# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 163.3

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 163.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/163.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/163.3

Νῦν δὲ ἀκούω πολλοὺς τῶν παλαιῶν αὐτοκρατόρων τῆς μὲν χώρας λίαν φροντίζειν, ὡς μὴ φαίνεσθαι ἀποδέουσαν, πόλεις δὲ ὅλας περιδεῖν καταρρνείας, καὶ τοῖς ὀφθαλμοῖς μὲν ὑπογραφομένους διατελεῖν, τὴν γῆν δὲ ἀκόσμητον ἔωντας μὴ δυσχεραίνειν. εἶτα ἵπποις μὲν οὐκ ἂν ἐχρήσαντο μὴ λίαν ἐξητασμένοις, ἀνθρώποις δὲ ἐχρῶντο πρὸς τὰ κυριώτατα ἀνεξετάστοις. καὶ ἡνιόχων μὲν οὐκ ἂν ὑπέμειναν θεαταὶ γενέσθαι μὴ τῶν ἄριστα ἐλαυνόντων, τῶν δὲ πόλεων ἐπιτρέπεν τὰς ἡνίας τοῖς τυχοῦσι πρᾶγμα οὐδὲν ὑπελάμβανον, οὐκ εἰδότες ὅτι πᾶς ὁ λαχὼν ἀρχὴν μικρὰν εἰκόνα τῆς βασιλείας ὑποδύεται. τεκμαιρόνται δὲ ἐκ τῆς εἰκόνος οἱ ἄνθρωποι τὴν μορφὴν τοῦ ἀρχετύπου. γελοῖον οὖν ἀνδριάντα μὲν, ἐὰν μὴ πᾶν προσεικῶς ᾖ, καταβάλλειν καὶ τὸν πίνακα εὐθὺς ἐξαλείφειν, εἰ μηδὲν φέρει τοῦ παραδείγματος, περὶ δὲ τὰς ἐμψύχους εἰκόνας μὴ φροντίζειν ὀφδιουργοῦντας. καίτοι χαλκὴ μὲν εἰκὼν μὴ σώζουσα τὴν ἰδέαν τοῦ βασιλέως οὐδὲν ἂν λυμήναιτο τοῖς θεωμένοις, ἄρχων δὲ μὴ φέρων τὸν σὸν χαρακτῆρα ἄντὶ κακῆς γίνεται μοίρας τοῖς ὑπακούειν ταχθεῖσι, καὶ μετατιθήσι τὴν ἐξουσίαν, ἥς ἐπὶ τῷ εὖποιεῖν τετύχηκεν, εἰς τοῦναντίον. οὐδὲ γὰρ τὰ ξίφη σὺ διανέμεις οὐδὲ τὰ ἀκόντια τοῖς στρατιώταις, ὡς χρῆσθαι καθ'

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
