν δ᾿ ἀμέσων ἐναντίων ἢ τῶν καθ᾿ ἕξιν καὶ στέρησιν ἂν θάτερον τῷ δεκτικῷ μὴ παρῇ, ἀνάγκη παρεῖναι θάτερον, καὶ τὴς ἐγρηγόρσεως μὴ παρούσης παρέσται ὁ ὕπνος· καὶ εἰ ἡ ὑπερβολὴ τοῦ ἐγρηγορέναι ὁτὲ μὲν νοσώδης (διετέλεσαν γάρ τινεσ καὶ ἔως ἡμερῶν ἐννέα ἄϋπνοι δι’ ἀσθένειαν), ὁτὲ δὲ ἄνευ νόσου, ὥσπερ οἱ δι’ ἔσχνανσιν ἢ ξήρανσιν αὐτὸ τοῦτο παθόντες, καὶ ἡ ἀδυναμία ἄρα καὶ μακρὸς ὕπνος ὁτὲ μὲν | διὰ νόσον, ὁτὲ δ’ ἄνευ νόσου γενήσεται· πυρέξας γάρ τις ἐπὶ τρισὶν ἡμέραις κοιμώμενος διετέλεσε, τά τε βρέφη καὶ ὅσοι τὴν δίαιταν ἢ τὴν κρᾶσιν ὑγρότεροι ἐπὶ πλεῖστον ὅσον ὑπνώττουσιν. εἰ δὲ ταῦτα οὕτω, πᾶν ἄρα τὸ ἐγρηγορὸς καθεύδει καὶ τὸ καθεῦδον ἐγρήγορεν. εἰ γὰρ ὁ ὕπνος πάθος τί ἐστι τοῦ αἰσθητικοῦ μορίου καὶ οἶον δεσμός τις καὶ ἀκινησία, αἰσθητικὸν δὲ τὸ δυνατὸν αἰσθάνεσθαι κατ’ ἐνέργειαν, πᾶσα δὲ δύναμις ἄγεται εἰς ἐνέργειαν, ἀνάγκη ἄρα τὸ καθεῦδον καὶ δύναμιν γρηυορῆσαι ἔχον ἐγρηγορὸς γενέσθαι, καὶ οὐδεὶς ὕπνος ἀνέγερτος. τὰ μὲν οὖν αλλα σχεδὸν πάντα δῆλα κοινωνοῦντα ὕπνου, καὶ πλωτὰ καὶ πτηνὰ καὶ πεζά· καὶ γὰρ τὰ τῶν ἰχθύων γένη πάντα καὶ τῶν μαλακίων ὦπται καθεύδοντα καὶ τἆλλα πάνθ’ ὅδ’ ἔχει ὀφθαλμούς· καὶ γὰρ τὰ σκληρόφθαλμα φανερὰ καὶ τὰ ἔντομα κοιμώμενα, βρακύυπνα δὲ τὰ τοιαῦτα πάντα· διὸ καὶ λανθάνοι ἄν τινα πολλάκις, πότερον μετέκουσι τοῦ καθεύδειν ἤ οὔ. τῶν δ’ ὀστρακοδέρμων κατὰ μὲν τὴν αἴσθησιν οὐδέπω γέγονε φανερόν, εἰ καθεύδουσιν, εἰ δέ τῳ πιθανὸς ὁ λεχθεὶς λόγος, τούτῳ πεισθήσεται. ὅτι μὲν οὖν ὕπνου κοινωνεῖ τὰ ζῷα πάντα, φανερὸν ἐκ τούτων· τῷ γὰρ αἴσθησιν ἔχειν ὥρισται τὸ ξῷον, τῆς δ’ αἰσθήσεως τρόπον μέν τινα τὴν ἀκινησίαν καὶ οἶον δεσμὸν τὸν ὅπνον φαμέν, τὴν δὲ λύσιν καὶ τὴν ἐγεσιν ἐγρήγορσιν. τῶν δὲ φυτῶν οὐδὲν οἶόν τε κοινωνεῖν οὐδετέρου τῶν παθημάτων· ἄνευ μὲν γὰρ αἰσθήσεως οὐχ ὑπάρχει οὔτ’ ὕπνος οὔτ’ ἐγρήγορσις· οἶς δ’ αἴσθησις ὑπάρχει, τούτοις καὶ τὸ λυπεῖσθαι καὶ χαίρειν, οἶς δὲ ταῦτα, καὶ ἐπιθυμία. τοῖς δὲ φυτοῖς οὐδὲν ὑπάρχει τούτων. οὐδεὶς δὲ προσαναγκάσει λόγος ἅδεσθαι ἢ λυπεῖσθαι τὰ φυτὰ ἤ ἔλως ἐπι| θυμεῖν ἣ αἰσθάνεσθαι, οὐδ’ ἔπεται παντὶ θρεπτικῷ τὸ αἰσθητικόν, ὥσπερ τὸ ἔμπαλιν, ἀλλὰ κεκώρισται. σημεῖον ὁ ὅτι καὶ τὸ ἔργον τὸ αὑτοῦ ποιεῖ τὸ θρεπτικὸν μόριον ἐν τῷ καθεύδειν μᾶλλον ἣ ἐγρηγορέναι· τρέφεται γὰρ καὶ αὕξεεται μᾶλλον τότε ὡς οὐδὲν προσδεόμενα πρὸς ταῦτα τῆς αἰσθήσεως. Διὰ τί θὲ καθεύδει καὶ ἐγρήγορε, καὶ διὰ ποίαν τινὰ αἴσθησιν, ἢ καὶ ποίας, εἰ καὶ πλείους, σκετέον. ἐπεὶ δ’ ἔνια μὲν τῶν ζῲων ἔχει τὰς αἰσθήσεις πάσας, ἔνια δ’ οὐκ ἔχουσιν, οἶον ὄψιν, τὴν δ’ ἀφὴν καὶ τὴv γεῦσιν πάντ’ ἔχει, καὶ μάλιστα κοινοτάτη πασῶν ἡ ἀφὴ, ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, ἀδύνατον δ’ ἐστὶν ἁπλῶς ὁποιανοῦν αἴσθησιν αἰσθάνεσθαι τὸ καθεῦδον ζῷον, φανερὸν ὅτι πᾶσιν ἀναγκαῖον ὑπάρχειν τὸ αὐτὸ πάθος ἐν τῷ καλουμένῳ λέγω δὴ τὴν παντελῆ ἀκινησίαν καὶ ἀναισθησίαν. εἰ γὰρ τῷ μὲν τῶν αἰσθήσεων, ὡς