# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 127.3

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 127.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/127.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/127.3

“Οὐδὲν δὲ οὖν ἐξέβην, ἐξῆν μὲν, οἶμαι, καὶ τῆς νίκης ταύτης σε μάλιστα αἰτιωμένους, τὸ μὴ πάνυ δοκεῖν λέγειν κεχαρισμένα. διὰ τοῦτο γάρ, ὡς δοκεῖν, ὁ συστρατηγῶν σοι θεὸς εἰς σὲ πανταχόθεν τὸ ἔργον περιωθῶν καὶ πάνυ μεγάλην ἀπένεμε τοῖς ὅπλοις μερίδα τοῦ κατορθώματος. ἀλλ’ οἱ πῦρ πνέοντες, οἱ Μηθρι- bδάτου χαλεπώτεροι Ῥωμαῖοι, οἱ τὴν Κύζικον αὐχοῦντες, ἅμα τῷ γενέσθαι ἐντὸς τῶν σῶν ὀφθαλμῶν ὑπὸ μάλῃς ἐκρυπτον τὰς ἀσπίδας, ὡσπερ φώρια κακοῦργοι καταληφθέντες ἐπ’ αὐτοφώρῳ, καὶ τοὔνομα ἀντὶ τῶν ὅπλων τὸ σὸν προὔβαλλοντο, ὅψ, σὺν πόνῳ δὲ σωφρονίσαντες. τίς οὕτω παρ’ Ὀμήρῳ θεὸς ἐπιφανεὺς καὶ 20 τῇ χειρὶ πλήξας γυμνὸν ἐποίησε τὸν τέως νικῶντα ὡς σὺ πόρρωθεν ὁρῶμενος πλεῖν ἢ τριάκοντα μεταξὺ σταδίων κατήδσας μὲν τοὺς αὐθάδεις, ἐπράυνας δὲ τοὺς παραξυνομένους, προσηγάγου δὲ τοὺς ἀποσκιρτῶντας, cεὐπειθιστέρους δ’ ἐποίησας ἢ πρότερον ἦσαν; τέως δὲ 25 ἡπίστουν ἐγὼ Ἡροδότῳ τῷ συγγραφεῖ, τοὺς ἀποστάντας οἰκέτας Σκυθῶν ὑποκύψαι μετὰ τῶν ὅπλων δίχα σιδήρου τοῖς δεσπόταις ἐπιφανεῖσιν.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
