Ancient Greek
HEPI THΣ ΚΑΘ ΥΠΝΟΝ ΜΑΝΤΙΚΗΣ.
Themistius, (Sophoniae) In Parva Naturalia Commentarium HEPI THΣ ΚΑΘ ΥΠΝΟΝ ΜΑΝΤΙΚΗΣ..1
Not analysed yet
Περὶ δὲ τῆς μαντικῆς τὴς ἐν τοῖς ὕπνοις γινομένης καὶ λεγομένης συμβαίνειν ἀπὸ τῶν ἐνυπνίων οὔτε καταφρονὴσαι ῥᾲδιον οὔτε πεισθῆναι. τὸ μὲν γὰρ πάντας ἢ πολλοὺς ὑπολαμβάνειν ἔχειν τι σημειῶδες καὶ τῶν μελόντων προμάντεμα τὰ ἐνόπνια παρέχεται πίστιν ὡς ἐξ έμπειρίας λεγόμενον· πείθει γὰρ ἡμὰς, ὠς σημειώδη τὰ καθ’ ἐκάστην γινόμενα. καὶ τὸ περὶ ἐνίων εἶναι τὴν μαντικὴν ἐν τοῖς ἐνυπνίοις οὐκ ἄπιστον· ἔχει γάρ τινα λόγον· μικροῦ δεῖν καὶ περὶ πάντων τῶν ἐνυπνίων οἰηθείη ἄν τις ὡς ἔχει τι σημειῶδες. τὸ δὲ μηδεμίαν αἰτίαν εὔλογον όρᾶν, καθ’ ἥν ἄν γίνοιτο, διαπιστεῖν ποιεῖ. τό τε γὰρ θςὸν εἶναι τὸν πέμποντα, πρὸς τῇ ἄλλῃ ἀλογίᾳ καὶ τὸ μὴ τοῖς βελτίστοις καὶ φρονιμωτάτοις, ἀλλὰ τοῖς τυχοῦσι πέμπειν ἄλογον. ἀφαιρεθείσης δὲ τῆς ἀπὸ τοῦ θεοῦ αἰτίας οὐδεμία τῶν ἄλλων εὔλουος εἶναι φαίνεται αἰτία· τὸ γὰρ περὶ τῶν ἐφ’ Ἡρακλείαις στήλαις ἢ τῶν ἐν Βορυσθένει προορᾶν τιαν ὑπὲρ τὴν ἡμετέραν εἶναι δόξειεν ἄν σύνεσιν εὑρεῖν τούτων τὴν ἀρχήν. ἀνάγκη δ’ οὖν τὰ ἐνύπνια ἢ αἴτια εἶναι ἢ σημεῖα |τῶν γινομένων ἣ συμπτώματα, ἢ πάντα ἢ ἔνια τούτων ἢ ἔν μόνον. λέγω δ’ αἴτιον μὲν οἶον τὴν σελήνην τοῦ ἐκλείπειν τὸν ἤλιον καὶ κόπον τοῦ πυρετοῦ, σημεῖον δὲ τῆς ἐκλείψεως τὸ τὸν ἀστέρα εἰσελθεῖν καὶ ὑποδραμεῖν, τὴν δὲ τρακύτητα τῆς γλώττης τοῦ πυρέσσειν συμπτώματα δὲ τὸ βαδίζοντος ἐκλείπειν τὸν ἤλιον· οὕτε γὰρ σημεῖον οὔτ’ αἴτιόν ἐστιν ἡ ἐμὴ βάδισις τῆς ἐκλείψεως. διὸ τὰ συμπτώ- ματα οὔτε ἀεὶ γίνεται οὔθ’ ὡς ἐπὶ τὸ πολύ. τοιγαροῦν τῶν ἐνυπνίων τὰ μέν εἰσι σημεῖα, τὰ δὲ αἴτια, τὰ δὲ συμπτώατα, καὶ σημεῖα μὲν δι’ ὦν παρίσταται καὶ προδηλοῦται σωματικὰ ἢ ψυχικὰ πάθη· λέγουσι γὰρ καὶ τῶν ἰατρῶν οἱ χαρίεντες, ὅτι δεῖ προσέχειν σφόδρα τοῖς ἐνυπνίοις, ὑς ἐν τούτοις ἔσται τεκμήρασθαι περὶ τοῦ μέλλοντος ἀρρωστήματος. εὔλογον δὲ οὕτως ὑπολαβεῖν καὶ τοῖς τεχνίταις μέν, σκοπουμένοις δέ τι καὶ φιλοσοφοῦσι