εἰπεῖν τῇ ἀκοῇ, ἐνεργοίη, τῇ δὲ μή, μή, τῇ ὄψει, συμβήσεται περὶ ταὺτὸ τὰναντία ἅμα· καθεῦδον γὰρ αἰσθήσεται. τοῦτο δὲ ἀδύνατον. πότερον δὲ πάσας ἐπίσης ἐν τοῖς εἰρημένοις αἰτιατένον παθήμασιν, ἢ τινὰς μὲν μὰλλον, τινὰς δ’ οὔ; ἢ καὶ μίαν μόνην καὶ ἔστιν αὔτη ἡ ἀφή) ὡς ἀναγκαιοτέραν καὶ προτέραν φύσει τῶν ἄλλων καὶ τῇ κοινῇ αἰσθήσει ταυτιζομένην κατὰ τὸ ὑποκείμενον; ἐπεὶ γὰρ ὑπάρχει καθ’ ἑκάστην αἴσθησιν τὸ μέν τι ἵδιον, τὸ δὲ κοινόν, ἴδιον μὲν οἶον τῇ ὄψει τὸ ὁρᾶν, τῇ δ’ ἀκοῇ τὸ ἀκούειν, καὶ ταῖς ἄλλαις ἑκάστῃ κατὰ τὸν αὐτὸν τρόπον, ἔστι δέ τις καὶ κοινὴ δύναμις ἀκολουθοῦσα ταύταις, ᾖ καὶ ὅτι ὁρᾷ καὶ ἀκούι καὶ αἰ|σθάνεται οὐ γὰρ δὴ τῇ γε ὄψει ὁρᾷ ὄτι ὀρᾷ), καὶ κρίνει δὴ καὶ δύναται κρίνειν, ὅτι ἕτερα τὰ γλυκέα τῶν λευκῶν, οὔτε γεύσει οὔτ’ ὄψει ἀμφοῖν, ἀλλά τινι κοινῷ μορίῳ τῶν αἰσθητικῶν πάντων ἣν καὶ κοινὴν ἀπλῶς προσαγοφεεύομεν αἴσθησιν καὶ κυρίως, ἦς καὶ τὸ αἰσθητήριον κοινότατον καὶ κυρίως ἔν, καὶ μία μέν, τῷ δέ γε γόγῳ πλείους καὶ τοσαῦται, ὅσα καὶ ὑποκέίμενα ταῖς καθ’ ἔκαστα· ἔτερον γὰρ ψόφου χρῶμα καὶ ἀμφοτέρων ὀσμή) ὑτάρκει δ’ αὕτη ἄμα καὶ πρώτως μάλιστα τῷ ἀπτικῷ τοῦτο μὲν γὰρ χωρίζεται τῶν ἄλλων αἰσθητηρίων, τὰ δ’ ἄλλα τούτου ἀχώριστα. εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς Περὶ ψυχῆς θεωρήμασι), φανερόν, ὅτι ὅτι τούτου ἐστὶ ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος, τῆς κοινῆς δηλαδὴ αἰσθήσεως περὶ τὸ κοινὸν αἰσθητήριον, τὴν καρδίαν. τῇ ἁφῇ δὲ κατὰ τὸ ὑποκείμενον τὴν συνήψαμεν αἴσθησιν, διὸ καὶ πᾶσιν ὑπάρχει τοῖς ξῲοις· καὶ γὰρ ἡ ἀφὴ μόνη πᾶσιν. ὄτι δὲ ἀργία μόνης καὶ πρώτης ἁφῆς ἥπνος, καὶ οὐχ ἀπλῶς κοινῶς τῶν αἰσθήσεων, ἐντεῦθεν ἄν εἴη δῆλον· εἰ γὰρ μὴ ἀνάγκη ἄμα πάσας ἐνεργεῖν, οὐδὲ ἄμα πᾶσαι ακινητίσουσιν. ἀλλὰ μὴν τὸ πρῶτον τίς γὰρ ἀνάγκη τὸν ὁρῶντα εὐθὺς καὶ ακούειν ἢ τὸν γευόμενον ὁρᾶν) καὶ τὸ δεύτερον ἄρα. τοὐναντίον γὰρ εὐλογώτερον αὐταῖς συμβαίνιν ἔμελλε τὸ ἄμα πάσας ἐνεργεῖν ἤπερ ἄμα ἀκιντίζειν. εἰ δὲ ἄμα ἐνεργεῖν οὐκ ἐνδέκεται, ὅ μᾶλλον εὔλογον, τολλῷ μᾶλλον οὐδὲ ἀκινητίζειν. ἔπεται μέντοι τῷ τὴν ἀφὴν ἀργεῖν καὶ πάσας. πάσας. οὐ μήν ἐκ τῆς πασῶν ἀργίας ὁ ὕπνος ἐστίν, ἀλλ᾿ ἐκ μόνης τῆς πρώτης τῆς ἁπτικῆς. τοῦ γὰρ κυρίου τῶν ἄλλων αἰσθητηρίων καὶ πρὸς συν|τείνει τὰ ἄλλα πεπονθότος τι συμπάσχειν ἀνάγκη καὶ τὰ λοιπὰ πάντα, ἐκείνων δέ τινος ἀδυνατοῦντος οὐκ ἀνάγκη τοῦτο ἀδυνατεῖν. Ἔτι δ᾿ ἐκ τῶνδε μᾶλλον φανερώτερον ὡς οὐκ ἐν τῷ τὰς αἰσθήσεις ἀργεῖν καὶ μὴ χρῆσθαι αὐταῖς ὁ ὕπνος, οὐδ᾿ ἐν τῷ μὴ δύνασθαι αἰσθάνεσθαι. ἐν γὰρ ταῖς λειποψυχίαις τοιοῦτόν τι συμβαίνει· ἀδυναμία γὰρ αἰσθήσεων πασῶν ἡ λειποψυχία, ὕπνος δ᾿ οὔ. γίνονται δὲ καὶ ἔκνοιαί τινες τοιαῦται· οἱ γὰρ μαινόμενοι οὔθ᾿ ὁρῶσιν οὔτ᾿ ἀκούουσιν οὔτ᾿ ἄλλην τινὰ αἰσθάνονται νονται αἴσθησιν· πῶς γάρ, οἳ τὰς σάρκας τὰς ἑαυτῶν κατεσθίοντες οὐδεμιᾶς ὀδύνης λαμβάνουσιν αἴσθησιν; καὶ τὰς ἐν τῷ αὐχένι δὲ δύο φλέβας εἴ τις