# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 157.1

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 157.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/157.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/157.1

VIII. ΠΕΝΤΑΕΤΗΡΙΚΟΣ. b χρήματα ἀρετή, ἀγαθὸν δὲ καὶ παισὶν ἀνθρώποις, εἰς δύο ταῦτα διανενέμηνται, λαμβάνων τε ὅσα δή· καὶ ἀναλίσκειν εἰς ἃ προσήκει, ἐγὼ τοίνυν, εἰ μὲν ἐκάτερον τούτων καθ’ ἑαυτὸ ἦν, καὶ ἡ δαπανᾶν ἕξιν μηδ’ ὁτιοῦν κομιζόμενον, ἢ κομίζεσθαι μηδ’ ὁτιοῦν μέλλοντα ἀναλίσκειν, τῆς ἴσης ἂν ἕξιον ἄμφω προνοίας· ἐπειδὴ δὲ ἑτέρου ἕτερον ἥττηται, καὶ προΐσταθαι ἐκ τῶν ταμείων οὐχ οἷόν τέ ἐστι μὴ πρᾶτερον εἰσνεγκόντας ἐκεῖ, πλείω ῥημὶ δεῖν ἐπιδείκνυσθαι τὴν εὐλάβειαν ὅθεν ἕῃπται καὶ ἡ περὶ τὸ δεύτερον φιλοτιμία. καὶ διὰ c τοῦτο ἐπαινεῖσθαι μᾶλλον προσήκει οὐ τοὺς πλείω δωρουμένους τῶν ἱκανῶν, ἀλλὰ τοὺς ἥττω τοῦ συνήθη εἰσπραττομένους. οὐ γὰρ ἔνεστιν ἀφειδέστατον δαπανᾶν ἄνευ τοῦ συραγαγεῖν ἀδικώτερον. ὅταν δὲ δή καὶ συμβαίνῃ τὰ παρὰ πολλῶν συνειλεγμένα. μὴ συμμετὰ γίνεσθαι δωρεά, οὐδαμῶς ὁ κίνδυνος ἴσος ἀνῴστα μυρίους ἐνὶ φανῆναι κεχωρισμένον, ἢ τὰς ἀναγκαίας ἀφορμὰς ἀφαιρουμένων τῶν πολλῶν ποταμοῖς ἐπιφραίνειν ψευδάδας· ἄλλως τε καὶ γελαιὸν ὁρῶ τὸ συμβεβηκός. ἅπαντες γὰρ οἱ παρ’ ὑμῶν κομιζόμενοι τὰς δωρεὰς ἢ d κέκτηνται γῆν καλῶς πονοῦντες ἢ κτήσονται· ὥστε εἰ πάνυ βούλοιντο συναύξεσθαι σφίσι τὰς δωρεάς, ἴσως ἂν ἂμα ἐσπουδακότες συναύξεσθαι τὰς εἰσφοράς. ὁ γὰρ κύκλος εἰς ἑαυτὸν οὕτως περιίστα, καὶ ὥσπερ τὰς νεφέλας φασιν ἐλκθούσας τὸ ὕδωρ ἐκ τῆς γῆς αὐτὰς τῇ γῇ χορηγεῖν ὅσον εἵλκυσαν, οὕτω καὶ τοὺς βασιλεῖς ὁρῶμεν εἰς οὓς προΐενται, παρ’ ἐκείνων καὶ ἐρανίζοντας.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