περί τινος. αἱ γὰρ μεθ’ ἠμέραν γινόμεναι κινήσειας, ἄν μὴ σφόδδρα μεγάλαι ὖσι καὶ ἰσκυραί, λαβθάνουσι παρὰ μείζους τὰς ἐγρηγορικάς. ἐν δὲ τω καθεύδειν τοὐναντίον ἅπαν· καὶ γὰρ αἱ μικραὶ μεγάλαι δοκοῦσιν εἶναι. δῆλον δὲ δὲ ἐπὶ τῶν συμβαινόντων κατὰ τοὺς πολλάκις· οἴονται γὰρ κεραυνοῦσθαι καὶ βροντᾶσθαι μικρῶν ἥχων ἐν τοῖς ὠσὶ γινομένων, καὶ μέλιτος καὶ γλυκέων χυμῶν ἀπολαύσιν ἀκαριαίου φλέυματος ἀπορρέοντος, καὶ βαδίζειν διὰ πυρὸς καὶ δερμαίνεσθαι σφόδρα μικρᾶς θερμασίας περί τινα μέρη γινομένης. ἑπεγειρομένοις δὲ ταῦτα γίνεται τοῦτον ἔχοντα τὸν τρόπον. ὥστ’ ἐπεὶ μικραὶ πάντων αἱ ἀρχαί, δηλονότι καῖ τῶν νόσων καὶ τῶν ἄλλων παθημάτων |τῶν ἐν τοῖς σώμασι μελλόντων γίεσθαι. φανερὸν οὖν ὄτι ταῦτα ἀναγκαῖον ἐν τοῖς ὕπνοις εἶναι καταφανῆ μᾶλλον ἢ εν τῳ εεγρηγορεναι. Ἀλλὰ τίνων μὲν καὶ ὄπως σημεῖα τὰ ἐνύπνια, εἴρηται, ὄπως δὲ καὶ αἴτια καὶ τίνα, ἤδη ῥηθήσεται. ὅτι δὲ τῶν οἰκείων ἐκάστῳ πράξεων καὶ οὐ τῶν ἀλλοτρίων, μᾶλλον ἄν εὔλογον δόξειεν ὤσπερ γὰρ μέλλοντες πρᾶξαί τι ἢ ἐν ταῖς πράξεσιν ἄντες ἤ πεπρακότες πολλάκις εὐθυονειρίᾳ τούτοις σύνεσμεν καὶ πράσσομεν ἀπὸ τῶν μεθ’ ἡμέραν ἀρχῶν, οὕτω πάλιν καὶ τὰς καθ’ ὕπνον κινήσεις ἀναγκαῖον πολλάκις ἀρκὴν εἶναι τῶν μεθ’ ἡμέραν πράξεων διὰ τὸ προοδοποιεῖσθαι πάλιν καὶ τούτων τὴν διάνοιαν ἐν τοῖς φάσμασι τοῖς τυκτερινοῖς. οὕτω μὲν οὐν ἐνδέχεται τῶν ἐνυπνίων ἔνια καὶ σημεῖα καὶ αἴτια εἶναι· τὰ πολλὰ συμπτώμασιν ἔοικε, μάλιστα δὲ τὰ ὑπερβατὰ πάντα καὶ ὦν μὴ ἐν αὐτοῖς ἡ ἀρχή, οἶον περὶ ναυμαχίας τῆς ἐν Περσίδι γινομέης καὶ τῶν ἄλλων τῶν πόρρω συμβαινόντων. περὶ γὰρ τούτων τὸν αὐτὸν τρόπον ἔχειν εἰκὸς οἶον εἰ μεμνημένου του περί τινος τύχοι τοῦτο γευόμενον. τί γὰρ κωλύει καὶ ἐν τοῖς ὕπνοις οὔτω; μάλλον δὲ εἰκὸς ταῦτα συμβαίνειν; ὥσπερ οὖν οὐδὲ τὸ μεμνῆσθαι περὶ τοῦδε σημεῖον οὐδ’ αἴτιον τοῦ παραγεγέσθαι αὐτόν, οὕτως οὐδ’ ἐκεῖ μετὰ τὸ ἀπορῆναι τὸ ἐνύπνιον τῷ δ’ ὄντι οὔτε σημεῖον οὔτε αἴτιον ἄλλὰ σύμπτωμα. διὸ καὶ πολλὰ τῶν ἐνυπνίων οὐκ ἀποβαίνει· τὰ γὰρ δυμπυώματα οὔτ’ ἀεὶ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ γίνεται. Ὄλως δὲ δὲ καὶ τῶν ἄλλων ζῲων ὀνειρώττει |τινά, θεόπεμπτα μὲν οὐκ ἄν εἴη τὰ ἐνύπντια οὐδὲ γἐγονε τούτου χάριν, δαιμάνια μέντοι· ἡ γὰρ φύσις δαιμονία, οὐ ξεία. σημεῖον δέ· πάνυ γὰρ εὐτελεῖς ἄνθρωποι προορατικοί εἰσι καὶ εὐθυόνειροι, ὑς οὐ θεοῦ πέρποντος, ἀλλ’ ἅσων ὡσπερανεὶ λάλος ἡ φύσις ἐστὶ καὶ μελαγχολικὴ παντοδαπὰς τὰς ὄψεις ὀρώτων· διὰ δὲ τὸ πολλὰ καὶ παντοδαπὰ καινεῖσθαι ἐπιτυγκάνουσιν, ὤσπερ ἔνιοι ἀρπάξουσιν ἐρίξοντες οὐχ ἕν ἀλλὰ πολλά, εἰ πολλὰ τὰ ῥιπτούμενα εἴη· καὶ ὥσπερ λέγεται ‘εἰ πολλὰ βάλοις, ἄλλοτε ἀλλοῖον βαλεῖς’, καὶ ἐπὶ τούτων συμβαίνει τοῦτο. ὅτι δ’ οὐκ ἀποβαίνει πολλὰ τῶν ἐνυπνίων, οὐδὲν ἄτοπον· οὐδὲ γὰρ τῶν ἐν τοῖς σύμασι σημείων καὶ τῶν οὐρανίων, οἶον τὰ τῶν ὑδάτων καὶ τῶν πνευμάτων· ἄν γὰρ ἄλλη κυριωτέρα ταστης συμβῇ κίνησις, ἀφ’ ἦς μελλούσης ἐγέντο τὸ σημεὶον, οὐ γίνεται. ἰδὼν γάρ τις ἐν ὕπνῳ διέρκεσθαι βόρβορον μεθ’ ἡμέρας νενόσηκεν (τῶν γὰρ ἐντὸς σεσημμένων χυμῶν ἀρκομόνων κινεῖσθαι ακτὰ τὴν νύκτα ἠρεμῶν ἐλάμβανεν αἴσθησιν), καὶ ἐπὶ πυρὸς διαβαίνεειν, καὶ μετ’ ὀλίγον ἐπύρεξεν. ἄλλοτε δ’ αὖ ταῦτα ἰσὼν οὐκ ἐνόσησε τῷ τὴν φύσιν δίεγερθεῖσαν καὶ τοὺς χυμοὺς πέψασαν ἀπεῖρξαι τῷ πάθει τὴν εἴσοδον. καὶ τὴv περὶ σελήνην ἄλω καὶ βροκῆς καὶ πνευμάτων ποιούμεθα σύμβολον, πολλακις δὲ συνισταμέης οὐδὲν συνέβη τούτων διὰ τὴν ἀντιπερίσταιν τοῦ περιέχοντος κρατηθέντος ὑτὸ τῆς έναντίας κινήσεως. καὶ πολλὰ βουλευθέντα καλῶς τῶν πραχθῆναι δεόντων διελύθη δι’ ἄλλας κυριωτέρας ἀπκάς. ὄλως γὰρ οὐ πᾶν γίνεται τὸ μελλῆσαν, οὐδὲ τὸ αὐτὸ ἐσόμενον καὶ μέλλον, ἀλλ’ ὅμως |ἀρχάς τε λεκτέον εἶναι, ἀφ’ ὦν οὐκ ἐπετελέσθη, καὶ σημεῖα πέφυκε ταῦτά τινων οὐ γευομενων. Περὶ δὲ τῶν μὴ τοιαύτας ἀρχὰς ἐχόντων ἐνυπνίων μηδὲ τῶν ἐφ’ ἅ ἡμεῖς κύριοι, ἀλλ’ ὐπερορίας ἢ τοῖς κρόνοις ἤ τοῖς τόποις ἢ τοῖς μεγέθεσιν ἢ καὶ τῶρ ἐγγὺς μὲν πραττομένων καὶ παρὰ γείτονος ἴσως, μὴ μέντοι γε ἐν αὑτοῖς ἐχόντων τὰς ἀρχὰς τῶν εἰδότων τὸ ἐνύπνιον, εἰ μὴ γίνεται τὸ προορᾶν