δήσει, ἀναισθητεῖ τὸ ζῷον· ὕπνος δ᾿ οὐκ ἔστιν, ἀλλ᾿ ὅταν ἡ ἀδυναμία τοῦ αἰσθάνεσθαι μήτε ἔν τινι τῶν αἰσθητηρίων γένηται (τύχοι γὰρ ἄν τινος πηρωθῆναι τὰ αἰσθητήρια καὶ ἀδυνατεῖν αἰσθάνεσθαι, καὶ οὐ καθεύδειν τοῦτό μήτε δι᾿ ἣν ἔτυχεν αἰτίαν, ἀλλά, καθάπερ εἴρηται νῦν, ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, τῇ καρδίᾳ, καὶ τῇ πρώτῃ αἰσθήσει καὶ διὰ τὴν ὑπερβολὴν τοῦ ἐγρηγορέναι, τοῦτό ἐστιν ὁ ὕπνος. ὅταν μὲν γὰρ τοῦτο ἀδυνατήσῃ, ἀνάγκη καὶ τοῖς αἰσθητηρίοις πᾶσιν ἀδυνατεῖν αἰσθέσθαι, ὅταν δὲ ἐκείνων τι, οὐκ ἀνάγκη τούτῳ. Τούτων οὕτω διωρισμένων λεκτέον ἤδη καὶ δι᾿ ἣν αἰτίαν καθεύδειν συμβαίνει, καὶ ποῖόν τι τὸ πάθος ἐστίν. ἐπεὶ δὲ τρόποι πλείονες τῆς αἰτίας (τέσσαρας γὰρ τοὺς κυριωτέρους ἐν τοῖς φυσικοῖς ἀποδεδώκαμεν· καὶ γὰρ τὸ τίνος ἕνεκα τελικὸν αἴτιον ἐκεῖσε ἐλέγομεν, καὶ ποιητικὸν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, καὶ τὸν λόγον καθ᾿ ὃν τὸ πρᾶγμα γί|νεται εἰδικόν, καὶ ἐπὶ πᾶσι τὴν ὕλην, ἐξ οὗ ἐνυπάρχοντος ἀποτελεῖταί τι), εἴη ἂν ὕπνου μὲν αἰτία ὡς οὗ ἕνεκα ἡ σωτηρία τῶν ζῴων καὶ ἀνάπαυσις, ποιητικὴ δὲ ἡ τοῦ καρδιακοῦ πνεύματος κίνησις, ὑλικὴ δὲ ἡ παλίρροια τῆς ἀναχθείσης ἀναθυμιάσεως πρὸς τὰ κάτω, καὶ εἰδικὸν ἡ τοιαύτη τῶν ἐκτὸς καὶ ἐντὸς μελῶν καὶ μερῶν σύμπτωσις καὶ διάθεσις. ἔχει γὰρ ὧδε. πρῶτον μὲν οὖν ἐπειδὴ λέγομεν τὴν φύσιν ἕνεκά του ποιεῖν, τοῦτο δ᾿ ἀγαθόν τι, τὴν δ᾿ ἀνάπαυσιν ἀναγκαίαν εἶναι καὶ ὠφέλιμον τῷ πεφυκότι κινεῖσθαι, μὴ δυναμένῳ δ᾿ ἀεὶ καὶ συνεχῶς κινεῖσθαι μεθ᾿ ἡδονῆς, δῆλον ὡς σωτηρίας τῶν ζῴων ὁ ὕπνος ἕνεκα· ὅθεν καὶ δι᾿ αὐτὴν τὴν ἀλήθειαν τῷ ὕπνῳ τὴν μεταφορὰν ταύτην προσάπτουσιν, ἀνάπαυσιν μόνον τῶν ἄλλων λέγοντες. ἡ δ᾿ ἐγρήγορσις τὸ τέλος· τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν πᾶσι τέλος, οἷς ὑπάρχελ θάτερον αὐτῶν· βέλτιστα γὰρ ταῦτα, τὸ δὲ τέλος βέλτιστον, τέλος δὲ ἀλόγοις μὲν αἴσθησις, ἀνθρώποις δὲ φρόνησις. ἔτι δ᾿ ἀναγκαῖον ἑκάστῳ τῶν ζωῴν ὑπάρχειν τὸν ὕπνον διὰ τὴν τοιάνδε ὕλην, ἣν καὶ ἐξ ὑποθέσεως ἀνάγκην λέγειν εἰώθαμεν. εἰ γὰρ ζῷον ἔσται ἔχον τὴν φύσιν αὑτοῦ, ἐξ ἀνάγκης τινὰ ὑπάρχειν αὐτῷ δεῖ, καὶ τούτων ὑπαρχόντων ἕτερα ὑπάρχειν. οἷον ὑποτεθέντος τοῦ ζῷον εἶναι ἕπεται ἐξ ἀνάγκης τὸ τρέφεσθαι, τρεφομένου δὲ ἀναθυμίασιν γίνεσθαι, ταύτης δὲ τελεσθείσης ὕπνον. ἔτι δὲ ποίας κινήσεως καὶ πράξεως ἐν τῷ σώματι γινομένης συμβαίνει τὸ ἐγρηγορέναι καὶ τὸ καθεύδειν τοῖς ζῴοις, καὶ ὅλως περὶ τοῦ ποιητικοῦ αἰτίου μετά ταῦτα λεκτέον. ἔσται δὲ ὁ περὶ αὐτοῦ λόγος μακρότερος. πρότερον δὲ ταῦτα λέγομεν, ὡς μὲν ἄλλοις καθάπερ τοῖς ἀναίμοις ὑποληπτέον· εἶναι τὰ | αἴτια τοῦ πάθους ἢ τὰ αὐτὰ ἢ τὰ ἀνάλογον, τοῖς δ᾿ ἐναίμοις ἅπερ τοῖς ἀνθρώποις, ὥστ᾿ ἐκ τούτων ὡς ἐγγυτέρω καὶ περὶ πάντων θεωρητέον. ὅτι μὲν οὖν ἡ τῆς αἰσθήσεως ἀρχὴ γίνεται ἀπὸ τοῦ αὐτοῦ μέρους τοῖς ζῴοις, ἀφ᾿ οὗπερ καὶ ἡ τῆς κινήσεως, διώρισται πρότερον ἐν ἑτέροις. αὕτη δέ ἐστι τριῶν διωρισμένων