# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 108.3-109.28

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 108.3 to 109.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/108.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/108.3

Ἔχει γὰρ οὕτως. ἀνωθεν, ὦ βασιλεῖς, εὐνοία καὶ συγγένεια βασιλείᾳ πρὸς φιλοσοφίαν ἐστὶ καὶ ἐπὶ τὴν αὐτὴν χρείαν κατέπεμφεν ὁ θεὸς ἀμφοτέρας εἰς τὴν γῆν, ἐπιμελεῖσθαι καὶ ἐπανορθοῦσθαι τοὺς ἀνθρώπους, τὴν μὲν διδάσκουσαν τὰ ἀγαθὰ, τὴν δὲ χορηγοῦσαν. 85, 2 οὐδέποτε A. οὐδεπώποτε H. 3 κρατοῦσαν] ἡ χρῶνται οἱ περὶ τὴν ἡμῶν βασιλείαν. ταύτην γὰρ λέγει κρατοῦσαν schol. A. ἀεὶ add. A. 5 διημευράμην A. διήμενυσαιμην H. 17 τοὺς τῶν A. τοὺς om. H. 19 ἀνωθεν] ἐξ ἀρχῆς gl. A. VI. ΦΙΛΑΔΕΛΦΟΙ. τοῦτο τοιγῶν αὐτὸ πρῶτον ποιούμεν τῆς ὑμετέρας φύ- σεως σημεῖον, ὅτι τὴν συγγένειαν ταύτην οὐκ ἠγνοήσατε οὐδὲ πεπόνθατε ταυτὸν τοῖς πολλοῖς, οἳ διὰ τοὺς νό- θους τοῦ πράγματος δυσχεραίνουσι καὶ τοὺς γνησίους. ἀλλ’ οὐχ ὑμεῖς, ἀλλ’ οὐδὲν οἴεσθε προσήκειν τοῖς ἰα- τροῖς τοὺς φαρμακείας οὐδὲ τοῖς ῥήτορσι τοὺς συχο- φάντας, οὐδὲ ἄλλῃ τέχνῃ τοὺς ἂ μὴ πέφυκε τῇ τέχνῃ χρωμένους, καὶ διὰ τοῦτο τῶν βασιλειῶν οὐκ ἀπελη- λάκατε τὸ τριβώνιον, οὐδὲ ἧττον ἔντιμον παρ’ ὑμῖν στρατηγίας καὶ σατραπείας. Εὐριπίδης μὲν γὰρ ἡ ὅστις δήποτε ἐστιν ὁ ποιησας Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσία, οὐκ ἦν οἶμαι πον πυχνῆς διανοίας. οὐ γὰρ ἂν ποτε εὔνουν ὑπέλαβε τυραννίδι φιλοσοφίαν οὐδὲ τὰ ἄλλο- ἀ τρώτατα ὁμοῖθῃ ἀρετὴν ὑπάρχειν καὶ μοχθηρίαν. ἀλλ’ ὥσπερ οἱ λίαν μελαγχολῶντες ἀποκλείουσι τοὺς θεραπεύοντας, οὕτω σοφίαν τυραννὶς οὐ προσίεται. Πλάτωνα γοῦν ἐπίπρασκε Λιονύσιος καὶ Νέρων Μου- σώνιον ἐξεκρήνυτε καὶ εἶργε τὸν ἐκ Τυάνων ὁ ἀδελ- φοκτόνος. τῶν γὰρ αὐτῶν ἦν, ὡς δοῖκε, καὶ εἰς ἀδελ- φοὺς δυσσεβεῖν καὶ εἰς φιλοσόφους, ὥσπερ γε τοῦμπα- λιν ἀναγκαῖον οἰκείαν καὶ ἔντιμον εἶναι φιλαδελφίᾳ φιλοσοφίαν. καὶ τοῦτο οὖν κακῶς ἡ τραγωδία, καὶ ἀπρὸς γε ἐτὶ κάκιον, ὅταν θεὸν λέγῃ τὴν τυραννίδα· καὶ γὰρ οὕτως εἰς ταυτὸν πλημμέλημα περιίσταται. ὁ γὰρ θεὸς ὁ τι περ ἀκρότατον τῆς σοφίας, μᾶλλον δὲ αὐτο- σοφία, καὶ ἐξῆν τῷ Εὐριπίδῃ ἀναβλέψαντι εἰς τὸν οὐ- ρανὸν καταμαθεῖν καὶ διδαχθῆναι ὅτι μὴ τυραννίδος

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
