# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 153.4

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 153.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/153.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/153.4

b Τὸ δὲ δὴ τῆς μνήμης, Ἀρταξέρξῃ μὲν τῷ Περσῶν βασιλεῖ καὶ μόνον ἀνὴρ σεμνότατος ἐξήρκεσε καὶ προσἥπται τῷ ὀνόματι τῷ Ἀρταξέρξου ὁ Μνήμων ὥσπερ ἄλλο τι ἐναλλώπισμα, ἐγὼ δὲ τὸ μὲν ἀπλῶς ἀπάντων μεμνῆσθαι καὶ διατηρεῖν ἀνεξάλειπτα οὐπω χρηστῆς φύσεως σημεῖον ποιῶμαι, καὶ ταῦτα ἐπ’ ἀνδρὸς βασιλείως, μᾶλλον δὲ ὃν ἐξ ἰδιώτου βασιλέα πεποίηκεν ὁ θεός. ἀνάγκη γὰρ τὸν τοιούτων πολλὰ μὲν ἀκούσαι παρὰ γνώμην ἐν τῷ πρόσθεν βίῳ, πολλὰ δὲ ὑπομεῖναι τῶν δυσχερῶν, καὶ ἄρχων δ’ ἂν αὐθάδης ὀλιγωρήσειεν ἰδιώτου, καὶ ὁ τὰ πλείω κακητημένος παρίδοι τὸν τὰ ἐλάττω. τὸν δὲ τοιούτων εὐδαίμονα ἂν ἔχοιγε, εἴπερ οἷόν τε, τὸ τῆς λήθης ὕδωρ πίνοντα ἐκ τῆς στρατιωτικῆς χλαμύδος τὴν ἀλουργίδα μεταμφιασασθαι. ἀλλ’ ἐκεῖνα ὑπελίπρα ἀξιόπαινον, μᾶλλον δὲ ἀτεχνῶς φύσεως θείας, καὶ μνήμονα εἶναι τὸν βασιλέα καὶ ἐπιλήμονα μνήμονα μὲν τῶν ἀγαθῶν, ἐπιλήμονα δὲ τῶν ἁμαρ-

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
