# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 148.4

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 148.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/148.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/148.4

4 τείχιον A. τειχῶν H. 21 κηρύτου A. κηρύου H. VIII. ΠΕΝΤΑΕΤΗΡΙΚΟΣ. Σκοπεῖτε γὰρ, εἰ μὴ δόξειεν ὑμῖν ἄνθρω τὰ παρόντα μᾶλλον προφητεύειν ἢ δείγματα εἰς μέσον ὑποδεικνύναι φύσεως ἀπιστουμένης τοσοῦτον συλλαβεῖν ἀγαθῶν ἀριθμὸν, ὃ μὴ ῥαδίως ἀνέχεται τὴν κοινωνίαν. ὅτε γὰρ μοι, φησί, βασιλέα νῖον, σώφρονα, μεγαλοπρεπῆ, μνήμονα, πρᾶον, ἀνδρεῖον, εὐμαθῆ. οὗτος ἐκεῖνός ἐστιν, ὃν ζητεῖς, ὦ θαυμασιώτατε Πλάτων, καὶ λέγεις μοι λίαν ἀκριβῶς, οὐχ εἰδὼς ὃν λέγεις, καὶ τὴν εἰκόνα ἐκμάττη, οὐχ ὁραχῶς τὸ ἀρχέτυπον. ἰδοὺ τοίνυν καταμάνθανε πρῶτον τὸ ὕστατον τῶν γνωρισμάτων, ὅπως ἐκλάμπει περιφανῶς ἐν τῇ νεανίᾳ τὸ φιλομαθὲς, εἰ δὲ βούλει, καὶ εὐμαθές· ὃν οὐδὲ ὁμόγλωττον ὄντα τοῖς λόγοις τοῖς ἡμετέροις προθυμώτερον ἐστιν ἰδεῖν ἀπαντῶντα εἰς τοὺς λόγους ἢ τοὺς λίαν ἐκ τῆς Ἀττικῆς. καὶ οὐ δεῖ σοι μακρὰς παραγγελίας οὐδὲ ἀντιβολήσεων ἐμμήνων, οὐδὲ προστίθεσθαι ἱκετηρίαν, ἀλλ’ ἐφαρκεῖ μόνον ἀπαγγεῖλαι. καὶ πράγματα ἔχεις περὶ νοστῶν τοὺς ἰδιώτας· ὁ δὲ προκάθηται ἕτοιμος τὸν χρόνον τὸν αἰεῖον περιστησάμενος, καὶ τὰς Μούσας οὐχ ἧλαττον ἀσμενίζει τῆς Ἑννοῦς, καὶ πρὸς τοὺς λόγους οὐχ ἧττον ἢ τὴν σάλπιγγα διεγείρεται. καὶ οὐδὲ τὰ ὀνόματα αὐτὸν θορυβεῖ ξένα ὄντα καὶ οὐχ ἐν Ἑδῃ, ἀλλὰ τὸν ἐνδεδυκότα αὐτοῖς νοῦν ἐρευνᾷ καὶ μικρὰς ἐκδοθείσης ἀρχῆς δεῖξαι ἐλάχιστα ἐρμηνεύς. τὸ γὰρ ἀκόλουθον εὐθὲς καὶ τὸ ἐφεξῆς οἴκοθεν εὑρίσκει τῇ τῆς φύσεως εὐκολίᾳ. γεθάνεσθε γοῦν αὐτοῦ κραδαινομένου πρώην πρὸς τὸ κάλλος τῆς διανοίας καὶ τῇ δυνάμει τοῦ λόγου συμμεταβάλλοντος τὴν μορφὴν, μειδιῶντος, συνάγοντος τὰς ὥφρῦς, οὐχ ἀγαπῶντος ἐπεῖται μόνον τοῖς εἰς τοὺς φωνὲς λεγομένοις, ἀλλὰ καὶ τὴν τέχνην, ἀφ’ ἧς ἕκαστον ὀρμᾶται τῶν ἐπιχειρημάτων, ἐπιζητοῦντος. ὥστε δυοῖν εἰσλθούστων τοῖν λόγοιν

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
