# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 103.1-32

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 103.1 to 103.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/103.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/103.1

V. ΕΙΣ ΙΟΒΙΑΝΟΝ. Διοθόμενος δὲ ὅτι τῷ βασιλεῖ χρητὶς ἀσφαλείας b ἢ τῶν συνόντων δικαιοσύνη, τοὺς ἀπανταχόθεν ἀρί- στους τοὺς μὲν ἐπανήγαγες, τοὺς δὲ προσείλου, τοὺς δὲ ἀπήλλαξας. καὶ δορυφορεῖ σοι νῦν τὰ βασιλεία, Νέστορος μὲν εὐβουλία, Λιομήδους δὲ ἐλευθερία, καὶ ὁ τοῦ Κύρου Χρυσάντας καὶ ὁ τοῦ Ξέρξου Ἀρτάβαζος. c Εἶτα σοι προοίμιον γέγονε τῆς τῶν ἀνθρώπων ἐπιμελείας ἢ περὶ τοῦ θείου νομοθεσία. καὶ δῆτα ἐμ- βέβηκεν ὁ λόγος εἰς ἣν πάλαι ὡρμήμην ἀρχήν. μόνος γάρ, ὡς δοκεῖν, οὐχ ἀγνοεῖς ὅτι μὴ πάντα ἔνεστι τῷ βασιλεῖ βιάσασθαι τοὺς ὑπηκόους, ἀλλ’ ἐστὶν ἃ τὴν ἀνάγκην ἐκπέρυγε καὶ ἀπειλῆς ἐστὶ χρεῖττω καὶ ἐπι- τάγματος, ὥσπερ ἢ τε ἄλλη ξύμπασα ἀρετὴ καὶ μάλιστα ἢ περὶ τὸ θείον εὐλάβεια, καὶ ὅτι χρὴ προηγεῖσθαι τῶν ἀγαθῶν τούτων ὅτω μέλλει μὴ πεπλασμένως ὑπάρξαι ἀβίαστον τὴν ὁρμὴν τῆς ψυχῆς καὶ αὐτοκράτη καὶ ἑκούσιον πάνυ σοφῶς κατανοήσας. εἰ γὰρ οὐδὲ σοί, βασιλεῦ, δυνατόν κατὰ διάγραμμα εἶναι εἶναι τὸν d μὴ τοῦτο ἐνδοθεν προαιρούμενον, πόσῳ μᾶλλον εὐσεβῆ εἶναι καὶ θεοφιλῆ, γράμματα ἀνθρώπινα δεδιώτας καὶ ἐπικήρους ἀνάγκας καὶ ἀσθενῆ μορμολυχεία, ἃ πολλά- κις μὲν ἤνεγκεν ὁ χρόνος, πολλάκις δὲ καὶ παρήνεγκεν· εἶτα ἐλγχόμεθα πάνυ γελίως, ἀλουργίδας, οὐ θεὸν θεραπεύοντες, καὶ ὅσον Εὐρίπουν μεταβαλλόμενοι τὰς ἀγιότητας. καὶ πάλαι μὲν εἰς Θρᾴκης, νῦν δὲ ἀπαν- τες κόθορνοι, μικροῦ δεῖν χθὲς ἐν τοῖς δέκα, σήμερον δὲ αὐθ’ ἐν τοῖς τριάκοντα, οἱ αὐτοὶ πρὸς βωμοῖς, πρὸς ἱε- ρεῦσις, πρὸς ἀγάλμασι, πρὸς τραπέζαις. ἀλλ’ οὐ σύ γε, ὦ θεοειδέστατε βασιλεῦ, ἀλλὰ τὰ τε ἄλλα αὐτοκράτωρ ὢν τε καὶ εἰς τέλος ἑόμενος τὸ τῆς ἀγιότητος μέρος εἰς ἅπαντας εἶναι νομοθέτης, καὶ ταύτῃ ζηλῶν τὸν θεόν, ὃς τὸ μὲν ἔχειν πρὸς εὐσέβειαν ἐπιτηδείως τῆς φύσεως κοινὸν ἐποίησε τῆς ἀνθρωπίνης, τὸν τρόπον δὲ

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