ἀπὸ συμπτώματος, ἐτέρως ἄν ἔχοι μᾶλλον ἢ ὡς λέγει Δημόκριτος. εἴδωλα γὰρ ἐκεῖνος καὶ ἀπορροίας αἰτιᾶται, ὦν τὰ μέν φησιν ἀγαθοποιά, τὰ δὲ κακοποιά, ὑπερμεγέθη τε εἶναι καὶ δύσφθαρτα, ἐμπελάζειν δὲ τοῖς ἀνθώποις καὶ πρασημαίνειν τὰ μέλλοντα θεωρούμενα ἔστιν οἶς καὶ φωνὰς ἀφιέντα μόνον αἰσθητᾶς ἐν ὕπνῳ τοῖς ἐπαΐουσιν, ὅθεν καὶ εὐλόχων τυχεῖν εἰδώλων ἐπεύχεται. α'λλ’ ἡμεῖς τὸ μὲν εἴδωλα λέγειν φέρεσθαι καὶ πάμπαν ἀπαγορεύομεν, κινήσεις δέ τινας μᾶλλον άντὶ τούτων εἰσάγομεν ἀπ’ άρχῶν τῶν μελλόντων γίνεσθαι καὶ λόγων καὶ πράξεων, ὑφ’ ὦν σχηματιζομένου τοῦ ἀέρος καὶ διὰ τῶν ὤτων ἤ τῶν μυκτήρων προσπιτουσῶν ἐν τοῖς ὔπνοις τῇ καρδίᾳ προορᾶν τὸ μέλλον. ὥσπερ γὰρ ὅταν τι κινήσῃ ρὸ ὕδωρ ἢ ἄέρα, τοῦθ’ ἔτερον ἐκίκησε, παυσαμένου δ’ ἐκείνου σομβαίνει συμβαίνει τὴν αὐτὴν καίνησιν προϊέναι μέχρι τινός, τοῦ κινήσαντος οὐ παρόντος, οὔτως οὐδὲν κωλύει κίνησίν τινα καὶ αἴσθησιν άφικνεῖσθαι πρὸς τàς ψυχὰς τàς ἐνυπνιαζούσας, ἀφ' ὧρ ἐκεῖνος ποιεῖ τὰ εἴδωλα καὶ τὰς ἀπορροίας, καὶ ὅποι δὴ ἔτυχεν ἀφικνουμένας μᾶλλον αἰσθητὰς εἶναι νύκτωπ διὰ τὸ μεθ' ήμέραν φεφομένας διαλύεσθαι μᾶλλον (ἀταραχωδέστερος γὰρ ὁ ἀὴρ τῆς νυκτὸς διὰ τὸ νηνεμωτέρας εἶναι τàς νύκτας), καὶ ἐν τῷ σώματι ποιεῖν αἴσθησιν διὰ τὸν ὕπνον· τῶν γὰρ μικ ρῶν κινήσεων καθεύδοντες μᾶλλον ἢ ἐγρηγορότες αἰσθανόμεθα. ποιουσῶν οὖν τῶν εἰρημένων αἰσθήσεων φαντάσματα ἐν τῷ ἡγεμονικῷ τὸ προορᾶν γίνεται, καὶ διὰ ταῦτα συμβαίνει τὸ πάθος τοῦτο τοῖς τοχοῦσι καὶ οὐ τοῖς φρονίμοις. μεθ' ἠμέραν τε γὰρ ἐγένετο ἄν καὶ τοῖς σοφοῖς, εἰ δεὸς ἦν ὁ πέμπων. καὶ ἔτι οὕτω γινομένου τοῦ προορᾶν εἰκὸς τοὺς τυχόντας μᾶλλον προορᾶν· ή γὰρ διάνοια τῶν τοιούτων οὐ φροντιστική, ἀλλ' ὥσπερ ἔρημος καὶ κενὴ πάντων, ὧν πλήρης ἡ τῶν φιλοσοφούντων ἐστί, καὶ κινηθεῖσα κατὰ τὸ κινοῦν ἄγεται. καὶ τοῦ ἐνίους τῶν ἐκστατικῶν προορᾶν αἴτιον, ὅτι αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσιν ἀλλ' ἀπορραπίζονται. τῶν ξενικῶν οὖν μάλιστα αἰσθάνονται καὶ τῶν προσπιπόντων ἔξωθεν. τὸ δέ τινας