# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 146.2

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 146.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/146.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/146.2

Ἄλλὰ τὴν μὲν περὶ τὸν ἀριθμὸν τοῦτον φιλοτιμίαν τοῖς ταῦτα σοφωτέροις παρώψωμεν, ἃ δὲ προσῆκεν φιλοσόφῳ τὸ ὄνειδος ἀπωθουμένῳ τῶν σοφιστῶν, κοσμῆσαι τὴν πανήγυριν, ταῦτα ἐπεξιώμεν ἤδη, παρακατισάμενοι μικρὰ τοὺς ἀκροωμένους, ἃ πολλάκις μὲν ἤδη καὶ πρότερον, δεῖ δὲ, ὡς ἔοικε, συχνωτέρας τῆς ἐπιοδῆς, εἰ μέλλοιμεν τι περαίνειν ὡς νομοθετοῦντες τοῖς φιλοσόφοις, καὶ ὅπως λεκτέων καὶ ἃ λεκτέων. οὐδὲ χαλεπὸν μὲν ἐπισχεῖν· ποιοῦνται γὰρ καὶ τὰ ἐναντιώτατα ἀφορμὰς, σιωπῶντα μὲν φιλόσοφον λοιδοροῦντες ὡς δι’ ἀδυναμίας τοῦ λέγειν σιγνότητα σχηματιζόμενον, λέγοντι δὲ ἐπιτιμῶντες ὡς ἐκ φιλοσοφίας εἰς ῥητορικὴν μετιόντι, πᾶν μὲν νοῦθετη, φλυαρεῖν, ἂν δὲ ἐπαινῇ, κολακεύειν, ἂν δὲ ἐλέγχῃ, μελαγχολᾶν, ἂν εἰς τὰ βασιλεία παρίῃ, περιεργάζεσθαι, ἂν οἴκουρή, κεῖσθαι μάταιον ἄχθος ἐπὶ τῆς γῆς, ἂν πολιτεύηται, σπουδαρχεῖν, ἂν ἀριστηται

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