τόπων ὁ μέσος κεφαλῆς καὶ τῆς κάτω κοιλίαις. τοῖς μὲν οὖν ἐναίμοις τοῦτ᾿ ἐστὶ τὸ περὶ τὴν καρδίαν μέρος· πάντα γὰρ τὰ ἔναιμα καρδίαν ἔχει, καὶ ἀρχὴ ἄρα τῆς κινήσεως καὶ τῆς αἰσθήσεως τῆς κυρίας ἐντεῦθέν ἐστι. τῆς μὲν οὖν κινήσεως φανερὸν ὅτι καὶ ἡ τοῦ πνεύματος ἀρχὴ καὶ ὅλως ἡ τῆς ψύξεώς ἐστιν ἐνταῦθα, καὶ το ἀναπνεῖν καὶ τὸ τῷ ὑγρῷ ψύχεσθαι πρός γε τὴν σωτηρίαν τοῦ ἐν τούτῳ μορίῳ θερμοῦ ἡ φύσις πεποίηκε. ῥηθήσεται δὲ περὶ αὐτῆς ὕστερον καθ᾿ αὑτήν. τοῖς δ᾿ ἀναίμοις καὶ τοῖς ἐντόμοις καὶ μὴ δεχομένοις πνεῦμα ἐν τῷ ἀνάλογον λογον τὸ σύμφυτον πνεῦμα ἀναφυσώμενον καὶ συνιζάνον φαίνεται. δῆλον δὲ τοῦτο ἐπὶ τῶν ὁλοπτέρων, οἷον σφηκῶν καὶ μελισσῶν, καὶ ἐν ταῖς μυίαις καὶ ὅσα τοιαῦτα. ὁρῶμεν γὰρ φανερῶς ἐν τούτοις τὸ μέρος τὸ ἐν τῇ τομῇ ἐγγίζον εὐρυνόμενον καὶ συστελλόμενον. ἐπεὶ δὲ κινεῖν μέν τι ἢ ποιεῖν ἄνευ ἰσχύος ἀδύνατον, ἰσχὺν δὲ ποιεῖ ἡ τοῦ πνεύματος ἐποχὴ καὶ κάθεξις, ἔσται τοῖς μὲν εἰσφερομένοις καὶ ἀναπνέουσιν ἡ θύραθεν, τοῖς δὲ μὴ ἀναπνέουσιν ἡ σύμφυτος. διὸ καὶ βομβοῦντα φαύνεται τὰ περβωτά, ὅταν κινῆται· τριβομένου γὰρ τοῦ συμφύτου πνεύματος ἐν τῇ πτήσει καὶ προσπίπτοντος ἐν τῷ ὑποζώματι τῶν ὀλοπτέρων βομβεῖ. οὐ γὰρ ὁ ἔξω ἀήρ ἐστιν ὁψοφῶν, | ἀλλὰ τὸ σύμφυτον πνεῦμα. γίνεται δὲ βόμβος καὶ διὰ τοῦ ἔξω τοις ἐντόμοις τοῖς ἔχουσι σκίσμα ὑπὸ τὸ ὁπόξωμα. κινεῖται ται δὲ ἅπαν αἰσθήσεώς τινος γινομένης οἰκείας ἢ ἀλλοτρίας ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, οἰκείας μὲν λέγομεν διὰ τὴν οἴκοθεν ὁρμήν (κινούμεθα γὰρ καὶ ὑπό τινων ἐν ἠμῖν φαντασμάτων), άλλοτρίας δὲ διὰ τὴν ἔξωθεν, δηλαδὴ τὴv ἀπὸ τῶν αἰσθητῶν. φανερὸν οὖν ἐκ τούτων, ἐν ᾦ τόπῳ καὶ ἐν ᾦ μορίῳ πρώτῳ ὁ ὕπνος γίνεται καὶ ἡ ἔγρήγορσις. ἐν ἐκείνῳ γὰρ οὖ τάθη, τῆς δὲ καρδίας εἰσὶ πάθη, καὶ ἐν ταύτῃ ἄρα. κινοῦνται ἔνιοι καθεύδοντες καὶ ποιοῦσι πολλὰ ἐγρηυορικά, οὐ μέντοι ἄνευ φαντάσματος καὶ αἰσθήσεώς τινος· τὸ γὰρ ἐνύπνιόν ἐστιν αἴσθημα τρόπον τινά. λεκτέον δὲ περὶ αὐτῶν ὕστερον. διότι δὲ μὲν ἐνύπνια μνημονεύουσιν ἐγερθέντες, τἀς δ’ ἐγρηγορικὰς πράξεις οὐ μνημονεύουσιν, ἐν τοῖς Προβληματικοῖς ἡμῖν ειρηται. Τούτων οὖν προδιωπισμέων ἐκόμενον ὦρ εἰρημένων ἐστὶν εἰπεῖν, τίνων γινομένων καὶ πόθεν ἡ ἀρχὴ τοῦ πάθους γίνεται, τοῦ ἔγρηγορέναι καὶ τοῦ καθεύδειν· ἴσως γὰρ τὴν ποιοῦσαν αἰτίαν ἐν τούτοις ἄν μᾶλλον εὑρήσοιμεν καὶ τὴν ὑλικὴν τελεῶτερον. φανερὸν οὖν ὡς ἀναγκαῖον τῷ ζώῳ, ὄταν αἴσθησιν ἔχῃ, τότε πρῶτον ᾖ ζῷον τροφήν τε λαμβάνειν καὶ αὔξησιν. τρέφεται γὰρ καὶ ἔμβρυον ὄν, ἀλλ’ οὐχ ᾗ ζῶον, ἀλλ’ ᾖ φυτόν· ἐπειδὰν δὲ αἴσθησιν λάβῃ, τότε πρῶτον τρέφεται ᾖ ζῶον. ἐγγίνεται δὲ αὐτῷ ἡ αὐσθητικὴ ὑστέρα ἀποτεκθέντι. τροφὴ δέ ἔστι πᾶσιν ἡ ἐσκάτη τοῖς μὲν ἐναίμοις ἡ τοῦ αἴματος φύσις, τοῖς δ’ ἀναίμοις τὸ ἀνάλογον. τόποι δ’ αἵματος αἱ φλέ|βες, τούων δ’ ἀρχὴ ἡ καρδία. φανερὸν δὲ τὸ λεχθὲν ἐκ τῶν ἀνατομῶν. τῆς μὲν οῦν θύραθεν τροφῆς εἰσιούσης εἰς τοὺς δεκτικοὺς