# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 156.4

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 156.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/156.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/156.4

Ἄγνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντ’, ὅσσα δὲ οἱ πυρὶ λαμπετόωντι ἐίκτην. δια λουδορεῖται τῷ μάντει, λουδορεῖται τῷ στρατηγῷ, αἰχμαλώτου γυναικοῦν χάριν, ἐν οὐδενὶ λόγῳ ποιούμενος τὴν τοῦ στρατεύματος σωτηρίαν. καὶ οὐδὲ ἄχοι τῆς λουδορίας ἔστησε τὴν ὀργήν, ἀλλ’ εἰς ἔργον ἐξήγαγε. τοιγαροῦν ἠθέτο οὐκ εἰς μακρὰν ὁ γεννάδας ἐπὶ πολλῶν χαλεπῆνας. καὶ Ὀμηρος οὐχ ἵνα κατηγορήσῃ τοῦ Ἀγαμέμνονος, ἐπεξῆλθε τῷ πεπθῆματι, τῷ γε τὸ σκήπτρον αὐτῷ διωδόσιμον ἐκ τοῦ οὐρανοῦ παραγενίσθαι, ἀλλ’ ἵνα ἐλέγξῃ τὸν θυμόν, ὁπόσης δεῖται βασιλῆ φυλακῆς. εἰ γὰρ καὶ τὸν ἥρω τὸν οὐ πολλοστὸν ἐκ Διός, ὃν αὐχ οἶεται δεῖν ἐνὶ θεῶν παραβάλλειν, ἀλλὰ τρισί, τοσαύτης ἐνέπλησε ταραχῆς, ὡς πυρὶ μὲν ἐλάμπειν τοῖς ὀφθαλμοῖν, ζεῖν δὲ τὸ αἷμα, οἰδαίνειν δὲ τὴν γνάμην, ἀνατρέφει δὲ τὰ πράγματα ἅπαντα 112 a μικροῦ δεῖν, πῶς οὐκ ἄλλοις γε τὸ πάθος πλείονος ἄξιον ἐνλαβείας; φ σὲ καλῶς ποιῶν τὸν χαλινὸν ἐπέθηκας τὸν ἐκ τοῦ λόγου, μᾶλλον δὲ εἰς λόγον ἀδτελεστάς ποιῶς.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
