# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 162.3

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 162.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/162.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/162.3

5 Ἀρ’ οὖν ταξιάρχους μὲν καὶ λοχαγοὺς ἐξετάζεις καὶ ἡ ξυνωρίς σοι τῶν στρατηγῶν ἐστιν ἐκχεικαδαρμένη, τοὺς δὲ εἰρηνικοὺς ἄρχοντας τούτους περιορᾷς καὶ λαθεῖν ἔνεστι δώρων ἄλόντα, ἢ προεισπράξαντα τοῖς ὡρισμένοις, ἢ παρανόμως γνόντα, ἢ παρονησαντα ἄλ- 10 λως εἰς ὑπηκόους; καὶ οὐχ ὥσπερ ἐγγύθεν ἐφροτηκώς πάντα ἐφορᾷς καὶ πάντ’ ἐπακούεις, καὶ σχεδὸν αὐτήκοος εἶ καὶ αὐτόπτης τῶν ὑφ’ ἑκάστου δρωμένων, καὶ τοὺς ὀφθαλμοὺς ἐπὶ πάντα ἄγεις, ὥσπερ τὸν Δία φησιν Ὅμηρος ἐκ τῆς Ἰδης τρέπεν τῷ ὅσσε νόσφι ἐφ’ 15 ἱπποπόλων Θρηκῶν, Μυσῶν τ’ ἀρχιμάχων· σὺ δὲ ἐκ Μυσῶν Φοίνικας ἐφορᾷς καὶ ὑπέραγανακτεῖς ἀδικουμένων. τοιγαροῦν σπάνιν ἐποίησας τῶν σπουδαρχούντων, καὶ οὐ πρόκειται νῦν ἀρχῶν ἀγορά, οὐδὲ προκηρύττονται αἱ τῶν ἄνδρῶν ἐπιτροπαίαι, ὥσπερ τὰ ὕπα, ἀλλὰ 20 τὸ ἀρχαῖον τίμημα ἐπανελήλυθε δικαιοσύνη καὶ ἐμπειρία· κἂν τούτο εὑρίσχηται τις κεκτημένος, οὐ δεήσειται τοῦ προσαιτεῖν πινακίδας, ἀλλὰ λειτουργήσει τοῖς κοινοῖς, κἂν μὴ προαιρήται. Ἀρταξέρξης γὰρ αἰτουμένῃ Σατιβαζάνῃ σατραπείαν τινὰ μὴ προσήκουνσαν ἐπὶ 25 τρισχιλίοις δαρεικοῖς, τὰ μὲν χρήματα ἔδωκε, τὴν δὲ ἀρχὴν οὐ προήκατο. χρυσίου μὲν γὰρ τοσοῦτον δοὺς, Οὐκ ἴσομαι, ἔφη, πενέστερος, κακῶ δὲ ἀρχὴν ἐπιτρόφας ἀδικώτερος. οὐδὲν γὰρ οὕτω περὶ πλείστου βασιλεὶ ποιητέον ἐστὶν ὡς τὸ σῶμα τῆς βασιλείας, σῶμα

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