τόπους, κοιλίαν κέγω καὶ ἔντερα, γίνεται ἡ ἀναθυμίασις εἰς τὰς φλέβας, ὑφ’ ὦν ἄποκομισθεῖσα ἐν τῷ ἥπατι ἐκεῖσε μεταβάλλουσα ἐξαιματουται, τοῦται, ἐκεῖθεν δὲ πορευθεῖσα ἐπὶ τὴν ἀρκήν, τὴν καρδίαν, κυρίως πέττεται καὶ αἶμα τέλειον γίνεται· τῶν γὰρ ρλεβῶν αἱ μὲν ἐπὶ τὴν καρδίαν φέρονται, αἱ δὲ ἐκεῖθεν ἄρχονταιι. κομίζουσι γὰρ αἱ μὲν ἔσπερ τινὲς διάκονοι πρὸς αὐτὴν ἀπὸ τῶν περὶ ἦπαρ τόπων τὸ ἀκατέργαστον αἶμα καὶ ἄπεπτον, ἤτις δεχομένη τέττει καὶ κατεργάξεται· αἱ δὲ τὴν χρείαν ἀποπληροῦσιν ἐπὶ τὸ ἔμπαλιν μετὰ τὴν τἐψιν καὶ κατεργασίαν ἐπὶ τὸ ἄπαν σῶμα παραπομπήν. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς περὶ τροφῆς, νῦν νῦν ἀναληπτέον ὑπὲρ αὐτῶν τούτου χάριν, ὅπως τὰς ἀρχὰς τῆς κινήσεως θεωρήσωμεν, καὶ τί πάσχοντος τοῦ μορίου τοῦ αἰσθητικοῦ συμβαίνει ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος. οὐ γάρ ἐστιν ὁ ὕπνος ἡτισοῦν ἀδυναμία τοῦ αἰσθητικοῦ, καθάτερ εἴρηται· καὶ γὰρ ἔκνοια καὶ πνιγμός τις καὶ λειποψυχία τοιεῖ τὴν τοιαύτην ἀδυναμίαν, ἤδη γεγενταί τισι καὶ φαντασία λειποψυχήσασιν ἰσχυρῶς καὶ ὁρῶσι. τοῦτο μὲν οὖν ἔχει καί τινα ἀπορίαν· εἰ γὰρ ἐνδέκεται καταδαρθάνειν τὸν λειποψυχήσαντα, ἐνδέκοιτ’ ἄν καὶ ἐνύπνιον εἶναι τὸ τούτου φάντασμα. ἀλλ’ οὐ τὸ πρῶτον, οὐδὲ τὸ δεύτερον ἄρα. δῆλον γὰρ ὡς τῶν μὲν ἐνπνίων εἰ καὶ μὴ πάντων ἀλλὰ τῶν πλείστων ἐγερθέντες μνημονεύομεν, οὐδενὸς δὲ τῶν ἐν ταῖς γειποψυκίαις μνημονεύουσι φαντασμάτων μετὰ τὴν ἀπαλλαγήν. πολλὰ πολλὰ δέ ἐστιν ἃ λέγουσιν ἐν τῷ καιρῷ οἱ σφόδρα λειποψυχήσαντες καὶ δόξαντες τεθνάναι, | ὦν οὐδενὸς ἐγερθέντες μνημονεύουσιν. οὐκ ἄρα ἐνύπνια τὰ ἐκείνων φαντάσματα, ὥστε οὐδὲ ὅπνος ἡ ἐπίληψις. τὰ αὐτὰ δὲ δεῖ λέγειν καὶ περὶ πνιγμοῦ καὶ ἐκνοίας καὶ τῶν ὁμοίων. Αλλὰ γάρ, ἕσπερ εἴπομεν, οὔκ ἐστιν ὁ ὕπνος ἀδυναμία πάσα τοῦ αἰσθητικοῦ, ἀλλ’ ἐκ περὶ τὴν τροφὴν ἀναθυμιάσεως γίνεται τὸ πάθος τοῦτο· ἀναγκαῖον γὰρ τὸ ἀναθυμιώμενον ὠθούμενον μέχρι που ὠθεῖσθαι, εἶτα ἀντιστρέφειν καὶ μεταβάλλειν καθάπερ εἴριπον· τὸ γὰρ θερμὸν ἐκάστου τῶν αῲων πρὸς τὸ ἄνω πέφυκεν αἴρεσθαι, ὅταν δ’ ἐν τοῖς ἄνω τόποις γένηται καὶ ὐπὸ τῆς τοῦ ἐγκεφάλου κράσεως ἐαυτοῦ ψυκρότερον ἀποτελεσθῇ, ἀθρόον πάλιν ἀντιστρέφει καὶ κάτω φέρεται ἐπὶ τὴν καρδίαν καὶ καταψύχει τὸ ἐν αὐτῇ θερμόν, καὶ οὅτω καθεύδει τὸ αῷον. διὸ γίνονται μάλιστα οἱ ὔπνοι ἀπὸ τροφῆς· ἀθρόον γὰρ πολὺ τό τε ὑγρὸν καὶ τὸ σωματῶδες φέρεται. ἔως μὲν οὖν ἱστῆται ἐν τῇ κεφαλῇ, βαρεῖ αὐτήν (διὸ καὶ κινοῦμεν αὐτὴν τῇδε κἀκεῖσε νυστάζοντες), ἡνίκα δὲ ῥέψει ἀντιστρέψαν τὸ θερμὸν τὸ ἀγαγὸν ἄνω τὰ ὑγρὰ σωματώδη, συρρέουσιν ἄμα αὐτῷ καὶ ταῦτα, καὶ οὔτω γίνεται ὁ ὕπνος, καὶ τότε τὸ ζῷον καθεύδει. σημεῖον δέ, ὡς τὰ ὐγρὰ καὶ σωματώδη βαρυνουσι τὴν κεφαλήν, καὶ ἀπὸ τῶν ὑπνωτικῶν· πάντα γὰρ ἐπιδήλως καρηβαρεῖν ποιοῦσι τῇ παχύτητι τῆς ἀναφορᾶς τῶν παρ’ αὐτοῖς σωματοειδῶν ὑγρῶν, καὶ τὰ ποτὰ καὶ βρωτά, μήκων, μανδραγόρας, οἶνος, αἶραι. γένεται