εὐθουνείρους εἶναι μάλιστα περὶ τῶν γνωρίμων καὶ προορᾶν συμβαίνει διὰ τὸ τοὺς γνωρίμους μάλιστα ὐπὲρ ἀλλήλων φροντίζειν· ὥσπερ γὰρ πόρρω ἄντων τάχιστα τῇ ὄψει γνωρίζουσι καὶ αἰσθάνονται, οὕτω καὶ ἐπὶ τῶν ἐν τῷ καρδὶᾳ τύπων καὶ κινήσεων. αἱ γὰρ τῶν γνωρίμων γνωριμώτεραἰ κινήσεις. οἱ δὲ μελαγχολικοὶ διὰ τὸ σφοδρὸν τοξευθέν, ὅσα καὶ χειρί, τῷ βέλει καὶ πόρρωθεν ὄντες κατέχουσι, καὶ οὗτοι τὸ μέλλον ὤσπερ προαρτάζουσι τῷ τάχει τῆς κινήσεως· εὐμετάβολον γὰρ ὄν τὸ φανταστικὸν αὐτοῖς ταχὺ τὸ ἐχόμενον τῆς ἀρχῆς τῶν ἐσομένων φαντάζεται. ὥσπερ γὰρ Θιλαιγίδου ποιήματα μὴ ἔχοντα μεταΜὰ: προσώπων καὶ διηγημάτων μεταπτώσεις ἀεὶ ἐχόμενα τοῦ ὁμοίου λέγουσι καὶ συνείρουσιν (οἶον εἰ περὶ Ι Ἀφροδίτης ἐν ταῖς ἀρχαῖς εἶπε, καὶ μέχρι τέλους ταύτης ἔχεται), οὕτω καὶ οἱ ἐμμανεῖς ἐχόμενα τοῦ όμοίου διανοοῦνται καὶ βλέπουσι. καὶ πρὸς τούτοις διὰ τὴν σθοδρότητα οὐκ ἐκκρούεται αὐτῶν ἡ κίνησις ὐφ' ἑτέρας κινήσεως. τεχνικώτατος δ' ἐστὶ κριτὴς ἐνυπνίων ὅστις δύναται τὰς ὁμοιότητας θεωρεῖν· τὰς γὰρ εὐθουνειρίας κρίνειν παντός ἐστι, λέγω δὴ τὰς ὁμοιότητας, ὅτι παραπλήσια συμβαίνει τὰ φαντάσματα τοῖς ἐν τοῖς ὕδασιν εἰδώλοις, καθάπερ καὶ πρότερον εἴρηται. ἐκεῖ γὰρ ἄν μὴ ἠρεμῇ τὸ ὕδωρ, ἀλλὰ πολλὴ γένηται χίνησις, οὐχ ὁμοία γίνεται ἡ ἔμφασις καὶ τὰ εἴδωλα τοῖς ἀληθινοῖς, κἀν τοῖς ὕπνοις δέ, ὅταν σφοδρὰ τυγχάνῃ καὶ συγκεχυμένη ή πρὸς τὴν καρδίαν καταφερομένγ παλίρροια, οὔθ' ὁμοίους οὔτε καθαροὐς τοὺς τύπους ἐᾷ φαντάζεσθαι καὶ τὰ ἐγκαταλείμματα. ἡ γὰρ κίνησις ἐκκόπτει τàς εὐθυονειρίας. δεινὸς δὴ ἑκάτερος ἔσται κριτὴς, ὅ τàς ἐμφάσεις συνορᾶν δυνάμενος καὶ ταχὺ διαισθάνεσθαι ἐν ὀχλουμένῳ ὕδατι καὶ τὰ πεφορημένα καὶ διεστραμμένα τῶν εἰδώλων τοῖς ἀληθινοῖς προσβιβάζειν, οἶον ὅτι τόδε ἀνθρώπου ἢ ἵππου καὶ μὴ τολούτου ἀφθέντος, καὶ ὁ ἐν τοῖς ὕπνοις αὐτὸ τοῦτο ποιεῖν δυνάμενος. τί μὲν οὖν ἐστιν ὕπνος καὶ ἐνύπνιον, καὶ διὰ τίν' αἰτίαν ἑκάτερον αὐτῶν γίνεται, ἔτι δὲ περὶ τῆς τῶν ἐνυπνίων μαντείας εἴρηται, περὶ δὲ κινήσεως τῆς κοινῆς τῶν ζῴων λεκτέον.