οὖν μετὰ τὰ σῖτα μάλιστα τοιοῦτος ὁ ὕπνος (πολλὴ γὰρ ἡ ἀπὸ τῶν σίτων ἀναθυμίασις), γίνεται δὲ καὶ ἐκ κόπων ἐνίων· ὁ μὲν γὰρ κόπος συντηκτικόν, τὸ δὲ | σύντηγμα γίνεται ὤσπερ τροφὴ ἌΠΕΠΤΟς, ἄν μὴ ψυχρὸν ᾖ· τὰ γὰρ ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις ἐνόντα περιττώματα ἡ παρὰ τοῦ κόπου θερμότης συντήξασα ἦσεν ἐπὶ τὸν ἄνω τόπον καὶ τὸν ὔπνον ἐποίησε. καὶ νόσοι δέ τινες αἀτὸ τοῦτο τοιοῦσιν, ὅσαι ἀπὸ περιττώματος ὑγροῦ καὶ θερμοῦ, οἶον συμβαίνει τοῖς πυρέττουσι καὶ ἐν τοῖς ληθάργοις. ἔτι δὲ ἐν τῇ πρώτῃ ἠλικίᾳ μᾶλλον ὁ ὔπνος ἣ ταῖς ἄλλαις· τὰ γὰρ παιδία καθεύδει σφόδρα διὰ τὸ τὴν τροφὴν ἄνω φέρεσθαι πᾶσαν. σημεῖον δὲ τὸ ὑπερβάλλειν τὸ μέγεθος τῶν ἄνω πρὸς τὰ κάτω κατὰ τὴν πρώτην ἠλικίαν διὰ τὸ ἐπὶ ταῦτα γίνεσθαι τὴν αὔξησιν. ἐν οἶς γὰρ πλείων ἡ τροφή, μείζω ταῦτα. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ ἐπιληπτικὰ γίνεται· ὅμοιον γὰρ ὁ ὕπνος ἐπιλήψει· ἐκάτερον γὰρ ἀργία αἰσθήσεων. διὸ καὶ συμβαίνει τισὶν ἡ ἀρχὴ τούτου τοῦ τάθους καθεύδουσι, καὶ καθεύδοντες μὲν ἁλίσκονται, ὅταν καὶ δἐῃ τοῦτο παθεῖν, ἐγρηγορότες δ’ οὔ. πολὸ γάρ, ὡς εἴρηται, φερόμενον τὸ πνεῦμα ἄνω ἐν τοῖς ὕπνοις, καταβαῖνον πάλιν ὥσπερ εὔριπος ὀγκοῖ τὰς φλέβας· ἀνάγκη γὰρ τούτου μὲν κατιύντος ἑτέρου δ’ ἀνιόντος διὰ τὸ ἄμα γίνεσθαι τὴν ἀπάτμισιν κάτω, τὴν δὲ κατάπτυξιν καὶ σύστασιν ἄνω ἐξογκοῦσθαι τὰς φλέρας, ὑφ’ ὦν συνθλίβεσθαι καὶ συστέλλεσθαι τὸν τῆς ἀναπνοῆς πόρον· στενωθέντος ἀνάγκη μὴ γίνεσθαι εἰσπνοήν, καὶ ἐντεῦθεν ἐπίληψις. ἐπεὶ δὲ τοῖς παιδίοις τὰ ἄνω πλήρη τροφῆς, ταὐτὸν δὲ εἰπεῖν πνεύματος ἐκ τροφῆς ἀναδοθείσης, πνευματώδης δὲ καὶ ὁ οἶνος καὶ τούτου μάλλον ὁ μέλας, συμγέρει αὐτοῖς οὐδὲ ταῖς ταῖς τίτθαις· διαφέρει γὰρ οὐδὲν ἴσως αὐτὰ πίνειν ἢ τὰς τίτθας, ἀλλὰ δεῖ πίνειν ὑδαρώδη καὶ ὀλίγον. οὔτω δὲ τὰ ἄνω πλήρη | τροφῆς τοῖς παιδίοις, ὥστε πέντε μηνῶν οὐδὲ στρέφουσι τὸν αὐχένα. ὅμοιον δὲ τὸ πάθος τοῖς σφόδρα μεθύουσιν· ὐγρότης γὰρ ἐπ’ ἀμφρῖν ἐπὶ τὰ ἄνω ἀνηνέχθη πολλή. εὔλογον δὲ τοῦτο τὸ πάθος αἴτιον εἶναι λέγειν καὶ τοῦ ἡρεμεῖν ἐν ταῖς μήτραις τὰ ἔμβρυα τὸ πρῶτον. Καὶ τὸ ὅλον δὲ φίλυπνοι οἱ ἀδηλόφλεροι καὶ οἱ νανώδεις καὶ οἱ μεγαλοκέφαλοι. τῶν μὲν γὰρ αἱ φλέβες στεναὶ καὶ λεπταί, ὅθεν κατελθὸν τὸ πνεῦμα ἀπὸ τῆς κεφαλῆς ῥᾳδίως ἐπλήρωσε· τὸ γὰρ μικρὸν τὰχιον τληροῦται. ροῦται. διὰ τοῦτο δὲ ψυχρῶν τῶν φλαβῶν γενομένων (καὶ γὰρ αἱ κοιλίαι γὰρ θερμότητος εἰς τὸ διαρρεῦσαι καὶ σκεδασθῆναι), χρονίζοντος δὲ τοῦ πνεύματος ἐξ ἀνάγκης γίνεται καὶ ὁ ὕπνος μακρότερος· ἄλλως τε ὥσπερ τὸ ὕδωρ διὰ στενῶν σωλήνων βραδέως ἐξέρκεται, διὰ δὲ τῶν εὐρέων τάχιον, οὕτω καὶ τὸ πνεῦμα σωματῶδες βράδιον ἐξελεύσεται διὰ τῶν πόρων. οἱ μὲν οὖν ἀδηλόφλεβοι διὰ τοῦτο φίλυπνοι. τοῖς δὲ νανώδεσι καὶ μεγαλοχεφάλοις ἡ ἄνω ὁρμὴ πολλὴ καὶ ἀναθυμίασις· τὰ γὰρ μεγάλα πολλῆς δεῖται τροφῆς, ἵνα πληρωθῇ καὶ κορτασθῇ. πολλῆς οὖν ἄνω γινομένης ἔπεται τὸ καὶ κάτω πολλῆν γίνεσθαι τὴν παλίρροιαν, τὸ δὲ πολὺ ἀπὸ τῆς αὐτῆς ἴςως θερμότητος βγρδέως πέττεται καὶ κρατεῖται. οἱ δὲ φλεβώδεις οὐχ ὐπνωτικοὶ δι’ εἴροιαν τῶν πόρων. ἄν μή τι ἄλλο πάθος ἔχωσιν ὑπενανίον, οὐδ’ εἱ μελαγχολικοί· κατέψυκται γὰρ ὁ εἴσω τόπος, ὥστε οὐ γίνεται πλῆθος αὐτοῖς ἀναθυμάσεως. διὰ τοῦτο γὰρ βρωτικοὶ ξηροὶ ὄντες. ὥσπερ γὰρ οὐδ’ ἀπολελαυκότα διάκεται τὰ σώματα αὐτοῖς ἐοικότα ξύλοις ἐν ἀνίκμῳ κώρᾳ οὖσιν. ἡ γὰρ μέλαινα χολὴ φύσει ψυχρὰ οὖσα | καὶ τὰ θρεπτικά, κοιλίαν, ἦπαρ, ψυχρὰ ποιῖ καὶ τὰ ἄλλα μόρια, ὄπου ἄν ὑπάρχῃ ἡ δύναμις τοῦ τοιούτου περιττώματος. ἐπεὶ δὲ ἀναγινώσκοντες καὶ νοοῦντες πολλάκις νυστάξομεν, ἰστέον ὠς ἀἴτιον τὸ ἐν κινήσει καὶ φροντίδι τότε τὴν διάνοιαν εἶναι· ἀπεπτούσης γὰρ διὰ τοῦτο τῆς τροφῆς ἀνάγκη πακεῖαν εἶναι τὴν ἀνιοῦσαν καὶ κατιοῦσαν ἀπμίδα. ὤστε φανερὸν ἐκ τῶν εἰρημένων, ὅτι ὁ ὑπνος σύνοδός τις τοῦ θερμοῦ εἴσω τῆς καρδίας καὶ ἀντιπερίστασις φυσικὴ διὰ τὴν εἰρημένην αἰτίαν. ὅθεν δ’ ἐκλείπει τὸ θερμόν, καταψύχεται, καὶ διὰ ψύξιν καταπίπτει βλέφαρα· τὰ γὰρ συνέχον πάντα τὰ μέρη καὶ κινοῦν καὶ ὀρθοῦν τὸ θερμόν ἐστι. κατέψυκται οὖν ἐν τῷ ὕπνῳ τὰ ἄνω καὶ τὰ ἔξω καὶ κύκλῳ παντὸς τοῦ σώματος, τὰ δ’ ἐντὸς καὶ τὰ κάτω θερμά, οἶον τὰ περὶ τοῦς πόδας καὶ τὰ εἴσω. Καίτοι τοῦτό τις ἀπορήσειεν ἄν, διὰ τί μετὰ τὰ σιτία ἰσχυρότερος ὁ ὕπνος καί ἐστιν ὑπνωτικὸς οὖνος καὶ ἄλλα τοιαύτην ἔχοντα θερμότητα. ἔστι δ’ οὐκ εὔλογον τὸν μὲν ὕπνον εἶναι κατάψυξιν, τὰ δ’ αἴτια τοῦ καθεύδειν θερμά. ἢ τοῦτο συμβαίνει πρῶτον μέν, ὅτι ὥστερ ἡ κοιλία κενὴ μὲν οὖσα θερμή ἐστιν, ἡ δὲ πλήρωσις αὐτῆς καταψύχει (ἐπιπνίγει γὰρ καὶ σβέννυσι τὸ θερμὸν ἡ τῶν βρωμάτων πλήρωσις, ὥσπερ καὶ τὸ πῦρ τὸ τῶν ξύλων πλῆθος), οὕτω καὶ αἱ φλέβες καὶ οἱ ἐν τῇ κεφαλῇ πόροι καταψύχονται τῷ πλήθει τῆς ἀναφερομένης ἀναθυμιάσεως, τούτου δὲ γενομένου συνίσταται ἡ ἀναθυμίασις καὶ κάτω ῥεῖ, καὶ διὰ τοῦτο μετὰ τὰ σιτία ὕπνος. δεύτερον δὲ ὥσπερ τοῖς προσχεομένοις τὸ θερμὸν ἐξαίφνης φρίκη γίνεται (τοῦ γὰρ θερμοῦ προσχεομένου τὸ ἐκτὸς ψυχρὸν ἀντιπεριιστάμενον εἰς ἓν καὶ ἀθροιζόμενον τῇ φυγῇ εἴσω ποιεῖ φρίκην), οὕτω κἀ|κεῖ ἀνιόντος τοῦ θερμοῦ ἐπὶ τὴν κεφαλὴν ἀθροιζόμενον τὸ ἀπὸ τοῦ ἐγκεφάλου διαδιδόμενον εἰς τοὺς τόπους ἐκείνους ψυχρὸν εἰς ἓν καὶ ἰσχυρότατον γινόμενον διὰ τὴν εἰς ἓν ἄθροισιν καταψύχει καὶ τὸ κατὰ φύσιν ἐκεῖσε ἀναχθὲν ὑγρὸν καὶ θερμὸν ποιεῖ ἐξαδυνατεῖν καὶ συνίστασθαι καὶ ὑποχωρεῖν κάτω. καὶ πρὸς τούτοις ὥσπερ τὸ πῦρ ἐπιτιθεμένων τῶν ξύλων σβέννυται, οὕτω πολλῆς ἐμπιπτούσης τροφῆς καταψύχεται καὶ οἷον σβέννυται τὸ ἐν καρδίᾳ θερμόν, ἕως ἂν καταπεφθῇ ἡ τροφή. γίνεται γὰρ ὁ ὕπνος, ὥσπερ εἴρηται, ἐν τῇ ἀνθυποστροφῇ πρὸς τὴν ἀρχῆν τοῦ σωματώδους ὑγροῦ τῶν ὑπὸ τοῦ θερμοῦ ἀναφερομένου διὰ τῶν φλεβῶν πρὸς τὴν κεφαλήν. ὅταν γὰρ μηκέτι δύνηται ἄνω εἶναι τὸ ἀναχθέν, ἀλλὰ τῷ πλήθει ὑπερβάλλῃ καὶ βαρύνῃ καὶ πρὸς τούτοις δὲ ψυχθῇ, πάλιν ἀνταπωθεῖ καὶ κάτω ῥεῖ. διὸ καὶ καταπίπτουσι νυστάζοντε οἱ ἄνθρωποι ὑποσπωμένου καὶ κάτω ῥέοντος τοῦ θερμοῦ τοῦ ἀνάγοντος καὶ ἱστῶντος. ὁ μὲν οὖν ἄνθρωπος κείμενος ὑπνώττει διὰ τὸ μόνον τῶν ζῴων ὀρθὸν εἶναι, καὶ ἐπιπεσὼν πρῶτα μὲν ἔκνοιαν ποιεῖ καὶ παντελῆ ἀναισθησίαν, ὕστερον δὲ φαντασίαν. ἢ αἱ μὲν εἰρημέναι λύσεις ἐνδεχόμεναί εἰσι καὶ πρὸς τὸ πιθανὸν ἐκδέδονται μᾶλλον ἢ τὸ ἀληθές, ἐκείνη δὲ κυρίως ἔσται, καὶ τοῦτο τοῦ ὑπνώττειν μᾶλλον ἀληθέστερον αἴτιον. ὁ γὰρ περὶ τὸν ἐγκέφαλον τόπος, ὥσπερ ἐν ἄλλοις εἴρηται, πάντων τυγχάνει ψυχρότατος τῶν ἐν τῷ σώματι, τοῖς δὲ μὴ ἔχουσι τὸ ἀνάλογον τούτου μόριον. ὥσπερ δὲ τὸ ἀπατμίζον ὑγρὸν ἐκ γῆς καὶ τῶν ὑδάτων ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος, ὅταν ἔλθῃ εἰς τὸν ἄνω | τόπον, διὰ τὴν ψυχρότητα αὐτοῦ καταψύχεται καὶ συστὰν καταφέρεται γινόμενον πάλιν ὕδωρ, οὕτως ἐν τῇ ἀναφορᾷ τοῦ θερμοῦ τῇ πρὸς τὸν ἐγκέφαλον ἡ μὲν περιττωματικὴ ἀναθυμίασις εἰς φλέγμα συνίσταται (διὸ καὶ οἱ κατάρροι φαίνονται γινόμενοι ἐκ τῆς κεφαλῆς), ἡ δὲ τρόφιμος καὶ μὴ νοσώδης καταφέρεται καὶ συνισταμένη καταψύχει τὸ θερμόν. πρὸς δὲ τὸ καταψύχεσθαι καὶ μὴ δέχεσθαι ῥᾳδίως τὴν ἀναθυμίασιν συμβάλλεται καὶ ἡ στενότης καὶ λεπτόης τῶν περὶ ἐγκέξαλον φλεβῶν. διὰ γὰρ τὴν λεπτότητα ἀλιγόθερμα, τὸ δὲ ὀλίγον εὐπαθέστερον. Τῆς μὲν οὖν καταψύξεως τοῦτ’ ἐστὶν αἴτιον καὶ τοῦ ὕπνου. ἐγείρεται δ’ ὅταν πεφθῇ καὶ κρατήσῃ ἡ συνεεωσμένη θερμότης ἐν ὀλίγῳ πολλὴ ἐκ τοῦ περιετῶτος καὶ διακριθῇ τό τε σωματωδέστερον αἶμα καὶ τὸ καθαρώ· τατον. ἔστι δὲ λεπτότατον μὲν αἶμα καὶ καθαρώτατον τὸ ἐν τῇ κεφαλῇ, παχύτατον δὲ καὶ θολώτατον τὸ ἐν τοῖς κάτω μέρεσι. παντὸς δὲ τοῦ αἵματος ἀρχή, ἔσπερ εἴρηται καὶ ἐνταῦθα καὶ ἐν ἄλλοις, ἡ καρδία, τῶν δ’ ἐν τῇ καρδίᾳ ἑκατέρᾳ τῶν θαλαμῶν κοινὴ ἡ μέση, ἐκείνων δὲ ἐκατέρκ δέχεται ἐξ ἐκατέρας τῆς φλεβός, τῆς τε μεγάλης καλουμένης καὶ τῆς ἄορτῆς, ἀγουσῶν ἀπὸ ἥπατος τὸ αἶμα ἄπεπτον ἔτι καὶ ἀκατέργαστον, ἐν δὲ τῇ μέσῃ γίνεται ἡ διάκρισις. ἀλλὰ τὸ μὲν διορίζειν περὶ τούτων ἐτέρων λόγων ἐστὶν οὐκειότερον. διὰ δὲ τὸ γίνεσθαι ἀδιακριτώτερον τὸ αἶμα μετὰ τὴν τῆς τροφῆς προσφορὰν ὕπνος γίνεται, ἔως ἄν διακριθῇ τοῦ αἴματος τὸ μὲν καθαρώτερον ἄνω, τὸ δὲ θλολώτερον εἰς τὸ κάτω· ἄταν δὲ τοῦτο συμβῇ, ἐγείρονται ἀπολυθέντα τοῦ ἐκ τῆς | τροφῆς βάρους. Τί μὲν οὖν τὸ αἴτιον καθεύδειν εἴρηται, ὅτι ἡ ὑπὸ τοῦ σωματώ δους τοῦ ἀναφερομένου ὑπὸ τοῦ συμφύτου θερμοῦ ἀντιπερίστασις ἀθρόως ἐπὶ τὸ πρῶτον αἰσθητήριον, καὶ τί ἐστιν ὁ ὕπνος, ὅτι ἡ τοῦ πρώτου αἰσθητηρίου κατάληψις πρὸς τὸ μὴ δύνασθαι ἐνεργεῖν ἐξ ἀνάγκης μὲν γινόμενον (οὐ γὰρ ἐνδέχεται τὸ ζῷον εἶναι μὴ συμβαινόντων τῶν ἀπεργαξομένων καὶ συντηρούντων αὐτό. ὦν ἣν ἡ τροφή, ἐξ ἦς ἡ ἀναθυμίασις), ἔνεκα δὲ σωτηρίας· σῲζει γὰρ ἡ ἀνάπαυσις.

---

Themistius, (Sophoniae) In Parva Naturalia Commentarium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2001.tlg041.local001/.
